GA 05

Aliases:TM 61777, GA 05, D - Bezae Cantabrigiensis.
Description:Parchment, 26x21.5 cm , 407 extant leaf(s), 1 column(s), 32-34 line(s) per column, 18-37 characters per line, written in Greek/Latin.
Publication:Scrivener, Frederick H., Bezae Codex Cantabrigiensis, Deighton, Bell, and Co.: Cambridge, England, 1864. OCLC 43167258.
Origination:Written 375-499 [Frede] at Berytos, Syria? (modern Bayrūt, Lubnān), TGN 7002857.
Provenance:
  • Transferred 800-899 to Monastère Saint Irénée (Saint Irenaeus Monastery) at Lyon, France where it was repaired.
  • Transferred 1562 to Theodore Beza at Genève, Schweiz during the French wars when Lyons fell to the Huguenots.
  • Transferred 1581 to Cambridge University Library at Cambridge, England.
  • Nn. 2. 41, Cambridge University Library, Cambridge, England.
Scribes:375-499 Original scribe with professional hand (4201 verses).
375-499 ^Original scribe (240 verses edited).
Literature:Scripture by various authors known as New Testament [n].
Content:Matt. 1:20-3:7, 3:16-6:20, 9:2-27:2, 27:12-28:20, John 1:1-16, 3:26-18:13, 20:13-21:25, Luke, Mark 1:1-16:15, Acts 1:1-8:29, 10:14-21:2, 21:10-16, 21:18-22:10, 22:20-29 omitting Matt. 5:20, 30, 9:34, 21:44, 23:14, Mark 15:28, Luke 3:30, 5:39, 11:32, 36, 12:21, 19:25, 33, 22:20, 24:12, 40, John 5:4, 8:46, 12:8, 15:3.
Notes:There were several other correctors after the terminus ad quem.

Leaf 1v - Matthew 1:20+ (image )

20παραλαβειν μαριαμ την γυναικα σου

το γαρ εν αυτη γεννηθεν εκ πνσ αγιου εστιν

21τεξεται δε υιον

και καλεσεισ το ονομα αυτου ιην

αυτοσ γαρ σωσει τον λαον αυτου

απο των αμαρτιων αυτων

22τουτο δε ολον γεγονεν

ινα πληρωθη το ρηθεν υπο κυ

δια ησαιου του προφητου λεγοντοσ

23ιδου η παρθενοσ εν γαστρι εξει

και τεξετε υιον και καλεσεισ το ονομα αυτου

ενμανουηλ

ο εστιν μεθερμηνευομενον μεθ ημων ο θσ

24διεγερθεισ δε ο ιωσηφ απο του υπνου εποιησεν

ωσ προσεταξεν αυτω ο αγγελοσ κυ

και παρελαβεν την γυναικα αυτου

25και ουκ εγνω αυτην

εωσ ου ετεκεν τον υιον αυτησ

τον πρωτοτοκον

και εκαλεσεν το ονομα αυτου ιην

1του δε ιηυ γεννηθεντοσ

εν βηθλεεμ τησ ιουδαιασ

εν ημεραισ ηρωδουσ του βασιλεωσ

ειδου μαγοι απο ανατολων παρεγενοντο

εισ ιεροσολυμα 2λεγοντεσ

που εστιν ο τεχθεισ βασιλευσ των ιουδαιω̅

ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη

και ηλθομεν προσκυνησαι αυτω

3ακουσασ δε ο βασιλευσ ηρωδησ εταραχθη

{κα} ιεροσολυμα μετ αυτου

4και συναγαγων παντασ

τουσ αρχιερεισ

και γραμματεισ του λαου επυνθανετο

______

3^{και}

Leaf 2v - Matthew 2:4+ (image )

που ο χρσ γενναται 5οι δε ειπον αυτω

εν βηθλεεμ τησ ιουδαιασ

ουτωσ γαρ γεγραπται δια του προφητου

6και συ βεθλεεμ τησ ιουδαιασ μη ελαχιστη ει

εν τοισ ηγεμοσιν ιουδα

εξ ου γαρ εξελευσεται ηγουμενοσ

οστισ ποιμενει τον λαον μου τον ισραηλ

7τοτε ηρωδησ λαθρα καλεσασ τουσ μαγουσ

ηκρειβασεν παρ αυτων τον χρονον

του φαινομενου αστεροσ

8και πεμψασ αυτουσ εισ βεθλεεμ ειπεν αυτοισ

πορευθεντεσ εξετασαται ακρειβωσ

περι του παιδιου οταν δε ευρητε

επαγγειλαται μοι

οπωσ καγω ελθων προσκυνησω αυτω

9οι δε ακουσαν του βασιλεωσ επορευθησαν

και ιδου ο αστηρ ον ειδον εν τη ανατολη

προηγεν αυτουσ εωσ ελθων εσταθη

επανω του παιδιου

10ιδοντεσ δε τον αστερα εχαρησαν

χαραν μεγαλην σφοδρα

11και ελθοντεσ εισ την οικειαν

ειδον τον παιδα

μετα μαριασ τησ μητροσ αυτου

και πεσοντεσ προσεκυνησαν αυτω

και ανοιξαντεσ τουσ θηνσαυρουσ αυτων

προσηνεγκαν αυτω δωρα

χρυσον και λιβανον και ζμυρναν

12και χρηματισθεντεσ κατ οναρ

μη ανακαμψαι προσ ηρωδην

δι αλλησ οδου ανεχωρησαν

εισ την χωραν αυτων

13αυτων δε αναχωρησαντων ειδου αγγελοσ κυ

Leaf 3v - Matthew 2:13+ (image )

φαινεται κατ οναρ τω ιωσηφ λεγων

εγερθεισ παραλαβε τον παιδα

και την μητερα αυτου και φευγε εισ αιγυπτον

και εισθι εκει εωσ αν σοι ειπω

μελλει γαρ ηρωδησ ζητειν τον παιδα

του απολεσαι αυτον

14ο δε διεγερθεισ παρελαβεν τον παιδα

και την μητερα αυτου νυκτοσ

και ανεχωρησεν εισ αιγυπτον 15και ην εκει

εωσ τησ τελευτησ ηρωδου ινα πληρωθη

το ρηθεν υπο κυ δια του προφητου

λεγοντοσ εξ εγυπτου εκαλεσα τον υιον μου

16τοτε ηρωδησ ιδων

οτι ενεπαιχθη υπο των μαγων

εθυμωθη λειαν και αποστειλασ

ανειλεν παντασ τουσ παιδασ

τουσ εν βεθλεαιμ

και εν πασιν τοισ οριοισ αυτησ

απο διετειασ και κατω κατα τον χρονον

ον ηκρειβασεν παρα των μαγων

17τοτε επληρωθη το ρηθεν υπο κυ

δια ηρεμιου του προφητου λεγοντοσ

18φωνη εν ραμα ηκουσθη

θρηνοσ και κλαυθμοσ

και οδυρμοσ πολυσ ραχηλ

κλαιουσα τα τεκνα αυτησ

και ουκ ηθελησεν παρακληθηναι οτι ουκ εισι̅

19τελευτησαντοσ δε του ηρωδου ιδου αγγελοσ κυ

φαινεται κατ οναρ τω ιωσηφ

εν αιγυπτω 20λεγων εγερθεισ παραλαβε

τον παιδα και την μητερα αυτου

και πορευου εισ γην ισραηλ τεθνηκασιν γαρ

οι ζητουντεσ την ψυχην του παιδιου

Leaf 4v - Matthew 2:21+ (image )

21ο δε διεγερθεισ παρελαβεν τον παιδα

και την μητερα αυτου και ηλθεν εισ {την} ισραηλ

22ακουσασ δε οτι αρχιλαοσ βασιλευει

επι τησ ιουδαιασ

αντι ηρωδου του πατροσ αυτου

εφηθη εκει απελθειν χρηματισθεισ δε κατ οναρ

ανεχωρησεν εισ τα μερη τησ γαλιλαιασ

23και ελθων κατωκησεν

εισ πολιν λεγομενην ναζαρετ

οπωσ πληρωθη το ρηθεν δια των προφητω̅

οτι ναζωρεοσ κληθησεται

1εν ταισ ημεραισ εκειναισ παραγεινεται ιωανησ

ο βαπτιστησ κηρυσσων εν τη ερημω τησ ιουδαιασ

2και λεγων μετανοειτε

ηνγικεν γαρ η βασιλια των ουρανων

3ουτοσ γαρ εστιν ο ρηθεισ

δια ησαιου του προφητου λεγοντοσ

φωνη βοωντοσ εν τη ερημω

ετοιμασατε την οδον κυ

ευθειασ ποιειτε τασ τρειβουσ αυτου

4αυτοσ δε ιωαννησ ειχεν το ενδυμα αυτου

απο τριχων καμηλλου και ζωνην δερματεινη̅

περι την οσφυν αυτου η δε τροφη ην αυτου

ακριδεσ και μελι αγριον

5τοτε εξεπορευετο προσ αυτον

ιεροσολυμα και πασα η ιουδαια

και πασα η περιχωροσ του ιορδανου

6και εβαπτιζοντο εν τω ιορδανη υπ αυτου

εξομολογουμενοι τασ αμαρτιασ αυτων

7ιδων δε πολλουσ των φαρισαιων

και σαδδουκαιων ερχομενουσ

επι το βαπτισμα αυτου ειπεν αυτοισ

γεννηματα εχιδνων τισ υπεδειξεν υμειν

φυγειν

______

21^{γην}

Leaf 5v - Matthew 3:16+ (image )

16καταβαινοντα εκ του ουρανου

ωσ περιστεραν και ερχομενον εισ αυτον

17και ιδου φωνη εκ των ουρανων λεγουσα

προσ αυτον συ ει ο υιοσ μου ο αγαπητοσ

εν ω ευδοκησα

1τοτε ο ιησ ανηχθη εισ την ερημον υπο του πνσ

πειρασθηναι υπο του διαβολου

2και νηστευσασ ημερασ μ

και τεσσερακοντα νυκτασ

υστερον επεινασεν

3και προσηλθεν αυτω ο πιραζων και ειπεν αυτω

ει υιοσ ει του θυ ειπε ινα οι λιθοι ουτοι αρτοι γενω̅ται

4αποκριθεισ δε ο ιησ ειπεν γεγραπται

ουκ επ αρτω μονω ζησεται ο ανθρωποσ

αλλ εν παντι ρηματι θυ

5τοτε παραλαμβανει αυτον ο διαβολοσ

εισ την αγιαν πολιν και εστησεν αυτον

επι το πτερυγιον του ιερου 6και λεγει αυτω

ει υιοσ ει θεου βαλε σεαυτον κατω

γεγραπται γαρ οτι τοισ αγγελοισ αυτου

εντελειται περι σου

και επει χειρων αιρουσιν σε μηποτε

προσκοψησ προσ λιθον τον ποδα σου

7εφη αυτω ο ιησ παλιν γεγραπται

ου πειρασεισ κν τον θν σου

8παλιν παραλαμβανει αυτον ο διαβολοσ

εισ οροσ υψηλον λειαν και εδειξεν αυτω

πασασ τασ βασιλειασ του κοσμου

και την δοξαν αυτων 9και ειπεν αυτω

ταυτα παντα σοι δωσω

εαν πεσων προσκυνησησ μοι

10τοτε λεγει αυτω ο ιησ υπαγε οπισω μου

σατανα γεγραπται γαρ

Leaf 6v - Matthew 4:10+ (image )

κν τον θν σου προσκυνησεισ

και αυτω μονω λατρευσεισ

11τοτε αφιησιν αυτον ο διαβολοσ

και ιδου αγγελοι προσηλθον

και διηκονουν αυτω

12ακουσασ δε οτι ιωαννησ παρεδοθη

ανεχωρησεν εισ την γαλιλαιαν

13και καταλειπων την ναζαρεθ

ελθων κατοικησεν εισ καφαρναουμ

την παραθαλασσιον εν οριοισ ζαβουλων

και νεφθαλειμ

14ινα πληρωθη το ρηθεν

δια ησαιου του προφητου του λεγοντοσ

15γη ζαβουλων και νεφθαλειν οδον θαλασσησ

περαν του ιορδανου γαλιλαιασ των εθνων

16ο λαοσ ο καθημενοσ εν τη σκοτεια

ειδον φωσ μεγαν

οι καθημενοι εν χωρα σκεια θανατου

φωσ ανετειλεν αυτοισ

17απο τοτε γαρ ηρξατο ιησ κηρυσσιν και λεγειν

μετανοειτε ηνγικεν γαρ

η βασιλεια των ουρανων

18παραγων δε παρα την θαλασσαν τησ γαλιλαιασ

ειδεν δυο αδελφουσ

σιμωνα τον λεγομενον πετρον

και ανδρεαν τον αδελφον αυτου

βαλλοντασ αμφιβληστροσ εισ την θαλασσα̅

ησαν γαρ αλιεισ 19και λεγει αυτοισ

δευτε οπεισω μου και ποιησω υμασ

γενεσθαι αλιεισ ανθρωπων

20οι δε ευθεωσ αφεντεσ τα δικτυα

ηκολουθησαν αυτω 21και προβασ εκειθεν

ειδεν αλλουσ δυο αδελφουσ

Leaf 7v - Matthew 4:21+ (image )

ιακωβον τον του ζεβεδαιου

και ιωαννην τον αδελφον αυτου

εν τω πλοιω μετα ζεβεδαιου του πατροσ αυτω̅

καταρτιζοντασ τα δικτυα αυτων

και εκαλεσεν αυτουσ

22οι δε ευθεωσ αφεντεσ το πλοιον

και τον πατερα αυτων ηκολουθησαν αυτω

23και περιηγεν ο ιησ ολην την γαλιλαιαν

διδασκων εν ταισ συναγωγαισ αυτων

και κηρυσσων το ευαγγελιον τησ βασιλιασ

και θεραπευων πασαν νοσον

και πασαν μαλακειαν εν τω λαω

24και απηλθεν αυτου η ακοη εισ ολην την συριαν

και προσηνεγκαν αυτω παντασ

τουσ κακωσ εχοντασ ποικειλαισ νοσοισ

και βασανοισ συνεχομενουσ

και δαιμονιζομενουσ και σεληνιαζομενουσ

και παραλυτικουσ και παντασ εθεραπευσεν

25και ηκολουθησαν αυτω οχλοι πολλοι

απο τησ γαλειλαιασ και δεκαπολεωσ

και ιεροσολυμων και ιουδαιασ

και περαν του ιορδανου

1ιδων δε τουσ οχλουσ ανεβη εισ το οροσ

και καθισαντοσ αυτου προσηλθον αυτω

οι μαθηται αυτου 2και ανοιξασ το στομα αυτου

εδιδαξεν αυτουσ λεγων

3μακαριοι οι πτωχοι πνι οτι αυτων εστιν

η βασιλεια των ουρανων

5μακαριοι οι πραεισ οτι αυτοι

κληρονομησουσιν την γην

4μακαριοι οι πενθουντεσ

οτι αυτοι παρακληθησονται

6μακαριοι οι πεινωντεσ και διψωντεσ την δικαιο

συνη̅

Leaf 8v - Matthew 5:6+ (image )

οτι αυτοι χορτασθησονται

7μακαριοι οι ελεημονεσ οτι αυτοι ελεηθησονται

8μακαριοι οι καθαροι τη καρδια

οτι αυτοι τον θν οψονται

9μακαριοι οι ειρηνοποιοι

οτι υιοι θυ κληθησονται

10μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνησ

οτι αυτων εστε η βασιλεια των ουρανων

11μακαριοι εστε οταν διωξουσιν υμασ

και ονιδισουσιν και ειπωσιν καθ υμων

παν πονηρον ενεκεν δικαιοσυνησ

12χαιρεται και αγαλλιασθαι οτι ο μισθοσ υμων

πολυσ εν τω ουρανω ουτωσ γαρ εδιωξαν

τουσ προφητασ τουσ προ υμων υπαρχοντων

13υμεισ εστε το αλα τησ γησ

εαν δε το αλασ μωρανθη

εν τινι αλισθησεται εισ ουδεν ισχυει

ει μη βληθηναι εξω και καταπατεισθαι

υπο των ανθρωπων

14υμεισ εστε το φωσ του κοσμου

ου δυναται πολισ κρυβηναι επανω ορουσ

κειμενη 15ουδε καιουσιν λυχνον

και τιθεασιν αυτον υπο τον μοδιον

αλλα επι την λυχνιαν και λαμπι πασιν

τοισ εν τη οικια

16ουτωσ λαμψατω το φωσ υμων

ενπροσθεν των ανθρωπων

οπωσ {ειδω�ιν} υμων τα καλα εργα

και δοξασωσιν τον πατερα υμων

τον εν τοισ ουρανοισ

17μη νομεισητε οτι ηλθον καταλυσαι τον νομον

η τουσ προφητασ ουκ ηλθον καταλυσαι

αλλα πληρωσαι 18αμην γαρ λεγω υμειν

______

16^{ειδωσιν}

Leaf 9v - Matthew 5:18+ (image )

εωσ αν παρελθη ο ουρανοσ και η γη

ιωτα εν η μια κεραια

ου μη παρελθη απο του νομου

εωσ αν γενηται παντα

19οσ ουν λυσει μιαν των εντολων τουτων

ελαχιστων και διδαξη τουσ ανθρωπουσ

ελαχιστοσ κληθησεται

εν τη βασιλεια των ουρανων

21ηκουσατε οτι ερρηθη τοισ αρχαιοισ

ου φονευσεισ οσ δ αν φονευση

ενοχοσ εστε τη κρισει

22εγω δε λεγω υμειν οτι πασ ο οργαζομενοσ

τω αδελφω αυτου εικη

ενοχοσ εσται τη κρισει

οσ δ αν ειπη τω αδελφω αυτου ραχα

ενοχοσ εστε τω συνεδριω

οσ δ αν ειπη μωρε

ενοχοσ εσται εισ την γεενναν του πυροσ

23εαν ουν προσφερησ το δωρον σου

επει το θυσιαστηριον και εκει μνησθησ

οτι ο αδελφοσ σου εχει τι κατα σου

24αφεσ εκει το δωρον σου

ενπροσθεν του θυσιαστηριου και υπαγε πρωτο̅

καταλλαγηθι τω αδελφω σου και τοτε ελθων

προσφερεισ το δωρον σου

25ισθει ευνοων τω αντιδικω σου ταχυ

οτου ει μετ αυτου εν τη οδω

μηποτε σε παραδωσει ο αντιδεικοσ

τω κριτη και ο κριτησ σε παραδωσει

τω υπηρετη και εισ φυλακην βληθησει

26αμην λεγω σοι ου μη εξελθησ εκειθεν

εωσ αν αποδωσ τον εσχατον κοδραντην

27ηκουσατε οτι ερρηθη ου μοιχευσεισ

Leaf 10v - Matthew 5:28+ (image )

28εγω δε λεγω υμειν οτι πασ

ο βλεπων γυναικα

προσ το επιθυμησαι αυτην

ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου

29ει δε ο οφθαλμοσ ο δεξιοσ σου

σκανδαλιζει σε εξελε αυτον

και βαλε απο σου συμφερει γαρ σοι

ινα απολητε εν των μελων σου

και μη ολον το σωμα σου

απελθη εισ γεενναν

31ερρηθη δε

οσ αν απολυση την γυναικα αυτου

δοτω αυτη αποστασιον

32εγω δε λεγω υμειν

οσ αν απολυση την γυναικα αυτου

παρεκτοσ λογου πορνειασ

ποιει αυτην μοιχευθηναι

33παλιν ηκουσατε

οτι ερρηθη τοισ αρχαιοισ ουκ επειορκησισ

αποδωσεισ δε τω κω τουσ ορκουσ σου

34εγω δε λεγω υμειν μη ομοσαι ολωσ

μητε εν τω ουρανω

οτι θρονοσ εστιν του θυ 35μητε εν τη γη

οτι υποποδιον εστιν των ποδων αυτου

μητε εισ ιεροσολυμα οτι πολισ εστιν

του μεγαλου βασιλεωσ

36μητε εν τη κεφαλη σου ομοσησ

οτι ου δυνασαι ποιειν

τριχα μειαν λευκην η μελαιναν

37εστω δε ο λογοσ υμων

ναι ναι ου ου

το δε περισσον τουτων εκ του πονηρου εστι̅

38ηκουσατε οτι ερρηθη οφθαλμον αντι οφθαλ

μου

Leaf 11v - Matthew 5:38+ (image )

οδοντα αντι οδοντοσ

39εγω δε λεγω υμειν μη αντιστηναι

τω πονηρω αλλ οστισ σε ραπεισει

επι την σιαγονα σου στρεψον αυτω

και την αλλην 40και ο θελων σοι κριθηναι

και τον χειτωνα σου λαβειν

αφησεισ αυτω και το ειματιον

41και οστισ σε αγγαρευει μειλιον εν

υπαγε μετ αυτου ετι αλλα δυο

42τω αιτουντει σε δοσ

και τω θελοντι δανισασθαι μη αποστραφησ

43ηκουσατε οτι ερρηθη

αγαπησεισ τον πλησιον σου

και μεισησεισ τον εχθρον σου

44εγω δε λεγω υμειν αγαπατε τουσ εχθρουσ υμω̅

ευλογειτε τουσ καταρωμενουσ υμειν

καλωσ ποιειτε τοισ μεισουσιν υμασ

και προσευχεσθαι υπερ των επηριαζοντω̅

και διωκοντων υμασ

45οπωσ γενησθε υιοι του πατροσ υμων

του εν ουρανοισ οτι τον ηλιον αυτου ανατελλει

επι πονηρουσ και αγαθουσ και βρεχει

επι δικαιουσ και αδικουσ

46εαν γαρ αγαπησηται τουσ αγαπωντασ υμασ

τινα μεισθον εξεται

ουχι και οι τελωναι ουτωσ ποιουσιν

47και εαν ασπασησθαι τουσ αδελφουσ υμων

μονον τι περισσον ποιειτε

ουχι και οι εθνικοι το αυτο ποιουσιν

48εσεσθε ουν υμεισ τελειοι

ωσπερ ο πατηρ υμων εν ουρανοισ

τελιοσ εστιν 1προσεχεται

την δικαιοσυνην υμων μη ποιειν

Leaf 12v - Matthew 6:1+ (image )

ενπροσθεν των ανθρωπων

προσ το θεαθηναι αυτοισ ει δε μη γε

μισθον ουκ εχετε παρα τω πατρι υμων

τω εν ουρανοισ

2οταν ουν ποιησ ελεημοσυνην

μη σαλπισησ ενπροσθεν σου

ωσπερ οι υποκριται ποιουσιν

εν ταισ συναγωγαισ και εν ταισ ρυμαισ

οπωσ δοξασθωσιν υπο των ανθρωπων

αμην λεγω υμειν

απεχουσιν τον μισθον αυτων

3σου δε ποιουντοσ ελεημοσυνην

μη γνωτω η αριστερα σου

τι ποιει η δεξεια σου

4οπωσ η ελεημοσυνη σου η εν τω κρυπτω

και ο πατηρ σου ο βλεπων εν τω κρυπτω

αυτοσ αποδωσει σοι

5και οταν προσευχη ουκ εση ωσ οι υποκριται

οτι φιλουσιν στηναι εν ταισ συναγωγαισ

και εν ταισ γωνιαισ των πλατειων

εστωτεσ και προσευχομενοι

οπωσ φανωσιν τοισ ανθρωποισ

αμην λεγω υμειν

απεχουσιν τον μισθον αυτον

6συ δε οταν προσευχη εισελθε εισ το

ταμιον σου και κλεισασ την θυραν σου

προσευξαι τω πατρι σου εν τω κρυπτω

και ο πατηρ σου ο βλεπων εν τω κρυπτω

αποδωσει σοι

7προσευχομενοι δε μη βλαττολογησηται

ωσπερ οι εθνικοι δοκουσιν γαρ

οτι εν τη πολυλογια αυτων εισακουσθησονται

8μη ουν ομοιωθητε αυτοισ

Leaf 13v - Matthew 6:8+ (image )

οιδεν γαρ ο πατηρ υμων ων χρειαν εχεται

προ του υμασ ανοιξε το στομα

9ουτωσ ουν προσευχεσθαι υμεισ

πατερ ημων ο εν τοισ ουρανοισ

αγιασθητω το ονομα σου

10ελθατω η βασιλεια σου

γενηθητω το θελημα σου

εν ουρανω και επι τησ γησ

11τον αρτον ημων τον επιουσιον

δοσ ημειν σημερον 12και αφεσ ημειν

τα οφιλεματα ημων ωσ και ημεισ αφιομεν

τοισ οφιλεταισ ημων 13και μη εισενεγκησ ημασ

εισ πειρασμον

αλλα ρυσαι ημασ απο του πονηρου

14εαν αφητε τοισ ανθρωποισ τα παραπτωματα αυτω̅

αφησει υμειν και ο πατηρ υμων ο ουρανιοσ

15εαν δε μη αφητε τοισ ανθρωποισ

ουδε ο πατηρ υμων αφησει υμειν

τα παραπτωματα υμων

16οταν δε νηστευητε μη γεινεσθαι

ωσ οι υποκρειται σκυθρωποι

αφανιζουσιν γαρ τα προσωπα αυτων

οπωσ φανωσιν τοισ ανθρωποισ νηστευοντεσ

αμην λεγω υμειν απεχουσιν τον μισθον αυτων

17συ δε νηστευων αλιψον σου την κεφαλην

και το προσωπον σου νιψαι 18ινα μη φανησ

τοισ ανθρωποισ νηστευων

αλλα τω πατρι σου τω εν κρυφια

και ο πατηρ σου ο βλεπων εν κρυφαιω αποδωσει σοι

19μη θησαυρισεται υμειν θησαυρουσ

επι τησ γησ οπου σησ και βρωσεισ αφανιζουσιν

και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν

20θησαυριζετε δε υμειν θησαυρουσ ουσ εν ουρανω

Leaf 14v - Matthew 9:2+ (image )

2και ιδων ο ιησ την πιστιν αυτων

ειπεν τω παραλυτικω {θαρει} τεκνον

αφιοντε σοι αι αμαρτιαι

3και ιδου τινεσ των γραμματαιων

ειπον εν εαυτοισ ουτοσ βλασφημι

4και ιδων ο ιησ τασ ενθυμησεισ αυτων

ειπεν αυτοισ ινα τι ενθυμεισθαι πονηρα

εν ταισ καρδιαισ υμων

5τι γαρ εστιν ευκοπωτερον ειπειν

αφιονται σου αι αμαρτιαι

η ειπειν εγειρε και περιπατει

6ινα δε ιδητε οτι ο υιοσ του ανθρωπου

εξουσιαν εχει επι τησ γησ

αφιεναι αμαρτειασ τοτε λεγει τω παραλυτικω

εγειρε και αρον σου την κλεινην

και υπαγε εισ τον οικον σου

7και εγερθεισ απηλθεν εισ τον οικον αυτου

8ειδοντεσ δε οι οχλοι εφοβηθησαν

και εδοξασαν τον θν τον δοντα εξουσιαν

τοιαυτην τοισ ανθρωποισ

9και παραγων εκειθεν ο ιησ ειδεν ανθρωπον

καθημενον επι το τελωνιον

μαθθαιον λεγομενον

και λεγει αυτω ακολουθει μοι

και αναστασ ηκολουθει αυτω

10και εγενετο αυτου ανακειμενου εν τη οικεια

ιδου πολλοι τελωναι και αμαρτωλοι

ελθοντεσ συνεκειντο τω ιηυ

και τοισ μαθηταισ αυτου

11ειδοντεσ δε οι φαρισαιοι

ειπον τοισ μαθηταισ αυτου

δια τι ο διδασκαλοσ υμων

μετα των αμαρτωλων και τελωνων εσθιει

______

2^{θαρσει}

Leaf 15v - Matthew 9:12+ (image )

12ο δε ακουσασ ειπεν ου χρειαν εχουσιν

οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ

13πορευθεντεσ δε μαθετε τι εστιν

ελεοσ θελω και ου θυσιαν

ου γαρ ηλθον καλεσε δικαιουσ αλλα αμαρτωλουσ

14τοτε προσερχονται αυτω οι μαθηται ιωανου

λεγοντεσ δια τι ημεισ και οι φαρισαιοι

νηστευομεν πολλα

οι δε μαθηται σου ου νηστευουσιν

15και ειπεν αυτοισ ο ιησ μητι δυνανται

οι υιοι του νυνφιου νηστευειν

εφ οσον μετ αυτων εστιν ο νυμφιοσ

ελευσοντε δε αι ημεραι οταν αρθη απ αυτων

ο νυμφιοσ και τοτε {νηστευουσιν}

εν εκειναισ ταισ ημεραισ

16ουδεισ δε επιβαλλει επιβλημα ρακκουσ αγναφου

επι ειματιω παλαιω αιρει γαρ το πληρωμα αυτου

απο του ειματειου και χειρον σχεισμα γεινεται

17ουδε βαλλουσιν οινον νεον εισ ασκουσ παλαιουσ

ει δε μη γε ρησσει ο οινοσ ο νεοσ τουσ ασκουσ

και ο οινοσ απολλυται και οι ασκοι βαλλουσιν δε

οινον νεον εισ ασκουσ καινουσ

και αμφοτεροι τηρουνται

18ταυτα αυτου λαλουντοσ αυτοισ ιδου αρχων

εισ ελθων προσεκυνι αυτω λεγων

η θυγατηρ μου αρτι ετελευτησεν

αλλα ελθων επιθεσ την χειρα σου επ αυτην

και ζησεται 19και εγερθεισ ο ιησ ηκολουθι αυτω

και οι μαθηται αυτου

20και ιδου γυνη αιμορροουσα δωδεκα ετη

προσελθουσα οπισθεν ηψατο

του κρασπεδου του ματιου αυτου

21ελεγεν γαρ εν εαυτη

______

15^{νηστευσουσιν}

Leaf 16v - Matthew 9:21+ (image )

εαν αψωμαι μονον του ιματιου αυτου

σωθησομαι 22ο δε εστη στραφεισ

και ειδων αυτην ειπεν

θαρσει θυγατηρ η πιστισ σου σεσωκεν σε

και εσωθη η γυνη απο τησ ωρασ εκεινησ

23και ελθων ο ιησ εισ την οικειαν του αρχοντοσ

και ιδων τουσ αυλητασ και τον οχλον

θορυβουμενον 24ελεγεν αναχωρειτε

ου γαρ απεθανεν το κορασιον αλλα καθευδει

και κατεγελων αυτον

25οτε δε εξεβληθη ο οχλοσ ελθων εκρατησεν

την χειρα αυτησ και ηγερθη το κορασιον

26και εξηλθεν η φημη αυτου

εισ ολην την γην εκεινην

27και παραγοντι εκειθεν τω ιηυ

ηκολουθησαν δυο τυφλοι κραζοντεσ και λεγοντεσ

ελεησον ημασ υιε δαυειδ

28και ερχεται εισ την οικειαν

και προσηλθον αυτω οι δυο τυφλοι

και λεγει αυτοισ ο ιησ πιστευετε

οτι δυναμαι τουτο ποιησαι λεγουσιν αυτω ναι κε

29τοτε ηψατο των ομματων αυτων και ειπεν

κατα την πιστιν υμων γενηθητω υμειν

30και ηνεωχθησαν οι οφθαλμοι αυτων

και ενεβριμησατο αυτοισ ιησ λεγων

ορατε μηδεισ γεινωσκετω

31οι δε εξελθοντεσ διεφημεισαν αυτον

εν ολη τη γη εκεινη

32αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω

ανθρωπον κωφον δαιμονιζομενον

33και εκβληθεντοσ του δαιμονιου

ελαλησεν ο κωφοσ

και εθαυμασαν οι οχλοι λεγοντεσ

Leaf 17v - Matthew 9:33+ (image )

ουδεποτε ουτωσ εφανη εν ισραηλ

35και περιηγεν ο ιησ τασ πολισ πασασ

και τασ κωμασ διδασκων εν ταισ συναγωγαισ αυτω̅

και κηρυσσων το ευαγγελιον τησ βασιλειασ

και θεραπευων πασαν νοσον

και πασαν μαλακειαν

36ιδων δε τουσ οχλουσ εσπλανχνισθη

περι αυτων οτι ησαν {εακυλμενοι}

και ρεριμμενοι ωσ προβατα μη εχοντα ποιμενα

37τοτε λεγει τοισ μαθηταισ αυτου

ο μεν θερισμοσ πολυσ οι δε εργαται ολιγοι

38δεηθητε ουν τον κν του θερισμου

οπωσ εκβαλη εργατασ εισ τον θερισμον αυτου

1και προσκαλεσαμενοσ τουσ ιβ μαθητασ αυτου

εδωκεν αυτοισ εξουσιαν πνευματων ακαθαρτω̅

ωστε εκβαλειν {αυτω} και θεραπευειν

πασαν νοσον και πασαν μαλακειαν

2των ιβ αποστολων τα ονοματα εστιν ταυτα

πρωτοσ σιμων ο λεγομενοσ πετροσ

και ανδρεασ ο αδελφοσ αυτου

ιακωβοσ {} του ζεβεδεου

και ιωαννησ ο αδελφοσ αυτου

3φιλιπποσ και βαρθολομαιοσ

θωμασ και μαθθαιοσ ο τελωνησ

ιακωβοσ ο του αλφαιου και λεββεοσ

4και σιμων ο χαναναιοσ και ιουδασ ο σκαριωτησ

ο και παραδουσ αυτον

5τουτουσ τουσ ιβ απεστειλεν ο ιησ

παραγγειλασ αυτοισ και λεγων

εισ οδον εθνων μη απελθητε

και εισ πολιν σαμαριτανων μη εισελθητε

6υπαγετε μαλλον προσ τα προβατα τα απολωλοτα

οικου εισραηλ

______

36^{εσκυλμενοι} 1^{αυτα} 2^{ο}

Leaf 18v - Matthew 10:7+ (image )

7πορευομενοι δε κηρυσσεται λεγοντεσ

οτι ηγγικεν η βασιλεια των ουρανων

8ασθενουντασ θεραπευσατε νεκρουσ εγειρατε

λεπρουσ καθαρεισατε και δαιμονια εκβαλετε

δωρεαν ελαβετε δωρεαν δοτε

9μη κτησησθε χρυσον μητε αργυρον

μητε χαλκον εισ τασ ζωνασ υμων

10μητε πηραν εισ οδον

μητε δυο χειθωνασ μητε υποδηματα

μητε ραβδον

αξιοσ γαρ εστιν ο εργατησ τησ τροφησ αυτου

11η πολισ εισ ην αν εισελθητε εισ αυτην

εξετασατε τισ εν αυτη αξιοσ εστιν

κακει μεινατε εωσ αν εξελθητε

12εισερχομενοι δε εισ την οικειαν

ασπασασθαι αυτην λεγοντεσ

ειρηνη τω οικω τουτω

13εαν μεν η η οικεια αξια εστε η ειρηνη

υμων επ αυτην ει δε μη γε ειρηνη υμων

προσ υμασ επιστραφητω

14και οσ αν μη δεξηται υμασ

μηδε ακουση τουσ λογουσ υμων

εξερχομενοι εξω τησ πολεωσ

εκτειναξατε τον κονιορτον των ποδων υμω̅

15αμην λεγω υμειν ανεκτοτερον εστε

γη σοδομων και γομορασ

εν η ημερα κρισεωσ η τη πολει εκεινη

16ιδου εγω αποστελλω υμασ

ωσ προβατα εν μεσω λυκων

γεινεσθε ουν φρονιμοι ωσ οι οφεισ

και απλουστατοι ωσ αι περιστεραι

17προσεχετε απο των ανθρωπων

παραδωσουσιν γαρ υμασ εισ συνεδρια

Leaf 19v - Matthew 10:17+ (image )

και εισ τασ συναγωγασ αυτων μαστειγωσουσιν υμασ

18και επι ηγεμονων σταθησεσθαι ενεκεν εμου

εισ μαρτυριον αυτοισ και τοισ εθνεσιν

19οταν δε παραδωσουσιν υμασ μη μεριμνησητε

πωσ η τι λαλησητε 20ου γαρ υμεισ εστε

οι λαλουντεσ αλλα το πνα του πατροσ

το λαλουν εν υμειν

21παραδωσει δε αδελφοσ αδελφον εισ θανατον

και πατηρ τεκνον

και επαναστησονται τεκνα επι γονεισ

και θανατωσουσιν αυτουσ

22και εσεσθαι μεισουμενοι υπο παντων

δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ

ουτοσ σωθησεται

23οταν δε διωκουσιν υμασ εν τη πολι ταυτη

φευγεται εισ την αλλην εαν δε εν τη αλλη

διωκουσιν υμασ φευγετε εισ την αλλην

αμην λεγω υμειν

ου μη τελεσητε τασ πολεισ ισραηλ

εωσ αν ελθη ο υιοσ του ανθρωπου

24ουκ εστιν μαθητησ υπερ τον διδασκαλον

ουδε δουλοσ υπερ τον κν αυτου

25αρκετον τω μαθητη ινα γενηται

ωσ ο διδασκαλοσ αυτου και ο δουλοσ ωσ ο κσ αυτου

ει τον οικοδεσποτην βελζεβουλ καλουσιν

ποσω μαλλον τουσ οικειακουσ αυτου

26μη ουν φοβηθητε αυτουσ

ουδεν γαρ εστιν κεκαλυμμενον

ο ουκ αποκαλυφθησεται

και κρυπτον ο ου γνωσθησεται

27ο λεγω υμειν εν τη σκοτια ειπατε εν τω φωτι

και ο εισ το ουσ ακουετε

κηρυσσεται επι των δωματων

Leaf 20v - Matthew 10:28+ (image )

28και μη φοβηθητε

απο των αποκτεννοντων το σωμα

την δε ψυχην μη δυναμενων σφαξαι

φοβηθητε δε μαλλον τον δυναμενον

και ψυχην και σωμα απολεσαι εισ γεενναν

29ουχι δυο στρουθια του ασσαριου πωλουνται

και εν εξ αυτων ου πεσειται επι την γην

ανευ του πατροσ υμων

30αλλα και αι τριχεσ τησ κεφαλησ υμων

πασαι ηριθμημεναι εισιν

31μη ουν φοβεισθαι πολλων στρουθειων

διαφερετε υμεισ

32πασ ουν οστεισ ομολογησει εν εμοι

ενπροσθεν των ανθρωπων ομολογησω καγω αυτο̅

ενπροσθεν του πατροσ μου του εν ουρανοισ

33οστισ δ αν αρνησητε με ενπροσθεν των ανθρωπω̅

αρνησομαι καγω αυτον

ενπροσθεν του πατροσ μου του εν ουρανοισ

34μη νομισηται οτι ηλθον

βαλειν ειρηνην επι την γην

ουκ ηλθον βαλειν ειρην αλλα μαχαιραν

35ηλθον γαρ δικασαι υιον κατα πατροσ αυτου

και θυγατερα κατα τησ μητροσ αυτησ

και νυμφην κατα τησ πενθερασ αυτησ

36και εκθροι του ανθρωπου οι οικιακοι αυτου

37ο φιλων πατερα η μητερα υπερ εμε

ουκ εστιν μου αξιοσ

38και οσ ου λαμβανει τον σταυρον αυτου

και ακολουθει οπισω μου ουκ εστιν μου αξιοσ

39ο ευρων την ψυχην αυτου απολεσει αυτην

ο δε απολεσασ την ψυχην αυτου

ενεκεν εμου ευρησει αυτην

40ο δεχομενοσ υμασ εμε δεχεται

Leaf 21v - Matthew 10:40+ (image )

και ο εμε δεχομενοσ δεχεται τον αποστειλαντα με

41ο δεχομενοσ προφητην εισ ονομα προφητου

μισθον προφητου λημψεται

42και οσ αν ποτειση ενα των ελαχιστων τουτων

ποτηριον υδατοσ ψυχρου εισ ονομα μαθητου

αμην λεγω υμειν ου μη αποληται ο μισθοσ αυτου

1και εγενετο οτε ετελεσεν ο ιησ διατασσων

τοισ δωδεκα μαθηταισ αυτου μετεβη εκειθεν

του διδασκειν και κηρυσσειν

εν ταισ πολεσιν αυτων

2ο δε ιωαννησ ακουσασ εν τω δεσμωτηριω

τα εργα του ιηυ πεμψασ δια των μαθητων αυτου

3ειπεν αυτω

συ ει ο εργαζομενοσ η ετερον προσδοκωμεν

4αποκριθεισ δε ο ιησ ειπεν αυτοισ

πορευθεντεσ απαγγειλατε ιωαννει

α ακουετε και βλεπετε 5τυβλοι αναβλεπουσιν

λεπροι καθαριζονται και κωφοι ακουουσιν

και νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται

6και μακαριοσ εστιν

οσ αν μη σκανδαλισθη εν εμοι

7τουτων δε πορευομενων ηρξατο ιησ λεγειν

τοισ οχλοισ περι ιωαννου

τι εξηλθατε εισ την ερημον θεασασθαι

καλαμον υπο ανεμου σαλευομενον

8αλλα τι εξηλθατε ειδειν

ανθρωπον μαλακοισ ημφιασμενον

ειδου οι τα μαλακα φορουντεσ

εν τοισ οικοισ των βασιλεων εισιν

9αλλα τει εξηλθατε ειδειν προφητην

ναι λεγω υμειν

και περισσοτερον προφητου

10ουτοσ εστιν περι ου γεγραπται

Leaf 22v - Matthew 11:10+ (image )

ιδου εγω αποστελλω τον ανγελον μου

προ προσωπου σου οσ κατασκευασει την οδον σου

ενπροσθεν σου

11αμην λεγω υμειν ουκ εγηγερται

εν τοισ γεννητοισ των γυναικων

μειζων ιωαννου του βαπτιστου

ο δε μικροτεροσ εν τη βασιλεια των ουρανων

μειζων αυτου εστιν

12απο {} των ημερων ιωαννουσ του βαπτιστου

εωσ αρτι η βασιλεια των ουρανων βιαζεται

και οι βιασται αρπαζουσιν αυτην

13παντεσ γαρ οι προφηται και ο νομοσ

εωσ ιωαννου επροφητευσαν

14και ει θελεται δεξασθαι

αυτοσ εστιν ηλειασ ο μελλων ερχεσθαι

15ο εχων ωτα ακουετω

16τινι δε ομοιωσω την γενεαν ταυτην

ομοια εστιν παιδιοισ καθημενοισ εν τη αγορα

α προσφωνουντα τοισ ετεροισ 17λεγουσιν

ηυλησαμεν υμειν και ουκ ωρχησασθαι

εθρηνησαμεν και ουκ εκοψασθαι

18ηλθεν γαρ ιωαννησ

μητε εσθιων μητε πεινων

και λεγουσιν δαιμονιον εχει

19ηλθεν ο υιοσ του ανθρωπου εσθιων και πεινων

και λεγουσιν ιδου ανθρωποσ

φαγοσ και οινοποτησ

τελωνων φιλοσ και αμαρτωλων

και εδικαιωθη η σοφια απο των τεκνων αυτησ

20τοτε ηρξατο ονειδιζειν τασ πολεισ

εν αισ γεγονεισαν {α} πλεισται δυναμεισ

οτι ου μετενοησαν

21ουαι σοι χοροζαιν και βεθσαειδα

______

12^{δε} 20^{αι}

Leaf 23v - Matthew 11:21+ (image )

οτι ει εν τυρω και σιδωνει εγεγονεισαν

αι δυναμεισ αι γενομεναι εν υμειν παλαι

αν εν σακκω και σποδω μετενοησαν

22πλην λεγω υμειν τυρω και σειδωνι

ανεκτοτερον εστε εν ημερα κρεισεωσ {ην} υμει̅

23και συ καφαρναουμ μη εωσ ουρανου υψωθηση

η εωσ αδου καταβηση

οτι ει εν σοδομοισ εγενηθησαν αι δυναμεισ

αι γενομεναι εν σοι

εμειναν αν μεχρι τησ σημερον

24πλην λεγω υμειν

οτι γησ σοδομων ανεκτοτερον εσται

εν ημερα κρισεωσ ην υμειν

25εν εκεινω τω καιρω αποκρειθεισ ο ιησ ειπεν

εξομολογουμαι σοι πατερ κε του ουρανου

και τησ γησ οτι εκρυψασ ταυτα

απο σοφων και συνετων

και απεκαλυψεσ αυτα νηπιοισ 26ναι ο πατηρ

οτι ουτωσ εγενετο ευδοκεια ενπροσθεν σου

27παντα μοι παρεδοθη υπο του πρσ μου

και ουδεισ επιγεινωσκει τον υιον ει μη ο πατηρ

ουδε τον πατερα τισ επιγεινωσκει ει μη ο υιοσ

και ω αν βουληται ο υιοσ αποκαλυψαι

28δευτε προσ με παντεσ οι κοπιωντεσ

και πεφορτισμενοι εσται καγω αναπαυσω υμασ

29αρατε τον ζυγον μου εφ υμασ

και μαθεται απ εμου οτι πραυσ ειμει

και ταπεινοσ τη καρδια

και ευρησεται αναπαυσιν ταισ ψυχαισ υμων

30ο γαρ ζυγοσ μου χρηστοσ

και το φορτιον μου ελαφρον εστιν

1εν εκεινω τω καιρω επορευθη ο ιησ σαββασιν

δια των σποριμων οι δε μαθηται αυτου επινασα̅

______

22^{η}

Leaf 24v - Matthew 12:1+ (image )

και ηρξαντο του σταχυασ τιλλειν και αισθιειν

2οι δε φαρισαιοι ιδοντεσ αυτουσ ειπον αυτω

ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν

ποιειν εν σαββατω

3ο δε ειπεν αυτοισ ουκ ανεγνωται

τι εποιησεν δαυειδ οτε επινασεν

και οι μετ αυτου

4πωσ εισηλθεν εισ τον οικον του θυ

και τουσ αρτουσ τησ προσθεσεωσ εφαγεν

ο ουκ ην εξον αυτω φαγειν

ουδε τοισ μετ αυτου ει μη τοισ ιερευσιν μονοισ

5η ουκ ανεγνωτε εν τω νομω

οτι εν τοισ σαββασιν οι ειερεισ εν τω ιερω

το σαββατον βεβηλουσιν και ανετιοι εισιν

6λεγω γαρ υμειν οτι του ιερου μειζον εστιν ωδε

7ει δε εγνωκειτε τι εστιν

ελεοσ θελω και ου θυσιαν

ουκ αν κατεδικασατε τουσ ανετιουσ

8κσ γαρ εστιν του σαββατου ο υιοσ του ανθρωπου

9και μεταβασ εκειθεν ηλθεν

εισ την συναγωγην αυτων 10και ιδου ανθρωποσ

ην εκει την χειρα εχων ξηραν

και επηρωτησαν αυτον λεγοντεσ

ει εξεστιν τοισ σαββασιν θεραπευσε

ινα κατηγορησουσιν αυτου

11ο δε ειπεν αυτοισ

τι εστιν εν υμειν ανθρωποσ

οσ εχει προβατον εν

και ενπεση τοισ σαββασιν εισ βοθυνον

ουχει κρατει αυτο και εγειρει

12ποσω ουν διαφερει ανθρωποσ του προβατου

ωστε εξεστιν τοισ σαββασιν καλωσ ποιειν

13τοτε λεγει τω ανθρωπω εκτεινον την χειρα σου

Leaf 25v - Matthew 12:13+ (image )

και εξετεινεν και αποκατεσταθη

υγειησ ωσ η αλλη 14και εξελθοντεσ οι φαρεισαιοι

συνβουλιον ελαβον κατ αυτου

οπωσ αυτον απολεσωσιν

15ο δε ιησ γνουσ ανεχωρησεν εκειθεν

και ηκολουθησαν αυτω οχλοι πολλοι

και εθεραπευσεν αυτουσ

παντασ δε ουσ εθεραπευσεν επεπληξεν αυτοισ

16ινα μη φανερον αυτον ποιησωσιν

17ινα πληρωθη το ρηθεν

δια ησαιου του προφητου λεγοντοσ

18ιδου ο παισ μου εισ ον ηρετισα ο αγαπητοσ μου

εν ω ηυδοκησεν η ψυχη μου

θησω το πνα μου επ αυτον

και κρισιν τοισ εθνεσιν απαγγελλει

19ουκ ερισει ουδε κραυγασει

ουδε ακουει τισ εν ταισ πλατειαισ την φωνην αυτου

20ου κατιαξεισ και λινον τυφομενον

ου μη ζβεσει εωσ αν εκβαλη εισ νικοσ την κρισι̅

21και εν τω ονοματι αυτου εθνη ελπιζουσιν

22τοτε προσηνεχθη αυτω δαιμονιζομενοσ

τυφλοσ και κωφοσ και εθεραπευσεν αυτον

ωστε τον κωφον λαλειν και βλεπειν

23και εξισταντο παντεσ οι οχλοι και ελεγον

μητι οτι ουτοσ εστιν ο υιοσ δαυειδ

24οι δε φαρισαιοι ακουσαντεσ ειπον

ουτοσ ουκ εκβαλλει τα δαιμονια

ει μη εν τω βεελζεβουλ αρχοντι των δαιμονιω̅

25ιδων δε τασ ενθυμησεισ αυτων

ειπεν αυτοισ πασα βασιλεια μερισθεισα

εφ εαυτην ερημουτει

και πασα πολισ η οικια μερισθισα εφ εαυτην

ου στησεται 26ει δε και ο σατανασ τον σαταναν εκ

βαλλει

Leaf 26v - Matthew 12:26+ (image )

εφ εαυτον εμερισθη

πωσ ουν σταθησεται η βασιλεια αυτου

27ει δε εγω εν {βεελζεβουσ} εκβαλλω τα δαιμονια

οι υιοι υμων εν τινι εκβαλλουσιν

δια τουτο αυτοι κριται εσονται υμων

28ει δε εν πνι θυ εγω εκβαλλω τα δαιμονια

αρα {εφθασαν} εφ υμασ η βασιλεια του θυ

29η πωσ δυναται τισ εισελθειν

εισ την οικειαν του ισχυρου και τα σκευη αυτου

διαρπασαι εαν μη πρωτον δηση τον ισχυρον

και τοτε την οικειαν αυτου διαρπαση

30ο μη ων μετ εμου κατ εμου εστιν

και ο μη συναγων μετ εμου σκορπιζει

31δια τουτο λεγω υμειν πασα αμαρτια

και βλασφημια αφεθησεται τοισ ανθρωποισ

η δε του πνσ βλασφημια

ουκ αφεθησεται τοισ ανθρωποισ

32και οσ αν ειπη λογον κατα του υιου

του ανθρωπου αφεθησεται αυτω

οσ δ αν ειπη κατα του πνσ του αγιου

ουκ αφεθησεται αυτω ουτε εν τουτω τω αιωνι

ουτε εν τω μελλοντι

33η ποιησαται τον δενδρον καλον

και τον καρπον αυτου καλον

η ποιησατε το δενδρον σαπρον

και τον καρπον αυτου σαπρον

εκ γαρ του καρπου το δενδρον γεινωσκεται

34γεννηματα εχιδνων

πωσ δυνασθαι αγαθα λαλειν

πονηροι οντεσ

εκ γαρ του περισσευματοσ τησ καρδιασ

το στομα λαλει αγαθα 35αγαθοσ ανθρωποσ

εκ του αγαθου θησαυρου εκβαλλει αγαθα

______

27^{βεελζεβουλ} 28^{εφθασεν}

Leaf 27v - Matthew 12:35+ (image )

και ο πονηροσ ανθρωποσ εκ του πονηρου θησαυρου

εκβαλλει πονηρα

36λεγω δε υμειν οτι παν ρημα αργον

ο λαλουσιν οι ανθρωποι αποδωσουσιν

περι αυτου λογον εν ημερα κρισεωσ

37εκ γαρ των λογων σου δικαιωθηση

η εκ των λογων σου καταδικασθηση

38τοτε απεκριθησαν αυτω τινεσ των γραμματεω̅

και φαρισαιων λεγοντεσ διδασκαλε

θελομεν απο σου σημειον ιδειν

39ο δε αποκριθεισ ειπεν αυτοισ γενεα πονηρα

και μοιχαλισ σημειον επιζητει

και σημιον ου δοθησεται σοι

ει μη το σημιον ιωνα του προφητου

40ωσπερι γαρ ιωνασ εν τη κοιλια του κητουσ

τρεισ ημερασ και τρεισ νυκτασ

ουτωσ εστε και ο υιοσ του ανθρωπου

εν τη καρδια τησ γησ τρεισ ημερασ

και τρεισ νυκτασ

41ανδρεσ νεινευεται αναστησονται εν τη κρισει

μετα τησ νεασ ταυτησ και κακρινουσιν αυτη̅

οτι μετενοησαν εισ το κηρυγμα ιωνα

και ιδου πλειον ιωνα ωδε 42βασιλισσα νοτου

εγερθησεται εν τη κρισει

μετα τησ γενεασ ταυτησ και κατακρεινι αυτη̅

οτι ηλθεν εκ των περατων τησ γησ

ακουσαι την σοφιαν του σολομωνοσ

και ειδου πλειον σολομωνοσ ωδε

43οταν δε το ακαθαρτον πνα εξηλθη

απο του ανθρωπου

διερχεται δι ανυδρων τοπων

ζητουν αναπαυσιν και ουχ ευρεισκει

44τοτε λεγει εισ τον οικον μου επιστρεψω

Leaf 28v - Matthew 12:44+ (image )

οθεν εξηλθον και ελθων ευρεισκει

τον οικον σχολαζοντα

σεσαρωμενον και κεκοσμημενον

45τοτε πορευεται και παραλαμβανει μεθ εαυτου

επτα ετερα πνευματα πονηροτερα αυτου

και εισελθοντα κατοικει εκει

και γεινεται τα αισχατα αυτου

του ανθρωπου εκεινου χειρον των πρωτων

ουτωσ εστε και τη γενεα ταυτη τη πονηρα

46λαλουντοσ δε αυτου τοισ οχλοισ

ιδου η μητηρ και οι αδελφοι αυτου

ειστηκεισαν εξω ζητουντεσ λαλησαι αυτω

47ειπεν δε τισ αυτω ιδου η μητηρ σου

και οι αδελφοι σου εστηκεισαν εξω

ζητουντεσ λαλησαι σοι

48ο δε αποκριθεισ ειπεν τω λεγοντι αυτω

τισ εστιν η μητηρ μου η τινεσ εισιν

οι αδελφοι μου 49και εκτεινασ την χειρα

επι τουσ μαθητασ αυτου ειπεν

ιδου η μητηρ μου και οι αδελφοι μου

50οστισ γαρ ποιει το θελημα του πατροσ μου

του εν ουρανοισ

αυτοσ μου αδελφοσ και αδελφη και μητηρ εστι̅

1εσ δε τη ημερα εκεινη εξηλθεν ο ιησ

και εκαθητο παρα την θαλασσαν

2και συνηχθησαν προσ αυτον οχλοι πολλοι

ωστε αυτον εισ το πλοιον ενβαντα

καθησθαι και πασ ο οχλοσ

επι τον αιγιαλον εστηκει 3και ελαλησεν αυτοισ

πολλα εν παραβολαισ λεγων

ιδου εξηλθεν ο σπειρων σπειραι

4και εν τω σπειριν αυτον

α μεν επεσεν παρα την οδον

Leaf 29v - Matthew 13:4+ (image )

και ηλθον τα πετεινα και κατεφαγεν αυτα

5α δε επεσεν επει τα πετρωδη

οπου ουκ ειχεν γην πολλην

και ευθυσ εξανετειλεν

δια το μη εχειν βαθοσ γησ

6του δε ηλιου ανατειλαντοσ εκαυματισθησαν

και δια το μη εχειν ριζαν εξηρανθησαν

7αλλα δε επεσεν εισ τασ ακανθασ

και ανεβησαν αι ακανθαι και επνιξαν αυτα

8αλλα δε επεσεν επι την γην την καλην

και εδιδουν καρπον

ο μεν ρ ο δε ξ ο δε λ

9ο εχων ωτα ακουειν ακουετω

10και προσελθοντεσ οι μαθηται ειπον αυτω

δια τι εν παραβολαισ λαλεισ αυτοισ

11ο δε αποκριθεισ ειπεν αυτοισ

οτι υμειν δεδοται γνωναι

τα μυστηρια τησ βασιλειασ των ουρανω̅

εκεινοισ δε ου δεδοται

12οστισ γαρ εχει δοθησεται αυτω

και περισσευθησεται

οστισ δε ουκ εχει και ο εχει

αρθησεται απ αυτου

13δια τουτο εν παραβολαισ λαλει αυτοισ

ινα βλεποντεσ μη βλεπωσιν

και ακουοντεσ μη ακουσωσιν

και μη συνωσιν μηποτε επιστρεψωσιν

14και τοτε πληρωθησεται επ αυτοισ

η προφητια του ησαιου λεγουσα

πορευθητι και ειπε τω λαω τουτω

ακοη ακουσεται και ου μη συνηται

και βλεποντεσ βλεψεται και ου μη ιδητε

15επαχυνθη γαρ η καρδια του λαου τουτου

Leaf 30v - Matthew 13:15+ (image )

και τοισ ωσιν βαρεωσ ηκουσαν

και τουσ οφθαλμουσ αυτων εκαμμυσαν

μηποτε ιδωσιν τοισ οφθαλμοισ

και τοισ ωσιν ακουσωσιν και τη καρδια

συνωσιν και επιστρεψωσιν

και ιασομαι αυτουσ

16υμων δε μακαριοι οφθαλμοι οτι βλεπουσιν

και ωτα υμων οτι ακουουσιν

17αμην γαρ λεγω υμειν

οτι πολλοι προφηται και δικαιοι

επεθυμησαν ειδειν α βλεπεται

και ουκ ηδυνηθησαν ειδειν

και ακουσαι α ακουεται και ουκ ηκουσαν

18υμεισ ουν ακουσατε

την παραβολην του σπειροντοσ

19παντοσ ακουοντοσ τον λογον τησ βασιλειασ

και μη συνιοντοσ

ερχεται ο πονηροσ και αρπαζει

το σπειρομενον εν τη καρδια αυτων

ουτοσ εστιν ο παρα την οδον σπαρεισ

20ο δε επει τα πετρωδη σπαρεισ

ουτοσ εστιν ο τον λογον ακουων

και ευθυσ μετα χαρασ λαμβανων αυτον

21ουκ εχει δε ριζαν εαυτω

αλλα προσκαιροσ εστιν

γενομενησ δε θλειψαιωσ

η διωγμου δια τον λογον

ευθεωσ σκανδαλιζεται

22ο δε εισ τασ ακανθασ σπειρομενοσ

ουτοσ εστιν ο τον λογον ακουων

και η μεριμνα του αιωνοσ

και η απατη του πλουτουσ συνπνειγει τον λογο̅

και ακαρποσ γεινεται

Leaf 31v - Matthew 13:23+ (image )

23ο δε επι την γην την καλην σπαρεισ

ουτοσ εστιν ο ακουων τον λογον και συνιεισ

τοτε καρποφορει και ποιει

ο μεν ρ ο δε ξ ο δε λ

24αλλην παραβολην παρεθηκεν αυτοισ λεγων

ωμοιωθη η βασιλεια των ουρανων

ανθρωπω σπειροντι καλον σπερμα

εν τω ιδιω αγρω

25εν δε τω καθευδειν τουσ ανθρωπουσ

ηλθεν αυτου ο εκθροσ και εσπειρεν ζιζανια

ανα μεσον του σειτου {} απηλθεν

26οτε δε εβλαστησεν ο χορτοσ

και καρπον εποιησεν τοτε εφανη τα ζιζανια

27προσελθοντεσ δε οι δουλοι του οικοδεσποτου εκεινου

ειπον αυτω κυριε

ουχι καλον σπερμα εσπειρεσ εν τω σω αγρω

ποθεν ουν εχει ζιζανια

28ο δε εφη αυτοισ εχθροσ ανθρωποσ

τουτο εποιησεν λεγουσιν αυτω οι δουλοι

θελεισ απελθοντεσ συνλεξωμεν αυτα

29λεγει αυτοισ ου μηποτε συνλεγοντεσ τα ζιζανια

εκριζωσητε αμα και τον σειτον συν αυτοισ

30αφετε αμφοτερα συναυξανεσθαι

εωσ του θερισμου και εν καιρω του θερισμου

ερω τοισ θερισταισ

συνλεξατε πρωτον τα ζιζανια

και δησατε δεσμασ προσ το κατακαυσαι

τον δε σειτον συνλεγεται εισ την αποθην μου

31αλλην παραβολην ελαλησεν αυτοισ λεγων

ομοια εστιν η βασιλεια των ουρανων

κοκκω σιναπεωσ ον λαβων ανθρωποσ

εσπειρεν εν τω αγρω αυτου

32ο μεικροτερον μεν εστιν παντων σπερματω̅

______

25^{και}

Leaf 32v - Matthew 13:32+ (image )

οταν δε αυξηση μειζων των λαχανων εστιν

και γεινεται δενδρον

ωστε ελθειν τα πετεινα του ουρανου

και κατασκηνοιν εν τοισ κλαδοισ αυτου

33αλλην παραβολην ομοια εστιν η βασιλεια

των ουρανων ζυμη

ην λαβουσα γυνη ενεκρυψεν εισ αλευρου

σατα τρεια

εωσ ου εζυμωθη ολον

34ταυτα παντα ελαληνσεν ο ιησ

εν παραβολαισ τοισ οχλοισ και χωρισ παραβολησ

ουκ ελαλει αυτοισ

35οπωσ πληρωθη το ρηθεν

δια του προφητου λεγοντοσ

ανοιξω εν παραβολαισ το στομα μου

ερευξομαι κεκρυμμενα

απο καταβολησ κοσμου

36τοτε αφεισ τουσ οχλουσ ηλθεν εισ την οικειαν

και προσηλθον αυτω οι μαθηται αυτου λεγοντεσ

φρασον ημειν την παραβολην

των ζιζανιων του αγρου

37ο δε αποκριθεισ ειπεν

ο σπειρων το καλον σπερμα

εστιν ο υιοσ του ανθρωπου

38ο δε αγροσ εστιν ο κοσμοσ το δε καλον σπερμα

ουτοι εισιν οι {υιο τησ βασ} τησ βασιλειασ

τα δε ζιζανια εισιν οι υιοι του πονηρου

39ο δε εχθροσ ο σπειρασ αυτα εστιν

ο διαβολοσ ο δε θερισμοσ

συντελεια αιωνοσ εστιν

οι δε θερεισται ανγελοι εισιν

40ωσπερ ουν συνλεγονται τα ζιζανια

και πυρι κατακαιονται ουτωσ εσται

______

38^{υιοι}

Leaf 33v - Matthew 13:40+ (image )

εν τη συντελεια του αιωνοσ

41αποστελει ο υιοσ του ανθρωπου

τουσ αγγελουσ αυτου και συνλεξουσιν

εκ τησ βασιλειασ αυτου παντα τα σκανδαλα

και τουσ ποιουντασ την ανομιαν

42και βαλλουσιν αυτουσ εισ την καμινον του πυροσ

εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντω̅

43τοτε οι δικαιοι λαμψουσιν ωσ ο ηλιοσ

εν τη βασιλεια του πρσ αυτων

ο εχων ωτα ακουειν ακουετω

44ομοια εστιν η βασιλεια των ουρανων

θηνσαυρω κεκρυμμενω εν αγρω

ον ευρων τισ εκρυψεν

και απο τησ χαρασ αυτου υπαγει και πωλει

παντα οσα εχει και αγοραζει τον αγρον εκεινο̅

45παλιν ομοια εστιν η βασιλεια των ουρανων

ανθρωπω ενπορω

ζητουντι καλουσ μαργαρειτασ

46ευρων δε πολυτειμον μαργαρειτην

απελθων επωλησεν α ειχεν και ηγορασεν αυτο̅

47παλειν ομοια εστιν η βασιλια των ουρανων

σαγηνη βληθειση εισ την θαλασσαν

και εκ παντοσ γενουσ συναγαγουση

48οτε δε επληρωθη ανεβιβασαν αυτην

επι τον αιγιαλον και καθισαντεσ

συνελεξαν τα καλλιστα εισ τα αγγια

τα δε σαπρα εξω εβαλαν

49ουτωσ εστε εν τη συντελεια του κοσμου

εξελευσονται οι ανγελοι

και αφοριουσιν τουσ πονηρουσ

εκ μεσου των δικαιων 50και βαλλουσιν αυτουσ

εισ την καμεινον του πυροσ

εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των ο

δοντω̅

Leaf 34v - Matthew 13:51+ (image )

51συνηκατε ταυτα παντα λεγουσιν αυτω ναι

52λεγει αυτοισ δια τουτο πασ γραμματευσ

μαθηθευθεισ εν τη βασιλεια των ουρανων

ομοιοσ εστιν ανθρωπω οικοδεσποτη

οστισ εκβαλλει εκ του θησαυρου αυτου

καινα και παλαια

53και εγενετο οτε {ετελεγεν} ο ιησ

τασ παραβολασ ταυτασ μετηρεν εκειθεν

54και ελθων εισ την πατριδα αυτου

εδιδασκεν αυτουσ εν τη συναγωγη αυτων

ωστε εκπλησσεσθαι αυτουσ και λεγειν

ποθεν τουτω

πασα η σοφεια αυτη και αι δυναμεισ

55ουχ ουτοσ εστιν ο του τεκτονοσ υιοσ

ουχι η μητηρ αυτου λεγεται μαριαμ

και οι αδελφοι αυτου ιακωβοσ και ιωαννησ

και σιμων και ιουδασ 56και αι αδελφαι αυτου

ουχι πασαι προσ ημασ εισιν

ποθεν ουν τουτω παντα ταυτα

57και εσκανδαλιζοντο εν αυτω

ο δε ιησ ειπεν αυτοισ

ουκ εστιν προφητησ ατειμοσ

ει μη εν τη πατριδι και εν τη οικεια αυτου

58και ουκ εποιησεν εκει δυναμεισ πολλασ

δια τασ απιστειασ αυτων

1εν εκεινω δε τω καιρω ηκουσεν ηρωδησ

ο τετραρχησ την ακοην ιηυ

2και ειπεν τοισ παισιν αυτου

μητι ουτοσ εστιν ιωανησ ο βαπτιστησ

ον εγω απεκεφαλισα

αυτοσ ηγερθη απο των νεκρων

και δια τουτο αι δυναμεισ εναργουσιν εν αυτω

3ο γαρ ηρωδησ κρατησασ τον ιωαννην

______

53^{ετελεσεν}

Leaf 35v - Matthew 14:3+ (image )

εδησεν αυτον εν τη φυλακη

δια ηρωδιαδα την γυναικα του αδελφου αυτου

4ελεγεν γαρ αυτω ιωαννησ ουκ εξεστιν σοι

εχειν αυτην 5και θελων {αυτην} αποκτειναι

εφοβηθη τον οχλον

οτι ωσ προφητην αυτον ειχον

6γενεσειοισ δε γενομενοισ του ηρωδου

ωρχησατο η θυγατηρ αυτου ηρωδιασ εν τω μεσω

και ηρεσεν τω ηρωδη 7οθεν μεθ ορκου

ωμολογησεν αυτη δουναι ο αν αιτησηται

8η δε προβιβασθεισα υπο τησ μητροσ αυτησ ειπε̅

δοσ μοι ωδε κεφαλην ιωαννου του βαπτιστου

9και λυπηθεισ ο βασιλευσ δια τουσ ορκουσ

και δια τουσ συνανακειμενουσ

εκελευσεν δοθηναι 10και πεμψασ

απεκεφαλισεν τον ιωαννην εν τη φυλακη

11και ηνεχθη η κεφαλη αυτου επι τω πινακι

και εδοθη τω κορασιω

και ηνεγκεν τη μητρι αυτησ

12και προσελθοντεσ οι μαθηται αυτου

ηραν το πτωμα αυτου και εθαψαν αυτο

και ελθοντεσ απηγγειλαν τω ιηυ

13ακουσασ δε ο ιησ ανεχωρησεν εκειθεν εν πλοιω

εισ ερημον τοπον κατ ειδιαν

και ακουσαντεσ οι οχλοι

ηκολουθησαν αυτω πεζη απο των πολεων

14και εξελθων ειδεν οχλον πολυν

και εσπλαγχνισθη περι αυτων και εθεραπευσε̅

τουσ αρρωστουντασ αυτων

15οψειασ δε γενομενησ προσηλθον αυτω

οι μαθηται αυτου λεγοντεσ

ερημοσ εστιν ο τοποσ και η ωρα ηδη παρηλθεν

απολυσον τουσ οχλουσ

______

5^{αυτον}

Leaf 36v - Matthew 14:15+ (image )

ινα απελθοντεσ εισ τασ κωμασ

αγορασωσιν εαυτοισ βρωματα

16ο δε ειπεν αυτοισ ου χρειαν εχουσιν απελθειν

δοτε υμεισ φαγειν αυτοισ

17οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε

ει μη πεντε αρτουσ και δυο ιχθυασ

18ο δε ειπεν φερεται μοι αυτουσ

19και κελευσασ τον οχλον ανακλειθηναι

επι τον χορτον ελαβεν τουσ πεντε αρτουσ

και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανο̅

ηυλογησεν και κλασασ εδωκεν τοισ μαθηταισ

τουσ αρτουσ οι δε μαθηται τοισ οχλοισ

20και εφαγον παντεσ και εχορτασθησαν

και ηραν το περισσευον των κλασματων

ιβ κοφινουσ πληρεισ

21οι δε αισθιωντεσ ησαν

ανδρεσ ωσ πεντακισχειλιοι

χωρισ παιδιων και γυναικων

22και ευθεωσ ηναγκασεν τουσ μαθητασ

ενβηναι εισ το πλοιον και προαγιν εισ το περα̅

εωσ ου απολυση τουσ οχλουσ

23και απολυσασ τουσ οχλουσ

ανεβη εισ το οροσ καθ ιδιαν προσευξασθαι

οψειασ δε γενομενησ μονοσ ην εκει

24το δε πλοιον ην εισ μεσον τησ θαλασσησ

βασανιζομενον υπο των κυματων

η γαρ εναντιοσ ο ανεμοσ

25τεταρτησ δε φυλακησ τησ νυκτοσ

απηλθεν περιπατων προσ αυτουσ

επι τησ θαλασσησ

26οι δε μαθηται ιδοντεσ αυτον

επι τησ θαλασσησ περιπατουντα

εταραχθησαν λεγοντεσ οτι φαντασμα εστιν

Leaf 37v - Matthew 14:26+ (image )

και απο του φοβου εκραξαν

27ευθυσ δε ελαλησεν αυτοισ λεγων

θαρρειτε εγω ειμει μη φοβεισθαι

28αποκρειθεισ δε αυτω πετροσ ειπεν κε ει συ ει

κελευσον με ελθειν προσ σε επι τα υδατα

29ο δε ειπεν ελθε

και καταβασ απο του πλοιου πετροσ

περιεπατησεν επι τα υδατα

ελθειν προσ τον ιην

30βλεπων δε τον ανεμον ισχυρον εφοβηθη

και αρξαμενοσ καταποντιζεσθαι

εκραξεν λεγων κε σωσον με

31ευθεωσ δε ιησ εκτεινασ την χειρα

επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε

εισ τι εδιστασασ

32και αναβαντων αυτων εισ το πλοιον

εκοπασεν ο ανεμοσ

33οι δε εν τω πλοιω ελθοντεσ

προσεκυνησαν αυτω λεγοντεσ

αληθωσ υιοσ θυ ει συ 34και διαπερασαντεσ

ηλθον επι την γην εισ γεννησαρ

35και επιγνοντεσ αυτον

οι ανδρεσ του τοπου εκεινου

απεστειλαν εισ ολην την περιχωρον εκεινην

και προσηνεγκαν αυτω παντασ τουσ

κακωσ εχοντασ 36και παρεκαλουν αυτον

ινα μονον αψωνται

του κρασπεδου του ιματιου αυτου

και οσοι ηψαντο διεσωθησαν

1τοτε {προερχονται} προσ αυτον απο ιεροσολυμων

φαρισαιοι και γραμματεισ λεγοντεσ

2δια τι οι μαθηται σου παραβαινουσιν

την παραδοσιν των πρεσβυτερων

______

1^{προσερχονται}

Leaf 38v - Matthew 15:2+ (image )

ου γαρ νιπτοντε τασ χειρασ αυτων

οταν αρτον εσθιωσιν

3ο δε αποκριθεισ ειπεν

δια τι και υμεισ παραβαιναι την εντολην του θυ

δια την παραδοσιν υμων 4ο γαρ θσ ειπεν

τειμα τον πατερα και την μητερα

και ο κακολογων πατερα η μητερα

θανατω τελευτατω 5υμεισ δε λεγεται

οσ δ αν ειπη τω πατρι η τη μητρι

δωρον ο δ αν εξ εμου ωφεληθησ

6ου μη τειμησει τον πατερα αυτου

και ηκυρωσατε τον λογον του θυ

δια την παραδοσιν υμων

7υποκριται καλωσ επροφητευσεν περι υμων

ησαιασ λεγων 8ο λαοσ ουτοσ

τοισ χειλεσιν με τειμα η δε καρδια αυτων

πορρω εστιν απ εμου 9ματην δε σεβονται με

διδασκοντεσ διδασκαλειασ

ενταλματα ανθρωπων

10και προσκαλεσαμενοσ τον οχλον ειπεν αυτοισ

ακουεται και συνιετε 11ου παν το εισερχομενο̅

εισ το στομα κοινωνι τον ανθρωπον

αλλα το εκπορευομενον εκ του στοματοσ

εκεινο κοινωνει τον ανθρωπον

12τοτε προσελθοντεσ οι μαθηται

λεγουσιν αυτω οιδασ οτι οι φαρισαιοι

ακουσαντεσ τον λογον εσκανδαλισθησαν

13ο δε αποκρειθεισ ειπεν πασα φυτεια

ην ουκ εφυτευσεν ο πατηρ μου

ο ουρανιοσ εκριζωθησεται

14αφετε τουσ τυφλουσ τυφλοι εισιν οδαγοι

τυφλοσ δε τυφλον εαν οδαγη

αμφοτεροι ενπεσουνται εισ βοθρον

Leaf 39v - Matthew 15:15+ (image )

15αποκριθεισ δε ο πετροσ ειπεν αυτω

φρασον ημειν την παραβολην ταυτην

16ο δε ειπεν ακνην και υμεισ ασυνετοι εστε

17ου νοειτε οτι παν το εισπορευομενον

εισ το στομα εισ την κοιλειαν χωρει

και εισ αφεδρωνα εκβαλλεται

18τα δε εκπορευομενα εκ του στοματοσ

εκ τησ καρδιασ εξερχεται

εκεινα κοινωνει τον ανθρωπον

19εκ γαρ τησ καρδιασ εξερχονται

διαλογισμοι πονηροι φονοι

μοιχιαι πορνειαι κλοπαι

ψευδομαρτυριαι βλασφημεια

20ταυτα εισιν τα κοινωνουντα τον ανθρωπον

το δε ανειπτοισ χερσιν φαγειν

ου κοινωνει τον ανθρωπον

21και εξελθων εκειθεν ο ιησ ανεχωρησεν

εισ τα μερη τυρου και σειδωνοσ

22και ιδου γυνη χαναναια απο των οριων {εκειω̅}

εξελθουσα εκραζεν οπισω αυτου λεγουσα

ελεησον με κε υιοσ δαυειδ

η θυγατηρ μου κακωσ δαιμονιζεται

23ο δε ουκ απεκριθη αυτη λογον

και προσελθοντεσ οι μαθηται αυτου

ηρωτουν αυτον λεγοντεσ απολυσον αυτην

οτι κραζει οπισθεν ημων

24ο δε αποκριθεισ ειπεν ουκ απεσταλην

ει μη εισ τα προβατα ταυτα

τα απολωλοτα οικου εισραηλ

25η δε ελθουσα προσεκυνι αυτω λεγουσα

κε βοηθει μοι 26ο δε αποκριθεισ ειπεν

ουκ εξεστιν λαβειν τον αρτον των τεκνων

και βαλιν τοισ κυναριοισ

______

22^{εκεινω̅}

Leaf 40v - Matthew 15:27+ (image )

27η δε ειπεν ναι κε και γαρ τα κυναρια

εσθιουσιν απο των ψειχων

των πειπτοντων απο τησ τραπεζησ

των κυναριων αυτων

28τοτε αποκριθεισ ειπεν αυτη γυναι

μεγαλη σου η πιστισ γενηθητω σοι ωσ θελεισ

και ιαθη η θυγατηρ αυτησ απο τησ ωρασ εκεινησ

29και μεταβασ εκειθεν ο ιησ ηλθεν

παρα την θαλασσαν τησ γαλιλαιασ

και αναβασ εισ το ροσ εκαθητο εκει

30και προσηλθον αυτω οχλοι πολλοι

εχοντεσ μεθ εαυτων

χωλουσ τυφλουσ κυλλουσ

και ετερουσ πολλουσ και εριψαν αυτουσ

υπο τουσ ποδασ αυτου

και εθεραπευσεν αυτουσ παντασ

31ωστε τον οχλον θαυμασαι βλεποντασ

κωφουσ λαλουντασ και κυλλουσ υγιεισ

και χωλουσ περιπατουντασ

και τουσ τυφλουσ βλεποντασ

και εδοξασαν τον θν ισραηλ

32ο δε ιησ προσκαλεσαμενοσ τουσ μαθητασ αυτου

ειπεν σπλανχνιζομαι επι τον οχλον τουτον

οτι ηδη ημεραι γ εισιν και προσμενουσιν μοι

και ουκ εχουσιν τι φαγωσιν

και απολυσαι αυτουσ νηστεισ ου θελω

{}

33και λεγουσιν αυτω οι μαθηται αυτου

ποθεν ουν ημειν εν ερημια αρτοι τοσουτοι

ωστε χορτασαι οχλον τοσουτον

34και λεγει αυτοισ ο ιησ ποσουσ αρτουσ εχεται

οι δε ειπον αυτω επτα και ολιγα ιχθυδια

35και παρανγειλασ τω οχλω αναπεσιν

επι την γην 36ελαβεν τουσ ζ αρτουσ

______

32^{μηποτε εκλυθωσιν εν τη οδω}

Leaf 41v - Matthew 15:36+ (image )

και τουσ ιχθυασ και ευχαριστησασ εκλασεν

και εδιδου τοισ μαθηταισ οι δε μαθηται τω οχλω

37και εφαγον παντεσ και εχορτασθησαν

{��� �� ���������� ��� ����ματων} ηραν {}

38{}

χωρισ παιδιων και γυναικων

39και απολυσασ τουσ οχλουσ ενβαινει εισ το πλοιο̅

και ηλθεν εισ τα ορια τησ μαγαδαν

1και προσελθοντεσ οι φαρισαιοι και σαδδουκαιοι

πειραζοντεσ αυτον επηρωτησαν

σημειον εκ του ουρανου επιδειξαι αυτοισ

2ο δε αποκριθεισ ειπεν οψειασ γενομενησ

λεγεται ευδεια πυρραζει γαρ ο ουρανοσ

3και πρωει σημερον χειμων

πυρραζει γαρ στυγναζων ο αηρ

το μεν προσωπον του ουρανου

γεινωσκεται διακρεινειν

τα δε σημια των καιρων ου δυνασθαι

4γενεα πονηρα ζητει σημιον

και σημιαν ου δοθησεται αυτη

ει μη το σημιον ιωνα

και καταλιπων αυτουσ απηλθεν

5και ελθοντεσ εισ το περαν επελαθοντο οι μαθηται

αρτουσ λαβειν

6ο δε ιησ ειπεν αυτοισ ορατε και προσεχετε

απο τησ ζυμησ των φαρισαιων

και σαδδουκαιων

7τοτε διελογιζοντο εν εαυτοισ λεγοντεσ

οτι αρτουσ ουκ ελαβομεν

8γνουσ δε ο ιησ ειπεν τι διαλογιζεσθαι εν εαυτοισ

ολιγοπιστοι οτι αρτουσ ουκ εχεται

9ουπω νοειτε ουδε μνημονευετε

οτε τουσ πεντε αρτουσ τοισ πεντακισχιλειοισ

και ποσουσ κοφινουσ ελαβεται

______

37^{και το περισσευον των κλασματων} {ζ σφυριδασ πληρεισ} 38^{οι δε αισθιοντεσ ησαν τετρακισχιλιοι ανδρεσ}

Leaf 42v - Matthew 16:10+ (image )

10ουδε τουσ επτα αρτουσ τοισ τετρακεισχειλειοισ

και ποσασ σφυριδασ ελαβετε

11πωσ ου νοειτε οτι

ου περι αρτου ειπον προσεχετε

απο τησ ζυμησ των φαρισαιων

και σαδδουκαιων

12τοτε συνηκαν οτι ουκ ειπεν

προσεχειν απο τησ ζυμησ αλλα απο τησ διδαχησ

των φαρισαιων και σαδδουκαιων

13ελθων δε ο ιησ εισ τα μερη καισαριασ

τησ φιλιππου ηρωτα τουσ μαθητασ λεγων

τινα με οι ανθρωποι λεγουσιν ειναι

υιον του ανθρωπου

14οι δε ειπον ιωαννην τον βαπτιστην

αλλοι δε ηλειαν ετεροι δε ιηρεμειαν

η ενα των προφητων 15λεγει αυτοισ

υμεισ δε τινα με λεγεται ειναι

16αποκριθεισ δε σιμων πετροσ ειπεν αυτω

συ ει ο χρσ ο υιοσ του θυ το σωζοντοσ

17αποκριθεισ δε ο ιησ ειπεν

μακαριοσ ει σιμων βαριωνα

οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι

αλλ ο πατηρ μου ο εν τοισ ουρανοισ

18καγω δε σοι λεγω οτι συ ει πετροσ

και επι ταυτην την πετραν οικοδομησω

την εκκλησιαν μου και πυλαι αδου

ου κατισχυσουσιν αυτησ

19σοι δωσω τασ κλεισ τησ βασιλειασ των ουρανω̅

και ο αν δησησ επι τησ γησ

εσται δεδεμενον εν τοισ ουρανοισ

και ο αν λυσησ επι τησ γησ

εστε λελυμενον εν τοισ ουρανοισ

20τοτε επετειμησεν τοισ μαθηταισ

Leaf 43v - Matthew 16:20+ (image )

ινα μηδενι ειπωσιν οτι ουτοσ εστιν ο χρσ ιησ

21απο τοτε ηρξατο ιησ δικνυειν τοισ μαθηταισ αυτου

οτι {δι} αυτον εισ ιεροσολυμα απελθειν

και πολλα παθειν υπο των πρεσβυτερων

και αρχειεραιων και γραμματαιων

και αποκτανθηναι

και μετα τρεισ ημερασ αναστηναι

22και προσλαβομενοσ αυτον ο πετροσ

ηρξατο αυτω επειτειμαν και λεγειν

ειλεοσ σοι κε ου μη εστε τουτο σοι

23ο δε επιστραφεισ ειπεν τω πετρω

υπαγε οπισω μου σατανα σκανδαλον ει εμοι

οτι ου φρονεισ τα του θυ αλλα του ανθρωπου

24τοτε ο ιησ ειπεν τοισ μαθηταισ αυτου

ει τεισ θελει οπισω μου ελθειν

απαρνησασθω εαυτον

και αρατω τον σταυρον αυτου

και ακολουθειτω μοι 25οσ γαρ αν θελη

την ψυχην αυτου σωσαι απολεσει αυτην

οσ δ αν απολεσει την ψυχην αυτου

ενεκεν εμου ευρησει αυτην

26τι γαρ ωφελειται ανθρωποσ

εαν τον κοσμον ολον κερδηση

την δε ψυχην αυτου ζημιωθη

η τι δωσει ανθρωποσ

{ανταλλατμα} τησ ψυχησ αυτου

27μελλει γαρ ο υιοσ του ανθρωπου

ερχεσθαι εν τη δοξη του πατροσ αυτου

μετα των αγιων αγγελων αυτου

και τοτε αποδωσει εκαστω

κατα την πραξιν αυτου

28αμην λεγω υμειν

εισιν τινεσ των ωδε εστωτων

______

21^{δει} 26^{ανταλλαγμα}

Leaf 44v - Matthew 16:28+ (image )

οιτινεσ ου μη γευσωνται θανατου

εωσ αν ειδωσιν τον υιον του ανθρωπου

ερχομενον εν τη βασιλεια αυτου

1και εγενετο μεθ ημερασ εξ

παραλαμβανει ο ιησ τον πετρον

και τον ιακωβον και τον ιωαννην

τον αδελφον αυτου και αναγει αυτουσ

εισ οροσ υψηλον λειαν

2και μεταμορφωθεισ ο ιησ ενπροσθεν αυτων

ελαμψεν το προσωπον αυτου ωσ ο ηλιοσ

τα δε ειματεια αυτου

εγενετο λευκα ωσ χειων

3και ιδου ωφθη αυτοισ μωυσησ

και ηλειασ μετ αυτου συνλαλουντεσ

4αποκριθεισ δε ο πετροσ ειπεν τω ιηυ κε

καλον εστιν ημασ ωδε ειναι

ει θελεισ ποιησωμεν ωδε τρεισ σκηνασ

σοι μειαν και μωυσει μειαν και ηλεια μειαν

5ετι αυτου λαλουντοσ ιδου νεφελη φωτεινη

επεσκιαζεν αυτουσ

και ιδου φωνη εκ τησ νεφελησ λεγουσα

ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ

εν ω ηυδοκησα ακουετε αυτου

6ακουσαντεσ δε οι μαθηται

επεσαν επι προσωπον αυτων

και εφοβηθησαν σφοδρα 7και προσηλθεν ο ιησ

και ηψατο αυτων και ειπεν

εγειρεσθαι και μη φοβεισθαι

8{επεροντεσ} δε τουσ οφθαλμουσ αυτων

ουδενα ειδον ει μη μονον τον ιην

9και καταβαινοντεσ εκ του ορουσ

ενετειλατο αυτοισ ο ιησ λεγων

μηδενει ειπητε το οραμα

______

8^{επαραντεσ}

Leaf 45v - Matthew 17:9+ (image )

εωσ ου ο υιοσ του ανθρωπου

εκ νεκρων εγερθη

10και επηρωτησαν αυτον οι μαθηται αυτου λεγοντεσ

τι ουν οι γραμματεισ λεγουσιν

οτι ηλειαν δει ελθειν πρωτον

11ο δε αποκριθεισ ειπεν ηλειασ μεν ερχεται

αποκαταστησαι παντα

12λεγω δε υμειν οτι ηλειασ ηδη ηλθεν

και ουκ επεγνωσαν αυτον αλλα εποιησαν αυτω

οσα ηθελησαν

13τοτε συνηκαν οι μαθηται

οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοισ

ουτωσ και ο υιοσ του ανθρωπου μελλει πασχι̅ υπ αυτω̅

14και ελθων προσ τον οχλον προσηλθεν αυτω

ανθρωποσ γονυπετων

ενπροσθεν αυτου 15και λεγων

κε ελεησον μου τον υιον οτι σεληνιαζεται

και κακωσ πασχει πολλακισ γαρ

πιπτει εισ το πυρ και ενιοτε εισ το υδωρ

16και προσηνεγκα αυτον τοισ μαθηταισ σου

και ουκ ηδυνηθησαν θεραπευσαι αυτον

17αποκριθεισ δε ο ιησ ειπεν ω γενεα απιστοσ

και διεστραμμενη εωσ ποτε μεθ υμων εσομαι

εωσ ποτε ανεξομαι υμων

φερετε μοι αυτον ωδε 18και επετειμησεν αυτω ο ιησ

και εξηλθεν απ αυτου το δαιμονιον

και εθαραπευθη ο παισ απο τησ ωρασ εκεινησ

19τοτε προσελθοντεσ οι μαθηται

τω ιηυ καθ ιδιαν ειπον δια τι ημεισ

ουκ ηδυνηθημεν εκβαλειν αυτο

20ο δε λεγει αυτοισ

δια την απιστειαν υμων

αμην γαρ λεγω υμειν εαν εχητε πιστιν

Leaf 46v - Matthew 17:20+ (image )

ωσ κοκκοσ σιναπεωσ ερειτε τω ορει τουτω

μεταβηθει ενθεν εκει και μεταβησεται

και ουδεν αδυνατησει υμειν

21τουτο δε το γενοσ ουκ εκπορευεται

ει μη εν προσευχη και νηστεια

22αυτων δε αναστρεφομενων εν τη γαλειλαια

ειπεν αυτοισ ο ιησ μελλει ο υιοσ του ανθρωπου

παραδιδοσθαι εισ χειρασ ανθρωπων

23και αποκτεινουσιν αυτον

και μετα τρεισ ημερασ εγερθησεται

και ελυπηθησαν σφοδρα

24και ελθοντων αυτων εισ καφαρναουμ

προσηλθον οι τα διδραγματα λαμβανοντεσ

και ειπαν τω πετρω ο διδασκαλοσ υμων

ου τελει δειδραγμα 25λεγει ναι

και εισελθοντι εισ την οικειαν

προεφθασεν αυτον ο ιησ λεγων

τι σοι δοκει σιμων οι βασιλεισ τησ γησ

απο τινων λαμβανουσιν τελη η κηνσον

απο των υιων αυτων η απο των αλλοτριων

26λεγει αυτω απο των αλλοτριων

εφη αυτω ο ιησ αρα γε ελευθεροι εισιν οι υιοι

27ινα δε μη σκανδαλεισωμεν αυτουσ

πορευθεισ εισ την θαλασσαν βαλε ανκιστρο̅

και τον αναβαντα πρωτον ιχθυν αρον

και ανοιξασ το στομα αυτου

ευρησεισ εκει στατηρα εκεινον λαβων

δοσ αυτοισ αντι εμου και σου

1εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιηυ

λεγοντεσ τισ αρα μειζω εστιν

εν τη βασιλεια των ουρανων

2και προσκαλεσαμενοσ ο ιησ παιδιον εν

εστησεν αυτο εν μεσω αυτων 3και ειπεν

Leaf 47v - Matthew 18:3+ (image )

αμην λεγω υμειν εαν μη στραφηται

και γενησθε ωσ τα παιδια ου μη εισελθητε

εισ την βασιλειαν των ουρανων

4οστισ ουν ταπεινωσει εαυτον

ωσ το παιδιον τουτο ουτοσ εστιν ο μειζων

εν τη βασειλεια των ουρανων

5και οσ αν δεξηται εν παιδιον τοιουτον

επι τω ονοματι μου εμε δεχεται

6οσ δ αν σκανδαλειση ενα των μεικρων τουτω̅

των πιστευοντων εισ εμε συνφερει αυτω

ινα κρεμασθη μυλοσ ονικοσ

επι τον τραχηλον αυτου

και καταποντισθη εν τω πελαγει τησ θαλασσησ

7ουαι τω κοσμω απο των σκανδαλων

αναγκη γαρ εστιν ελθειν τα σκανδαλα

πλην δε ουαι τω ανθρωπω

δι ου το σκανδαλον ερχεται

8ει δε η χειρ σου η ο πουσ σου

σκανδαλιζει σε εκκοψον αυτον

και βαλε απο σου καλον σοι εστιν

εισελθειν εισ την ζωην χωλον η κυλλον

η δυο ποδασ η δυο χειρασ εχοντα

βληθηναι εισ το πυρ το αιωνιον

το αυτο 9ει και ο οφθαλμοσ σου σκανδαλιζει σε

εξελε αυτον και βαλε απο σου καλον σοι εστιν

μονοφθαλμον εισ την ζωην εισελθειν

η δυο οφθαλμουσ εχοντα βληθηναι

εισ την γεενναν

10ορατε μη καταφρονησηται

ενοσ τουτων των μεικρων

των πιστευοντων εισ εμε

λεγω γαρ υμειν οτι οι αγγελοι αυτων εν ουρανοισ

δια παντοσ βλεπουσιν το προσωπον του πρσ μου

Leaf 48v - Matthew 18:10+ (image )

του εν τοισ ουρανοισ

11ηλθεν γαρ ο υιοσ του ανθρωπου

σωσαι το απολωλοσ 12τι δε υμειν δοκει

εαν γενηται τινι ανθρωπω

εκατον προβατα και πλανηθη εν εξ αυτων

ουχι αφιησιν τα ενενηκοντα εννεα

επι τα ορη και πορευομενοσ

ζητει το πλανωμενον

13και εαν γενηται ευρειν αυτο

αμην λεγω υμειν οτι χαιρει επ αυτω μαλλον

η επι τοισ ϟ θ τοισ μη πεπλανημενοισ

14ουτωσ ουκ εστιν θελημα

ενπροσθεν του πατροσ ημων

του εν τοισ ουρανοισ ινα αποληται εν

των μεικρων τουτων

15εαν δε αμαρτηση εισ σε ο αδελφοσ σου

υπαγε ελενξον αυτον μεταξυ σου

και αυτου μονου εαν σου ακουση

εκερδησεσ τον αδελφον σου

16εαν δε μη ακουση

παραλαβε μετα σου ετι ενα η δυο

ινα επι στοματοσ δυο η τρειων

σταθη παν ρημα

17εαν δε παρακουση αυτων ειπε τη εκκλησεια

εαν δε και τησ εκκλησειασ παρακουση

εστω σοι ωσπερ ο εθνικοσ και ωσ ο τελωνησ

18αμην λεγω υμειν οσα αν δησητε

επι τησ γησ εστε λελυμενα εν τοισ ουρανοισ

19παλιν λεγω υμειν οτι δυο εαν συνφωνησωσι̅

εξ υμων επι τησ γησ

περι παντοσ του πραγματοσ ου αν αιτησωνται

γενησεται αυτοισ παρα του πατροσ μου

του εν ουρανοισ

Leaf 49v - Matthew 18:20+ (image )

20ουκ εισιν γαρ δυο η τρεισ συνηγμενοι

εισ το εμον ονομα

παρ οισ ουκ ειμει εν μεσω αυτων

21τοτε προσελθων πετροσ ειπεν αυτω

κε ποσακεισ αμαρτησει εισ εμε ο αδελφοσ μου

και αφησω αυτω εωσ επτακισ

22λεγει αυτω ο ιησ ου λεγω σοι εωσ επτακισ

αλλα εωσ εβδομηκοντακισ επτακισ

23δια τουτο ωμοιωθη η βασιλεια των ουρανων

ανθρωπω βασιλει οσ ηθελησεν συναραι λογο̅

μετα των δουλων αυτου

24αρξαμενου δε αυτου συναιρειν

προσηχθη αυτω εισ οφειλετησ

μυριων ταλαντων

25μη εχοντοσ δε αυτου αποδουναι

εκελευσεν αυτον ο κσ πραθηναι

και την γυναικα αυτου και τα τεκνα

και παντα οσα ειχεν και αποθηναι

26πεσων δε ο δουλοσ εκεινοσ

προσεκυνει αυτω λεγων μακροθυμησον επ εμε

και παντα αποδωσω

27σπλανχνισθεισ δε ο κσ του δουλου εκεινου

απελυσεν αυτον

και το δανιον αφηκεν αυτω

28εξελθων δε ο δουλοσ εκεινοσ

ευρεν ενα των συνδουλων αυτου

οσ ωφειλεν αυτω δηναρια ρ

και κρατησασ αυτον επνειγεν λεγων

αποδοσ ει τι οφειλεισ

29πεσων ουν ο συνδουλοσ αυτου παρεκαλει αυτο̅

λεγων μακροθυμησον επ εμε

καγω αποδωσω σοι 30ο δε ουκ ηθελησεν

αλλα απελθων εβαλεν αυτον εισ φυλακην

Leaf 50v - Matthew 18:30+ (image )

εωσ ου αποδω το οφειλομενον

31ιδοντεσ ουν οι συνδουλοι αυτου

τα γεινομενα ελυπηθησαν σφοδρα

και ελθοντεσ διεσαφησαν τω κω αυτων

παντα τα γενομενα

32τοτε προσκαλεσαμενοσ αυτον ο κσ αυτου λεγει

δουλε πονηρε πασαν την οφειλην εκεινη̅

αφηκα σοι επι παρεκαλεσασ με

33ουκ εδι ουν και σε ελεησε

τον συνδουλον σου ωσ καγω σε ηλεησα

34και οργισθεισ ο κσ αυτου παρεδωκεν αυτον

τοισ βασανισταισ

εωσ ου αποδω το οφειλομενον

35ουτωσ και υμειν ποιησει ο πατηρ μου ο ουρανιοσ

εαν μη αφητε εκαστοσ τω αδελφω αυτου

απο των καρδιων υμων

1και εγενετο οτε ελαλησεν ο ιησ

τουσ λογουσ τουτουσ μετηρεν απο τησ

γαλειλαιασ και ηλθεν εισ τα ορια τησ ιουδαιασ

περαν του ιορδανου

2και ηκολουθησαν αυτω οχλοι πολλοι

και εθεραπευσεν αυτουσ εκει

3και προσηλθον αυτω οι φαρισαιοι

πειραζοντεσ αυτον και λεγουσιν αυτω

ει εξεστιν ανθρωπω απολυσαι

την γυναικα αυτου κατα πασαν αιτειαν

4ο δε αποκριθεισ ειπεν ουκ ανεγνωτε

οτι ο ποιησασ απ αρχησ

αρσεν και θηλυν εποιησεν αυτουσ

5και ειπεν ενεκεν τουτου καταλειψει ανθρωποσ

τον πατερα και την μητερα και κολληθησεται

τη γυναικει αυτου

και εσονται οι δυο εισ σαρκα μειαν

Leaf 51v - Matthew 19:6+ (image )

6ωστε ουκετι εισιν δυο αλλα μεια σαρξ

ο ουν ο θσ συνεζευξεν εισ εν

ανθρωποσ μη αποχωριζετω

7λεγουσιν αυτω τι ουν ο μωυσησ ενετειλατο

δουναι βιβλιον αποστασειου και απολυσαι

8και λεγει αυτοισ

οτι προσ την σκληροκαρδιαν υμων

επετρεψεν υμειν μωυσησ

απολυσαι τασ γυναικασ υμων

απ αρχησ δε ουκ εγενετο ουτωσ

9λεγω δε υμειν οσ αν απολυση την γυναικα

αυτου παρεκτοσ λογου πορνειασ

και γαμηση αλλην μοιχαται

10λεγουσιν αυτω οι μαθηται αυτου

ει ουτωσ εστιν η αιτεια του ανδροσ

μετα τησ γυναικοσ ου συνφερει γαμησαι

11ο δε ειπεν αυτοισ ου παντεσ χωρουσιν

τον λογον τουτον αλλ οισ δεδοται

12εισιν γαρ ευνουχοι οιτινεσ εκ κοιλειασ μητροσ

εγεννηθησαν ουτωσ και εισιν ευνουχοι

οιτινεσ ηυνουχισθησαν

υπο των ανθρωπων και εισιν ευνουχοι

οιτινεσ ευνουχισαν εαυτουσ

δια την βασιλειαν των ουρανων

ο δυναμενοσ χωρειν χωρειτω

13τοτε προσηνεχθησαν αυτω παιδια

ινα επιθη τασ χειρασ αυτοισ και προσευξητε

οι δε μαθηται επετειμησαν αυτοισ

14ο δε ιησ ειπεν αυτοισ αφεται τα παιδια

και μη κωλυσητε αυτα ελθειν προσ με

των γαρ τοιουτων εστιν η βασιλεια των ουρανω̅

15και επιθεισ τασ χειρασ αυτοισ επορευθη εκειθε̅

16και ιδου εισ προσελθων λεγει αυτω διδασκαλε

Leaf 52v - Matthew 19:16+ (image )

τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον

17ο δε ειπεν αυτω τι με ερωτασ περι αγαθου

εισ εστιν αγαθοσ ει δε θελεισ εισ την ζωην ελθει̅

τηρει τασ εντολασ 18λεγει αυτω ποιασ

ο δε ιησ ειπεν ου φονευσεισ

ου μοιχευσεισ ου κλεψεισ

ου ψευδομαρτυρησεισ

19τειμα τον πατερα και την μητερα

και αγαπησεισ τον πλησειον σου ωσ σεαυτον

20λεγει αυτω ο νεανισκοσ ταυτα παντα εφυλαξα

εκ νεοτητοσ τι ετι υστερω

21εφη αυτω ο ιησ ει θελεισ τελειοσ ειναι

υπαγε πωλησον σου τα υπαρχοντα

και δοσ τοισ πτωχοισ

και εξεισ θησαυρον εν ουρανοισ

και δευρο ακολουθει μοι

22ακουσασ ο νεανισκοσ τον λογον

απηλθεν λυπουμενοσ

ην γαρ εχων κτηματα πολλα

23ο δε ιησ ειπεν τοισ μαθηταισ αυτου

αμην λεγω υμειν οτι πλουσιοσ

δυσκολωσ εισελευσεται

εισ την βασιλειαν των ουρανων

24παλιν δε λεγω υμειν ευκοπωτερον εστιν

καμηλον δια τρυπηματοσ ραφιδοσ διελθειν

η πλουσιον εισελθειν εισ την βασιλειαν του θυ

25ακουσαντεσ δε οι μαθηται εξεπλησσοντο

και εφοβηθησαν σφοδρα λεγοντεσ

τισ αρα δυναται σωθηναι

26ενβλεψασ δε ο ιησ ειπεν αυτοισ

παρα ανθρωποισ τουτο δυνατον εστιν

παρα δε τω θω παντα δυνατα εστιν

27τοτε αποκριθεισ ο πετροσ ειπεν αυτω

Leaf 53v - Matthew 19:27+ (image )

ιδου ημεισ αφηκαμεν παντα

και ηκολουθηκαμεν σοι τι αρα εστε ημειν

28ο δε ιησ ειπεν αυτω αμην λεγω υμειν

οτι υμεισ οι ακολουθησαντεσ μοι

εν τη παλινγενεσεια

οταν καθιση ο υιοσ του ανθρωπου

επι θρονου δοξησ αυτου καθισεσθε και αυτοι

επι δεκαδυο θρονουσ

κρεινοντεσ ιβ φυλασ του ισραηλ

29και πασ οστισ αφηκεν οικειασ

η αδελφουσ η αδελφασ η μητερα

η τεκνα η αγρουσ ενεκα του ονοματοσ μου

εκατονταπλασιον λημψεται

και ζωην αιωνιον κληρονομησει

30πολλοι δε εσονται πρωτοι αισχατοι

και αισχατοι πρωτοι

1ομοια γαρ εστιν η βασιλεια των ουρανων

ανθρωπω οικοδεσποτη οστισ εξηλθεν

αμα πρωι μεισθωσασθαι εργατασ

εισ τον αμπελωνα αυτου 2συμφωνησασ δε

μετα των εργατων εκ δηναριου την ημεραν

απεστειλεν αυτουσ εισ τον αμπελωνα αυτου

3και διεξελθων περι ωραν τριτην

ευρεν αλλουσ εστωτασ εν τη αγορα αργουσ

4κακεινοισ ειπεν υπαγεται και υμεισ

εισ τον αμπελωνα και ο αν η δικαιον

δωσω υμειν 5οι δε απηλθον

παλιν δε εξελθων περι ωραν εκτην

και {ενδεκατην} εποιησεν ωσαυτωσ

6περι δε την ενδεκατην

εξηλθεν και ευρεν αλλουσ εστωτασ

και λεγει αυτοισ τι ωδε εστηκατε

ολην την ημεραν αργοι 7λεγουσιν αυτω

______

5^{εννατην}

Leaf 54v - Matthew 20:7+ (image )

οτι ουδεισ ημασ εμεισθωσατο

λεγει αυτοισ υπαγεται και υμεισ

εισ τον αμπελωνα μου

8οψειασ δε γενομενησ λεγει ο κσ

του αμπελωνοσ τω επιτροπω αυτου

καλεσον τουσ εργατασ

και αποδοσ αυτοισ τον μισθον

αρξαμενοσ απο των αισχατων

εωσ των πρωτων

9ελθοντεσ ουν οι περι την ενδεκατην ωραν

ελαβον ανα δηναριον

10και ελθοντεσ οι πρωτοι

ενομισαν οτι πλειω λημψονται

ελαβον δε και αυτοι ανα δηναριον

11λαβοντεσ δε εγονγυσαν

κατα του οικοδεσποτου 12λεγοντεσ

ουτοι οι αισχατοι μιαν ωραν εποιησαν

και ισουσ αυτουσ ημειν εποιησασ

τοισ βαστασασιν το βαροσ τησ ημερασ

και τον καυσωνα

13ο δε αποκρειθισ ενι αυτων ειπεν

εταιρε ουκ αδικω σε

ουχι δηναριου συνεφωνησασ μοι

14αρον το σον και υπαγε

θελω δε τω αισχατω τουτω δουναι

ωσ και σοι 15ουκ εστιν μοι

ο θελω ποιησαι εν τοισ εμοισ

η ο οφθαλμοσ σου πονηροσ εστιν

οτι εγω αγαθοσ ειμει

16ουτωσ εσονται οι αισχατοι πρωτοι

και οι πρωτοι αισχατοι πολλοι γαρ εισιν κλητοι

ολιγοι δε εκλεκτοι

17και αναβαινων ο ιησ εισ ιεροσολυμα

Leaf 55v - Matthew 20:17+ (image )

παρελαβεν τουσ ιβ κατ ιδιαν εν τη οδω

και ειπεν αυτοισ 18ιδου αναβενομεν

εισ ιεροσολυμα και ο υιοσ του ανθρωπου

παραδοθησεται τοισ αρχιερευσιν

και γραμματευσιν και κατακρεινουσιν αυτον

θανατω 19και παραδωσουσιν αυτον

τοισ εθνεσιν εισ το ενπαιξαι

και μαστειγωσαι και σταυρωσαι

και τη τριτη ημερα αναστησεται

20τοτε προσηλθεν αυτω

η μητηρ των υιων ζεβεδεου

μετα των υιων αυτησ προσκυνουσα

και αιτουσα τι απ αυτου

21ο δε ειπεν αυτη τι θελεισ λεγει αυτω

ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου

εισ εκ δεξιων σου και εισ εξ ευωνυμων

εν τη βασιλεια σου

22αποκριθεισ δε ο ιησ ειπεν

ουκ οιδατε τι {αιτειτε} δυνασθαι το ποτηριον

πειειν ο εγω μελλω πεινειν

λεγουσιν δυναμεθα

23λεγει αυτοισ ο ιησ το μεν ποτηριον μου πιεσθε

το δε καθεισαι εκ δεξιων μου

και εξ ευωνυμων ουκ εστιν εμον τουτο δουναι

αλλ οισ ητοιμασται υπο του πατροσ μου

24και ακουσαντεσ οι δεκα ηγανακτησαν

περι των δυο αδελφων

25ο δε ιησ προσκαλεσαμενοσ αυτουσ

ειπεν αυτοισ οιδατε οτι οι αρχοντεσ

των εθνων κατακυριευουσιν αυτων

και οι μεγαλοι κατεξουσιαζουσιν αυτων

26ουχ ουτωσ εστιν εν υμειν αλλ οσ αν θελη

εν υμειν μεγασ γενεσθε

______

22^{αιτεισθε}

Leaf 56v - Matthew 20:26+ (image )

εστε υμων διακονοσ

27και οσ αν θελη εν υμειν ειναι πρωτοσ

εστε υμων δουλοσ 28ωσπερ ο υιοσ του ανθρωπου

ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι

και δουναι την ψυχην αυτου

λυτρον αντι πολλων

υμεισ δε ζητειτε εκ μεικρου αυξησαι

και εκ μειζονοσ ελαττον ειναι

εισερχομενοι δε και παρακληθεντεσ

δειπνησαι μη ανακλεινεσθαι

εισ τουσ εξεχοντασ τοπουσ

μηποτε ενδοξοτεροσ σου επελθη

και προσελθων ο δειπνοκλητωρ ειπη σοι

ετι κατω χωρει και καταισχυνθηση

εαν δε αναπεσησ εισ τον ηττονα τοπον

και επελθη σου ηττων

ερει σοι ο δειπνοκλητωρ συναγε ετι ανω

και εσται σοι τουτο χρησιμον

29και εκπορευομενων αυτων απο ιεριχω

ηκολουθησαν αυτω οχλοι πολλοι

30και ιδου δυο τυφλοι καθημενοι

παρα την οδον ηκουσαν οτι ιησ παραγει

και εκραξαν λεγοντεσ ελεησον ημασ

υιε δαυειδ 31ο δε οχλοσ επετειμησεν αυτοισ

{υνα} σειωπησωσιν

οι δε μειζον εκραξαν λεγοντεσ

κε ελεησον ημασ υιε δαυειδ

32και στασ ο ιησ εφωνησεν αυτουσ και ειπεν

τι θελεται ποιησω υμειν 33λεγουσιν αυτω κε

ινα ανυγωσιν οι οφθαλμοι ημων

34{σπλανχνισθε} ο ιησ

ηψατο των ομματων αυτων

και ευθεωσ ανεβλεψαν και ηκολουθησαν αυ

τω

______

31^{ινα} 34^{σπλανχνισθεισ δε}

Leaf 57v - Matthew 21:1+ (image )

1και οτε ηγγισαν εισ ιεροσολυμα

και ηλθον εισ {βηθφαγε} προσ το οροσ των ελαιω̅

τοτε ιησ απεστειλεν δυο μαθητασ 2λεγων αυτοισ

πορευεσθαι εισ την κωμην την κατεναντι υμω̅

και ευθεωσ ευρησεται ονον δεδεμενην

και πωλον {μεθ} αυτησ λυσαντεσ αγεται μοι

3και αν τισ υμιν ειπη τι ποιειται

ερειτε οτι ο κσ αυτων εχει χρειαν

και ευθεωσ αποστελει αυτουσ

4τουτο δε γεγονεν ινα πληρωθη

το ρηθεν δια του προφητου λεγοντοσ

5ειπατε τη θυγατρι σιων

ιδου ο βασιλευσ σου ερχεται σοι πραυσ

επιβεβηκωσ επι ονον

και πωλον υιον υποζυγιου

6πορευθεντεσ δε οι μαθηται εποιησαν

καθωσ συνεταξεν αυτοισ ο ιησ

7και ηγαγον την ονον και τον πωλον

και επεθηκαν επ αυτον τα ειματεια

και εκαθητο επανω αυτου

8ο δε πλειστοσ οχλοσ εστρωσαν αυτων τα ειματεια

εν τη οδω αλλοι δε εκοπτον κλαδουσ

απο των δενδρων και εστρωσαν εν τη οδω

9οι δε οχλοι οι προαγοντεσ αυτον

και οι ακολουθουντεσ εκραζαν λεγοντεσ

οσσανα τω υιω δαυειδ ευλογημενοσ ο ερχομενοσ

εν ονοματι κυ οσσανα εν τοισ υψιστοισ

10και εισελθοντοσ αυτου εισ ιεροσολυμα

εσεισθη πασα η πολεισ λεγουσα

τισ εστιν ουτοσ 11οι δε πολλοι ειπον

ουτοσ εστιν ο προφητησ ιησ

απο ναζαρεθ τησ γαλιλαιασ

12και εισηλθεν ο ιησ εισ το ιερον του θυ

______

1^{βηθφαγη} 2^{μετ}

Leaf 58v - Matthew 21:12+ (image )

και εξεβαλε παντασ τουσ πωλουντασ

και αγοραζοντασ εν τω ιερω

και τασ τραπεζασ των κολλυβιστων κατεστρεψε̅

και τασ καθεδρασ των πωλουντων

τασ περιστερασ 13και λεγει αυτοισ γεγραπται

οικοσ μου

οικοσ προσευχησ κληθησεται

υμεισ δε αυτον εποιησατε

σπηλαιον ληστων

14και προσηλθον αυτω τυφλοι και χωλοι

εν τω ιερω και εθεραπευσεν αυτουσ

15ειδοντεσ δε οι αρχιερεισ

και οι γραμματεισ τα θαυμασια α εποιησεν

και τουσ παιδασ τουσ κραζοντασ

εν τω ιερω και λεγοντασ

οσσανα τω υιω δαυειδ

ηγανακτησαν 16και ειπαν αυτω

ακουεισ τι ουτοι λεγουσιν

ο δε ιησ λεγει αυτω ναι ουδεποτε ανεγνωτε

εκ στοματοσ νηπειων και θηλαζοντων

καταρτεισω αινον

17και καταλειπων αυτουσ εξηλθεν εξω

τησ πολεωσ εισ βηθανειαν

και ηυλισθη εκει

18πρωι δε παραγων εισ την πολιν

επεινασεν 19και ειδων συκην μειαν

επι τησ οδου ηλθεν επ αυτην

και ουδεν ευρεν εν αυτη

ει μη φυλλα μονον και λεγει αυτη

μηκετι εξου καρποσ γενηται εισ τον αιωνα

και εξηρανθη παραχρημα η συκη

20και ιδοντεσ οι μαθηται εθαυμασαν λεγοντεσ

πωσ παραχρημα εξηρανθη η συκη

Leaf 59v - Matthew 21:21+ (image )

21αποκρεισ δε ο ιησ ειπεν αυτοισ

αμην λεγω υμειν εαν εχητε πιστιν

και μη διακριθηται

ου μονον το τησ συκησ ποιησετε

αλλα και τω ορει τουτω εαν ειπητε

αρθητι και βληθητι εισ την θαλασσαν γενησεται

22και παντα οσα {αιτητετε}

εν τη προσευχη πιστευοντεσ λημψεσθαι

23και ελθοντοσ αυτου εισ το ιερον

προσηλθον αυτω διδασκοντει

οι αρχιερεισ

και οι πρεσβυτεροι του λαου λεγοντεσ

εν ποια εξουσεια ταυτα ποιεισ

και τισ σοι εδωκεν

την εξουσειαν ταυτην

24αποκρειθεισ δε ο ιησ ειπεν αυτοισ

επερωτησω υμασ καγω ενα λογον

εαν ειπητε μοι καγω υμειν ερω

εν ποια εξουσια ταυτα ποιω

25το βαπτισμα ιωαννου ποθεν ην

εξ ουρανου η εξ ανθρωπων

οι δε διελογιζοντο παρ εαυτοισ λεγοντεσ

εαν ειπωμεν εξ ουρανου ερει ημειν

δια τι ουκ επιστευσατε αυτω

26εαν δε ειπωμεν εξ ανθρωπων

φοβουμεθα τον οχλον παντεσ γαρ εχουσιν

τον ιωαννην ωσ προφητην

27και αποκρειθεντεσ τω ιηυ ειπαν

ουκ οιδαμεν εφη αυτοισ και αυτοσ

ουδε εγω λεγω υμειν

εν ποια εξουσεια ταυτα ποιω

28τι δε υμιν δοκει ανθρωποσ ειχεν τεκνα δυο

και προσελθων τω πρωτω ειπεν τεκνον

______

22^{αιτησητε}

Leaf 60v - Matthew 21:28+ (image )

υπαγε σημερον εργαζου εισ το αμπελωνα

29ο δε αποκρειθεισ ειπεν ου θελω

υστερον δε μεταμεταμεληθεισ

απηλθεν εισ τον αμπελωνα

30προσελθων δε τω ετερω ειπεν ωσαυτωσ

ο δε αποκρειθεισ ειπεν εγω κε υπαγω

και ουκ απηλθεν 31τισ εκ των δυω

το θελημα του πατροσ εποιησεν

λεγουσιν ο αισχατοσ

λεγει αυτοισ ο ιησ αμην λεγω υμειν

οτι οι τελωναι και αι πορναι

προαγουσιν υμασ εισ την βασιλειαν του θυ

32ηλθεν γαρ προσ υμασ ιωαννησ

εν οδω δικαιοσυνησ και ουκ επιστευσαται αυτω

οι δε τελωναι και αι πορναι

επιστευσαν αυτω υμεισ δε ειδοντεσ

μετεμεληθητε υστερον του πιστευσαι αυτω

33αλλην παραβολην ακουσατε

ανθρωποσ ην οικοδεσποτησ

οστισ εφυτευσεν αμπελωνα

και φραγμον αυτω περιεθηκεν

και ωρυξεν εν αυτω ληνον

και ωκοδομησεν πυργον

και εξεδοτο αυτον γεωργοισ

και απεδημησεν 34οτε δε ηγγισεν

ο καιροσ των καρπων

απεστειλεν τουσ δουλουσ αυτου

προσ τουσ γεωργουσ λαβιν τουσ καρπουσ αυτου

35και λαβοντεσ οι γεωργοι τουσ δουλουσ αυτου

ον μεν εδειραν

ον δε απεκτειναν

ον δε ελειθοβολησαν

36παλιν ουν απεστειλεν αλλουσ δουλουσ πλιονασ

Leaf 61v - Matthew 21:36+ (image )

των πρωτων και εποιησαν αυτοισ ωσαυτωσ

37υστερον δε απεστειλεν αυτοισ

τον υιον αυτου λεγων

εντραπησοντε τον υιον μου

38οι δε γεωργοι ιδοντεσ τον υιον

ειπον εν εαυτοισ ουτοσ εστιν ο κληρονομοσ

δευτε αποκτεινωμεν αυτον και σχωμεν

την κληρονομιαν αυτου

39και λαβοντεσ αυτον απεκτειναν

και εξεβαλαν εξω του αμπελωνοσ

40οταν ουν ελθη ο κσ του αμπελωνοσ

τι ποιησει τοισ γεωργοισ εκεινοισ

41λεγουσιν αυτω

κακουσ κακωσ απολεσει {αυταυσ}

και τον αμπελωνα

εκδωσεται αλλοισ γεωργοισ

οιτινεσ αποδωσουσιν αυτω τουσ καρπουσ

εν τοισ καιροισ αυτων

42λεγει αυτοισ ο ιησ ουδεποτε ανεγνωτε

εν ταισ γραφαισ

λιθον ον απεδοκειμασαν

οι οικοδομουντεσ ουτοσ εγενηθη

εισ κεφαλην γωνειασ

παρα κυ εγενετο αυτη και εστιν θαυμαστη

εν οφθαλμοισ υμων

43δια τουτο λεγω υμειν οτι αρθησεται

αφ υμων η βασιλεια του θυ

και δοθησεται εθνει

ποιουντι τουσ καρπουσ αυτησ

45και ακουσαντεσ οι αρχιερεισ

και οι φαρισαιοι τασ παραβολασ αυτου

εγνωσαν οτι περι αυτων λεγει

46και ζητουντεσ αυτον κρατησαι

______

41^{αυτουσ}

Leaf 62v - Matthew 21:46+ (image )

εφοβηθησαν τουσ οχλουσ

επι ωσ προφην αυτον ειχον

1και αποκριθεισ ο ιησ παλιν ειπεν

εν παραβολαισ αυτοισ λεγων

2ωμοιωθη η βασιλεια των ουρανων

ανθρωπω βασιλει οστισ εποιησεν γαμουσ

τω υιω αυτου 3και απεστειλεν τουσ δουλουσ αυτου

καλεσαι τουσ κεκλημενουσ εισ τουσ γαμουσ

και ουκ ηθελον ελθειν

4παλιν απεστειλεν αλλουσ δουλουσ λεγων

ειπατε τοισ κεκλημενοισ

ιδου το αριστον μου ητοιμακα

οι ταυροι μου και τα σειτιστα τεθυμενα

και παντα ετοιμα δευτε εισ τουσ γαμουσ

5οι δε αμελησαντεσ απηλθον

οι μεν εισ τον ειδιον αγρον

οι δε επι την εμπορειαν αυτων

6οι δε λοιποι κρατησαντεσ τουσ δουλουσ αυτου

υβρεισαν και απεκτειναν

7εκεινοσ ο βασιλευσ ακουσασ ωργισθη

και πεμψασ το στρατευμα αυτου

απωλεσεν τουσ φονεισ εκεινουσ

και την πολιν αυτων ενεπρησεν

8τοτε λεγει τοισ δουλοισ αυτου

ο μεν γαμοσ ετοιμοσ εστιν

οι δε κεκλημενοι ουκ ησαν αξιοι

9πορευεσθαι ουν επι τασ διεξοδουσ των οδων

και οσουσ αν ευρητε καλεσατε εισ τουσ γαμουσ

10και εξελθοντεσ οι δουλοι αυτου εισ τασ οδουσ

συνηγαγον παντασ ουσ ευραν

πονηρουσ τε και αγαθουσ

και επλησθη ο γαμοσ των ανακειμενων

11εισελθων δε ο βασιλευσ

Leaf 63v - Matthew 22:11+ (image )

θεασασθαι τουσ ανακειμενουσ

ειδεν εκει ανθρωπον μη ενδεδυμενον

ενδυμα γαμου 12και λεγει αυτω

ετεραι πωσ ηλθεσ ωδε

μη εχων ενδυμα γαμου

ο δε εφειμωθη

13τοτε ειπεν ο βασιλευσ τοισ διακονοισ

αρατε αυτον ποδων και χειρων

και βαλεται αυτον εισ το σκοτοσ το εξωτερον

εκει εσται ο κλαυθμοσ

και ο βρυγμοσ των οδοντων

14πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι

15τοτε πορευθεντεσ οι φαρισαιοι

συνβουλιον ελαβον πωσ αυτον παγιδευσωσι̅

εν λογω 16και αποστελλουσιν προσ αυτον

τουσ μαθητασ αυτων

μετα των ηρωδιανων λεγοντεσ διδασκαλε

οιδαμεν οτι αληθησ ει και την οδον του θυ

επ {αληθεια} διδασκεισ και ου μελει σοι περι ουδενοσ

ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων

17τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου

18γνουσ δε ο ιησ την πονηριαν αυτων ειπεν

τι με πειραζεται υποκρειται

19επιδειξατε μοι το νομισμα του κηνσου

οι δε προσηνεγκαν αυτω δηναριον

20λεγει αυτοισ ο ιησ τινοσ η εικων αυτη

και η επιγραφη 21λεγουσιν αυτω καισαροσ

τοτε λεγει αυτοισ αποδοτε τα καισαροσ τω καισαρι

και τα του θυ τω θω 22και ακουσαντεσ εθαυμασαν

και αφεντεσ αυτον απηλθαν

23εν εκεινη τη ημερα προσηλθον αυτω

σαδδουκαιοι λεγοντεσ μη ειναι αναστασιν

και επηρωτησαν αυτον 24λεγοντεσ διδασκαλε

______

16^{αληθειασ}

Leaf 64v - Matthew 22:24+ (image )

μωυσησ ειπεν εαν τισ αποθανη

μη εχων τεκνα ινα επιγαμβρευσει

ο αδελφοσ αυτου και αναστησει σπερμα

τω αδελφω αυτου

25ησαν παρ ημειν επτα αδελφοι

και ο πρωτοσ γαμησασ ετελευτησεν

και μη εχων σπερμα αφηκεν την γυναικα αυτου

τω αδελφω αυτου 26ομοιωσ και ο δευτεροσ

και ο τριτοσ εωσ των επτα

27υστερον δε παντων απεθανεν και η γυνη

28εν τη αναστασει ουν τινοσ εστε

των επτα γυνη παντεσ γαρ εσχον αυτην

29αποκρειθεισ δε ο ιησ ειπεν αυτοισ πλανασθαι

μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θυ

30εν γαρ τη αναστασει

ουτε γαμουσιν ουτε γαμειζονται

αλλα ωσ αγγελοι εν ουρανω εισιν

31περι δε τησ αναστασεωσ των νεκρων

ουκ ανεγνωτε το ρηθεν υμειν

υπο του θυ λεγοντοσ 32εγω ειμι ο θσ αβρααμ

και ο θσ ισακ και ο θσ ιακωβ

ουκ εστιν θσ νεκρων αλλα ζωντων

33και ακουσαντεσ οι οχλοι εξεπλησσοντο

επι τη διδαχη αυτου

34οι δε φαρεισαιοι ακουσαντεσ

οτι εφειμωσεν τουσ σαδδουκαιουσ

συνηχθησαν επ αυτον

35και επηρωτησεν εισ εξ αυτων νομικοσ

πειραζων αυτον και λεγων 36διδασκαλε

ποια εντολη εν τω νομω μεγαλη

37εφη αυτω ιησ αγαπησεισ κν τον θν σου

εν ολη τη καρδεια σου και εν ολη τη ψυχη σου

και εν ολη τη διανοια σου

Leaf 65v - Matthew 22:38+ (image )

38αυτη εστιν μεγαλη και πρωτη εντολη

39δευτερα δε ομοια ταυτη αγαπησεισ

τον πλησιον σου ωσ σεαυτον

40εν ταυταισ ταισ δυσιν εντολαισ

ολοσ ο νομοσ κρεμαται και οι προφηται

41συνηγμενων δε των φαρισαιων

επηρωτησεν αυτουσ ο ιησ 42λεγων

τι υμειν δοκει περι του χρυ τινοσ υιοσ εστιν

λεγουσιν αυτω του δαυειδ

43λεγει αυτοισ πωσ ουν δαυειδ εν πνι

καλει αυτον κν λεγων

44ειπεν κσ τω κω μου καθου εκ δεξιων μου

εωσ αν θω τουσ εκθρουσ σου

υποκατω των ποδων σου

45ει ουν δαυειδ εν πνι καλει αυτον κν

πωσ υιοσ αυτου εστιν 46και ουδεισ εδυνατο

αποκρειθηναι αυτω λογον

ουδε ετολμησεν τισ απ εκεινησ τησ ωρασ

επερωτησε αυτον ουκετι

1τοτε ελαλησεν ο ιησ τοισ οχλοισ

και τοισ μαθηταισ αυτου 2λεγων

επι τησ καθεδρασ μωυσεωσ

εκαθισαν οι γραμματεισ και οι φαρισαιοι

3παντα ουν παντα ουν οσα αν ειπωσιν ποιειτε

και τηρειτε κατα δε τα εργα αυτων

μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν

4δεσμευουσιν γαρ φορτεια βαρεα

και α δυσβαστακτα και επιτιθεασιν

επι τουσ ωμουσ των ανθρωπων

αυτοι δε τω δακτυλω αυτων

ου θελουσιν κεινησαι αυτα

5παντα δε τα εργα αυτων ποιουσιν

προσ το θεαθηναι τοισ ανθρωποισ

Leaf 66v - Matthew 23:5+ (image )

πλατυνουσιν γαρ τα φυλακτηρια αυτων

και μεγαλυνουσιν τα κρασπεδα

6φιλουσιν δε την την πρωκλεισιαν

εν τοισ δειπνοισ και τασ πρωτοκαθεδριασ

εν ταισ συναγωγαισ 7και τουσ ασπασμουσ

εν ταισ αγοραισ και καλεισθαι υπο των ανθρωπων

ραββει ραββει 8υμεισ δε μη κληθητε ραββει

εισ γαρ εστιν υμων ο καθηγητησ

παντεσ δε υμεισ αδελφοι εσται

9και πατερα μη καλεσητε υμειν επι τησ γησ

εισ γαρ εστιν ο πατηρ υμων ο εν ουρανοισ

10μηδε κληθητε καθηγηται

οτι καθηγητησ υμων εισ εστιν ο χρσ

11ο μειζων υμων εσται υμων διακονοσ

12οστισ δε υψωσει εαυτον ταπεινωθησεται

και οστισ ταπεινωσει εαυτον υψωθησεται

13ουαι δε υμειν γραμματεισ και φαρισαιοι

υποκριται οτι κλειεται

την βασιλειαν των ουρανων

ενπροσθεν των ανθρωπων

υμεισ γαρ ουκ εισερχεσθαι ουδε τουσ εισερχομενουσ

αφειεται εισελθειν

15ουαι υμειν γραμματεισ και φαρισαιοι

υποκριται οτι περιαγετε την θαλασσαν

και την ξηραν ινα ποιησηται

ενα προσηλυτον και οταν γενηται

ποιειτε αυτον υιον γεεννησ

διπλοτερον υμων

16ουαι υμειν οδηγοι τυφλοι λεγοντεσ

οσ αν ομοση εν τω ναω ουδεν εστιν

οσ δ αν ομοση εν τω χρυσω του ναου

οφειλει 17μωροι και τυφλοι

τισ γαρ μειζω εστιν ο χρυσοσ η ο ναοσ

Leaf 67v - Matthew 23:17+ (image )

ο αγιασασ τον χρυσον

18και οσ αν ομοση εν τω θυσιαστηριω ουδεν εστιν

οσ δ αν ομοση εν τω δωρω τω επανω αυτου

οφειλει 19τυφλοι τι γαρ μειζω

το δωρον η το θυσιαστηριον

το αγιαζον το δωρον

20ο ουν ομοσασ εν τω θυσιαστηριω ομνυει εν αυτω

και εν πασει τοισ επανω αυτου

21και ο ομοσασ εν τω ναω ομνυει εν αυτω

και εν τω κατοικησαντι αυτον

22και ο ομοσασ εν τω ουρανω

ομνυει εν τω θρονω του θυ

και εν τω καθημενω επανω αυτου

23ουαι υμειν γραμματεισ και φαρισαιο

υποκριται οτι αποδεκατουτε το ηδυοσμον

και το ανηθον και το κυμεινον

και αφηκατε τα βαρυτερα του νομου

την κρισιν και το ελεοσ και την πιστιν

ταυτα εδει ποιησαι

κακεινα μη αφιεναι 24οδηγοι τυφλοι

διυλιζοντεσ τον κωνωπα

τον δε καμηλον καταπεινοντεσ

25ουαι υμειν γραμματεισ και φαρισαιοι υποκριται

οτι καθαριζεται το εξω του ποτηριου

και τησ παροψιδοσ εσωθεν δε γεμουσιν

αρπαγησ και ακρασειασ

26φαρισαιε τυφλε καθαρισον πρωτον

το εντοσ του ποτηριου

ινα γενηται και το εξωθεν αυτου καθαρον

27ουαι υμειν γραμματεισ και φαρισαιοι

υποκριται οτι παρομοιαζετε

ταφοισ κεκονιαμενοισ

εξωθεν ο ταφοσ φαινετε ωραιοσ

Leaf 68v - Matthew 23:27+ (image )

εσωθεν δε γεμι οστεων νεκρων

και πασησ ακαθαρσειασ 28ουτωσ και υμεισ

εξωθεν μεν φενεσθαι τοισ ανθρωποισ δικαιοι

εσωθεν δε εσται μεστοι υποκρισεωσ

και ανομειασ

29ουαι υμειν γραμματεισ και φαρισαιοι

υποκριται οτι οικοδομειτε

τουσ ταφουσ των προφητων και κοσμειτε

τα μνημεια των δικαιων 30και λεγεται

ει ημεθα εν ταισ ημεραισ των πατερων ημων

ουκ αν ημεθα αυτων κοινωνοι

εν τω αιματι των προφητων

31ωστε μαρτυρειτε εαυτοισ οτι υιοι εστε

των φονευσαντων τουσ προφητασ

32και υμεισ επληρωσατε

το μετρον των πατερων υμων

33οφεισ γεννηματα εχιδνων

πωσ φυγεται απο τησ κρισεωσ τησ γεεννησ

34δια τουτο ιδου αποστελω προφητασ και σοφουσ

και γραμματεισ και εξ αυτων αποκτεινειτε

και σταυρωσεται και διωξεται

απο πολεωσ εισ πολιν 35οπωσ ελθη εφ υμασ

παν αιμα δικαιον

εχχυννομενον επι τησ γησ

απο αιματοσ αβελ του δικαιου

εωσ αιματοσ ζαχαριου υιου βαραχειου

ον εφονευσατε μεταξυ του ναου

και του θυσιαστηριου 36αμην λεγω υμειν

ηξει ταυτα παντα επι την γενεαν ταυτην

37ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα

τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ

προσ σε ποσακεισ ηθελησα

επισυναγαγειν τα τεκνα σου

Leaf 69v - Matthew 23:37+ (image )

ον τροπον ορνισ επισυναγει τα νοσσεια αυτησ

υπο τασ πτερυγασ και ουκ ηθελησατε

38ιδου αφιετε υμειν ο οικοσ υμων ερημοσ

39λεγω γαρ υμειν οτι ου μη με ιδητε απ αρτι

εωσ αν ειπητε ευλογημενοσ ο ερχομενοσ

εν ονοματι θυ

1και εξελθων ο ιησ απο του ιερου επορευετο

και προσηλθον οι μαθηται αυτου

επιδειξαι αυτω τασ οικοδομασ του ιερου

2ο δε αποκρειθεισ ειπεν αυτοισ

βλεπετε παντα ταυτα αμην λεγω υμειν

οτι ου μη αφεθη ωδε λιθοσ επι λιθον

οσ ου καταλυθησεται

3καθημενου δε αυτου επι του ορουσ

των ελεων προσηλθον αυτω οι μαθηται

κατ ιδιαν λεγοντεσ

ειπε ημειν ποτε ταυτα εσται

και τι το σημειον τησ παρουσιασ σου

και τησ συντελειασ του αιωνοσ

4και αποκριθεισ ο ιησ ειπεν αυτοισ

βλεπεται μη τισ υμασ πλανηση

5πολλοι γαρ ελευσονται

επι τω ονοματι μου λεγοντεσ εγω ειμι ο χρσ

και πολλουσ πλανησουσιν

6μελλεται δε ακουειν πολεμουσ

και ακοασ πολεμων ορατε μη θροεισθαι

δει γαρ γενεσθαι αλλ ουπω εστιν το τελοσ

7εγερθησεται γαρ εθνοσ επι εθνοσ

και βασιλεια επι βασιλειαν και εσονται λειμοι

και σεισμοι κατα τοπουσ

8παντα δε ταυτα αρχη οδυνων

9τοτε παραδωσουσιν υμασ εισ θλειψειν

και αποκτεινουσιν υμασ και εσεσθαι μεισουμε

νοι

Leaf 70v - Matthew 24:9+ (image )

υπο παντων εθνων δια το ονομα μου

10και τοτε σκανδαλισθησονται πολλοι

και αλληλουσ παραδωσουσιν

και μεισησουσιν αλληλουσ 11και πολλοι

ψευδοπροφηται εξεγερθησονται

και πλανησουσιν πολλουσ

12και δια το πληθυναι την ανομειαν

ψυγησεται η αγαπη των πολλων

13ο δε υπομεινασ εισ τελοσ

ουτοσ σωθησεται 14και κηρυχθησεται

το ευαγγελιον τουτο τησ βασιλειασ

εν ολη τη οικουμενη

εισ μαρτυριον πασιν τοισ εθνεσιν

και τοτε ηξει το τελοσ

15οταν ουν ειδητε

το βδελυγμα τησ ερημωσεωσ

το ρηθεν δια δανιηλου του προφητου

εστωσ εν τοπω αγιω ο αναγεινωσκων νοειτω

16τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη

17ο δε επι του δωματοσ μη καταβατω

αραι τι εκ τησ οικειασ 18και ο εν τω αγρω

μη επιστρεψατω οπισω

αραι το ειματειον αυτου

19ουαι δε ταισ εν γαστρι εχουσαισ

και ταισ θηλαζομεναισ εν εκειναισ ταισ ημεραισ

20προσευχεσθαι δε ινα μη γενηται η φυγη υμω̅

χειμωνοσ μηδε σαββατου

21εσται γαρ τοτε θλειψισ μεγαλη

οια ουκ εγενετο απ αρχησ κοσμου

εωσ νυν ουδε μη γενοιτο

22και ει μη εκολοβωθησαν αι ημεραι εκειναι

ουκ αν εσωθη πασα σαρξ

δια δε τουσ εκλεκτουσ κολοβωθησονται

Leaf 71v - Matthew 24:22+ (image )

αι ημεραι εκειναι 23τοτε εαν τισ υμειν ειπη

ιδου ωδε ο χρσ η εκει μη πιστευσηται

24εγερθησονται γαρ ψευδοχρειστοι

και ψευδοπροφηται και δωσουσιν σημεια

μεγαλα και τερατα ωστε πλανηθηναι

ει δυνατον και τουσ εκλεκτουσ

25ιδου προειρηκα υμειν 26εαν ουν ειπωσιν υμειν

ιδου εν τη ερημω εστιν μη εξελθηται

ιδου εν τοισ ταμειοισ μη πιστευσηται

27ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων

και φαινει εωσ δυσμων ουτωσ εσται η παρουσεια

του υιου του ανθρωπου 28οπου αν η το πτωμα

εκει συναχθησονται οι αετοι

29ευθεωσ δε μετα την θλειψειν

των ημερων εκεινων ο ηλιοσ σκοτισθησεται

και η σεληνη ου δωσει το φεγγοσ αυτησ

και οι αστερεσ πεσουνται εκ του ουρανου

και αι δυναμεισ των ουρανων σαλευθησονται

30και τοτε φανησεται το σημειον

του υιου του ανθρωπου του εν ουρανοισ

και κοψονται τοτε πασαι αι φυλαι τησ γησ

και οψονται τον υιον του ανθρωπου ερχομενο̅

επι των νεφελων του ουρανου

μετα δυναμεωσ πολλησ και δοξησ

31και αποστελει τουσ αγγελουσ αυτου

μετα σαλπιγγοσ και φωνησ μεγαλησ

και επισυναξουσιν τουσ εκλεκτουσ αυτου

εκ των τεσσαρων ανεμων

απο ακρων ουρανων

εωσ ακρων αυτων

αρχομενων δε τουτων γεινεσθαι

αναβλεψατε και επαρατε

τασ κεφαλασ υμων διοτι εγγειζει

Leaf 72v - Matthew 24:31+ (image )

η απολυτρωσεισ υμων

32απο δε τησ συκησ μαθεται την παραβολην

οταν ηδη ο κλαδοσ αυτησ γενηται απαλοσ

και τα φυλλα εκφυη γεινωσκεται οτι

ενγυσ εστιν το θεροσ 33ουτωσ και υμεισ

οταν ιδητε ταυτα παντα γεινωσκετε οτι

ενγυσ εστιν επι θυραισ

34αμην λεγω υμειν οτι ου μη παρελθη

η γενεα αυτη εωσ αν ταυτα παντα γενηται

35ο ουρανοσ και η γη παρελευσεται

οι δε λογοι μου ου μη παρελθωσιν

36περι δε τησ ημερασ εκεινησ και ωρασ ουδεισ οιδε̅

ουδε οι αγγελοι των ουρανων ουδε ο υιοσ

ει μη ο πατηρ μονοσ 37ωσπερ γαρ αι ημεραι του νωε

ουτωσ εσται και η παρουσεια του υιου του ανθρωπου

38ωσπερ γαρ ησαν εν ταισ ημεραισ εκειναισ

προ του κατακλυσμου τρωγοντεσ και πεινοντεσ

και γαμουντεσ και γαμειζοντεσ

αχρει τησ ημερασ εισηλθεν νωε εισ την κειβωτο̅

39και ουκ εγνωσαν εωσ ηλθεν ο κατακλυσμοσ

και ηρεν παντασ ουτωσ εσται η παρουσεια

του υιου του ανθρωπου

40τοτε δυο εσονται εν τω αγρω εισ παραλαμβανεται

και εισ αφειεται

41δυο αληθουσαι εν τω μυλωνι

μεια παραλαμβανεται και μεια αφειεται

δυο επι κλεινησ μειασ εισ παραλαμβανεται

και εισ αφιεται 42γρηγορειτε ουν

οτι ουκ οιδαται ποια ημερα ο κσ υμων ερχεται

43εκεινο δε γεινωσκεται οτι ει ηδει

ο οικοδεσποτησ ποια φυλακη ο κλεπτησ ερχεται

εγρηγορησεν αν και ουκ ηασεν διορυχθηναι

την οικειαν αυτου 44δια τουτο και υμεισ

Leaf 73v - Matthew 24:44+ (image )

γεινεσθαι ετοιμοι οτι η ου δοκειται ωρα

ο υιοσ του ανθρωπου ερχεται

45τισ γαρ εστιν ο πιστοσ δουλοσ και φρονιμοσ

ον κατεστησεν ο κσ επι τησ θεραπειασ αυτου

δουναι αυτοισ την τροφην εν καιρω

46μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κσ αυτου

ευρησει ουτωσ ποιουντα

47αμην λεγω υμειν οτι επι πασιν

τοισ υπαρχουσιν αυτου καταστησει αυτον

48εαν δε ειπη ο κακοσ δουλοσ εκεινοσ

εν τη καρδια αυτου χρονιζι μου ο κσ ελθειν

49και αρξηται τυπτειν τουσ συνδουλουσ αυτου

εσθιη δε και πεινη μετα των μεθυοντων

50ηξει ο κσ του δουλου εκεινου εν ημερα

η ου προσδοκα και εν ωρα η ου γεινωσκει

51και διχοτομησει αυτον και το μεροσ αυτου θησει

μετα των υποκριτων εκει εσται ο κλαυθμοσ

και ο βρυγμοσ των οδοντων

1τοτε ομοιωθησεται η βασιλεια των ουρανων

δεκα παρθενοισ αιτινεσ λαβουσαι

τασ λαμπαδασ εαυτων

εξηλθον εισ απαντησιν του νυμφιου

και τησ νυμφησ

2πεντε δε εξ αυτων ησαν μωραι

και πεντε φρονιμοι

3αι ουν μωραι λαβουσαι τασ λαμπαδασ αυτων

ουκ ελαβον μεθ εαυτων ελαιον

εν τοισ αγγειοισ αυτων 4αι δε φρονιμοι

ελαβον ελεον εν τοισ αγγειοισ

μετα των λαμπαδων αυτων

5χρονιζοντοσ δε του νυμφιου

ενυσταξαν πασαι και εκαθευδον

6μεσησ δε νυκτοσ κραυγη γεγονεν

Leaf 74v - Matthew 25:6+ (image )

ιδου ο νυμφιοσ {εξερχεται} εισ απαντησιν αυτου

7τοτε ηγερθησαν πασαι αι παρθενοι

και εκοσμησαν τασ λαμπαδασ αυτων

8αι δε μωραι ταισ φρονιμοισ ειπον

δοτε ημειν εκ του ελεου υμων

οτι αι λαμπαδεσ ημων ζβεννυνται

9απεκριθησαν δε αι φρονιμοι λεγουσαι

μηποτε ου μη αρκεσει ημιν και υμειν

πορευεσθαι μαλλον προσ τουσ πωλουντασ

και αγορασαται εαυταισ

10εωσ υπαγουσιν αγορασαι ηλθεν ο νυμφιοσ

και αι ετοιμοι εισηλθον μετ αυτου

εισ τουσ γαμουσ και εκλισθη η θυρα

11υστερον δε ηλθον αι λοιπαι παρθενοι λεγουσαι

κε κε ανοιξον ημειν

12ο δε αποκριθεισ ειπεν αμην λεγω υμειν

ουκ οιδα υμασ 13γρηγορειται ουν

οτι ουκ οιδατε την ημεραν ουδε την ωραν

14ωσπερ ανθρωποσ αποδημων

εκαλεσεν τουσ ιδιουσ δουλουσ

και παρεδωκεν αυτοισ τα υπαρχοντα αυτου

15και ω μεν εδωκεν ε ταλαντα

ω δε β ω δε ενα εκαστω

κατα την δυναμιν αυτου

και απεδημησεν ευθεωσ 16πορευθεισ δε

ο τα πεντε ταλαντα λαβων

ηργασατο εν αυτοισ και εκερδησεν

αλλα ε ταλαντα

17ομοιωσ και ο τα δυο ταλαντα λαβων

και αυτοσ εκερδησεν αλλα δυο

18ο δε το εν λαβων ωρυξεν εν τη γη

και εκρυψεν το αργυριον του κυ αυτου

19μετα δε πολυν χρονον

______

6^{εξερχεσθαι}

Leaf 75v - Matthew 25:19+ (image )

ερχεται ο κσ των δουλων εκεινων

και συνερει λογον μετ αυτων

20και προσελθων

ο τα πεντε ταλαντα λαβων

προσηνεγκεν αλλα πεντε ταλαντα λεγων κε

πεντε ταλαντα μοι παρεδωκασ

ειδε αλλα πεντε ταλαντα επεκερδησα

21εφη αυτω ο κσ αυτου ευ δουλε αγαθε και πιστε

επι επ ολιγα ησ πιστοσ

επι πολλων σε καταστησω

εισελθε εισ την χαραν του κυ σου

22προσελθων δε

και ο τα δυο ταλαντα λαβων ειπεν

κε δυο ταλαντα μοι παρεδωκεσ

ιδου αλλα δυο ταλαντα επεκερδησα

23εφη αυτω ο κσ αυτου ευ δουλε αγαθε και πιστε

επι επ ολιγα ησ πιστοσ

επι πολλων σε καταστησω

εισελθε εισ την χαραν του κυ σου

24προσελθων δε

ο το ενα ταλαντον ειληφωσ ειπεν

κε εγνων οτι σκληροσ ει ανθρωποσ

θεριζων οπου ουκ εσπειρασ

και συναγων οπου ου διεσκορπισασ

25και φοβηθεισ απηλθον

και εκρυψα το ταλαντον σου εν τη γη

ειδου εχεισ το σον

26αποκριθεισ δε ο κσ αυτου ειπεν αυτω

πονηρε δουλε και οκνηρε

ηδεισ οτι θεριζω οπου ουκ εσπειρα

και συναγω οθεν ου διεσκορπισα

27εδει ουν σε βαλειν το αργυριον μου

τοισ τραπεζειταισ και ελθων εγω

Leaf 76v - Matthew 25:27+ (image )

εκομισαμην αν το εμον συν τοκω

28αραται ουν απ αυτου το ταλαντον

και δοτε τω εχοντι τα πεντε ταλαντα

29τω γαρ εχοντι δοθησεται και περισσευσεται

του δε μη εχοντοσ

και ο εχει αρθησεται απ αυτου

30και τον αχρειον δουλον βαλεται εξω

εισ το σκοτοσ το εξωτερον εκει εσται ο κλαυθμοσ

και ο βρυγμοσ των οδοντων

31οταν δε ελθη ο υιοσ του ανθρωπου

εν τη δοξη αυτου και παντεσ οι αγγελοι μετ αυτου

τοτε καθισει επι θρονου δοξησ αυτου

32και συναχθησονται

ενπροσθεν αυτου παντα τα εθνη

και αφοριει αυτουσ απο αλληλων

ωσπερ ο ποιμην αφορειζει τα προβατα

απο των εριφων 33και στησει τα προβατα

εκ δεξιων αυτου τα δε εριφεια εξ ευωνυμω̅

34τοτε ερει ο βασιλευσ τοισ εκ δεξιων αυτου

δευτε οι ευλογημενοι του πατροσ μου

κληρονομησατε

την ητοιμασμενην υμειν βασιλειαν

απο καταβολησ κοσμου

35επεινασα γαρ και εδωκατε μοι φαγειν

εδιψησα και εποτεισαται με

ξενοσ ημην και συνηγαγεται με

36γυμνοσ και περιεβαλεται με

ησθενησα και επεσκεψασθαι με

εν φυλακη ημην και ηλθατε προσ με

37τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντεσ

κε ποτε σε ειδομεν πεινωντα

και εθρεψαμεν η δειψωντα και εποτισαμεν

38ποτε δε ειδομεν σε ξενον

Leaf 77v - Matthew 25:38+ (image )

και συνηγαγομεν και γυμνον και περιεβαλομε̅

39η ποτε σε ειδομεν ασθενουντα

η εν φυλακη και ηλθαμεν προσ σε

40και αποκρειθεισ ερει αυτοισ ο βασιλευσ

αμην λεγω υμειν εφ οσον εποιησαται

ενι τουτων των αδελφων μου

των ελαχιστων εμοι εποιησαται

41τοτε ερι και τοισ εξ ευωνυμων

πορευεσθαι απ εμου οι κατηραμενοι

εισ το πυρ το αιωνιον

ο ητοιμασεν ο πατηρ μου

τω διαβολω και τοισ αγγελοισ αυτου

42επεινασα γαρ και ουκ εδωκατε μοι φαγειν

εδειψησα και ουκ εποτεισατε με

43ξενοσ ημην και ου συνηγαγεται με

γυμνοσ και ου περιεβαλεται με

ασθενησ και εν φυλακη και ουκ {επεικεψασθαι} με

44τοτε αποκριθησονται και αυτοι λεγοντεσ κε

ποτε σε ειδομεν πεινωντα

η δειψωντα η ξενον η γυμνον

η ασθενη η εν φυλακη

και ου διηκονησαμεν σοι

45τοτε αποκριθησεται αυτοισ λεγων

αμην λεγω υμειν εφ οσον ουκ εποιησατε

ενι τουτων των ελαχιστων

ουδε εμοι εποιησατε

46και απελευσονται ουτοι εισ κολασιν αιωνιον

οι δε δικαιοι εισ ζωην αιωνιον

1και εγενετο ο τελεσεν ο ιησ

παντασ τουσ λογουσ τουτουσ

ειπεν τοισ μαθηταισ 2οτι μετα δυο ημερασ

το πασχα γεινεται και ο υιοσ του ανθρωπου

παραδιδοται εισ το σταυρωθηναι

______

43^{επεσκεψασθαι}

Leaf 78v - Matthew 26:3+ (image )

3τοτε συνηχθησαν οι αρχειερεισ

και οι πρεσβυτεροι του λαου

εισ την αυλην του αρχιερεωσ

του λεγομενου καιφα 4και συνεβουλευοντο

ινα τον ιην δολω κρατησωσιν

και αποκτεινωσιν 5ελεγον δε μη εν τη εορτη

ινα μη θορυβοσ γενηται εν τω λαω

6του δε ιηυ γενομενου εν βηθανια

εν οικεια σιμωνοσ του λεπρωσου

7προσηλθεν αυτω γυνη

εχουσα αλαβαστρον μυρου πολυτειμου

και κατεχεεν επι τησ κεφαλησ αυτου

ανακειμενου αυτου 8ιδοντεσ δε οι μαθηται

ηγανακτησαν λεγοντεσ

εισ τι η απωλεια αυτη

9ηδυνατο γαρ τουτο πραθηναι πολλου

και δοθηναι τοισ πτωχοισ

10γνουσ δε ιησ ειπεν αυτοισ

τι κοπουσ παρεχεται τη γυναικει

εργον γαρ καλον ηργασατο εισ εμε

11παντοτε γαρ τουσ πτωχουσ

εχετε μεθ εαυτων

εμε δε ου παντοτε εχετε

12βαλουσα γαρ αυτη το μυρον τουτο

επι του {σωματοσματοσ} μου

προσ το ενταφιασαι με εποιησεν

13αμην λεγω υμειν οπου αν κηρυχθη

το ευαγγελιον τουτο εν ολο τω κοσμω

λαληθησεται και ο εποιησεν αυτη

εισ μνημοσυνον αυτησ

14τοτε πορευθεισ εισ των ιβ

{προσ τουσ αρχιερεισ} 15{και ειπεν αυτοισ

τι θελεται μοι δουναι}

______

12^{σωματοσ} 14^{ο λεγομενοσ ιουδασ σκαριωτησ προσ τουσ αρχιερεισ} 15^{}

Leaf 79v - Matthew 26:15+ (image )

και ειπεν αυτοισ τι θελετε μοι δουναι

και εγω υμειν παραδωσω αυτον

οισ δε εστησαν αυτω λ στατηρασ

16και απ οτε εζητει ευκαιριαν

ινα αυτον παραδω αυτοισ

17τη δε πρωτη των αζυμων

προσηλθον οι μαθηται τω ιηυ λεγοντεσ

που θελεισ ετοιμασομεν σοι φαγειν το πασχα

18ο δε ειπεν υπαγετε εισ την πολιν

προσ τον δεινα και ειπατε αυτω

ο διδασκαλοσ λεγει ο καιροσ μου ενγυσ εστιν

προσ σε ποιησω το πασχα μετα των μαθητων μου

19και εποιησαν οι μαθηται ωσ συνεταξεν αυτοισ

ο ιησ και ητοιμασαν το πασχα

20οψειασ δε γενομενησ ανεκειτο μετα των ιβ

21και εσθιοντων αυτων ειπεν

αμην λεγω υμειν

οτι εισ εξ υμων παραδωσει με

22και λυπουμενοι σφοδρα ηρξαντο λεγειν

εισ εκαστοσ αυτων μητι εγω ειμι κε

23ο δε αποκρεισ ειπεν ο ενβαπτομενοσ

την χειρα μετ εμου εισ το τρυβαλιον

ουτοσ με παραδωσει

24ο μεν ουν υιοσ του ανθρωπου υπαγει

καθωσ γεγραπται περι αυτου

ουαι δε τω ανθρωπω εκεινω

δι ου ο υιοσ του ανθρωπου παραδιδοται

δια τουτο καλον ην αυτω

ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ

25αποκριθεισ δε ο ιουδασ ο παραδιδουσ αυτον ειπε̅

μητι εγω ειμι ραββει λεγει αυτω συ ειπασ

26αυτων δε εσθιοντων ο ιησ λαβων αρτον

και ευλογησασ εκλασεν και δουσ τοισ μαθηταισ

ειπε̅

Leaf 80v - Matthew 26:26+ (image )

λαβετε φαγεται τουτο εστιν το σωμα μου

27και λαβων το ποτηριον και ευχαριστησασ

εδωκεν αυτοισ λεγων πειεται εξ αυτου παντεσ

28τουτο γαρ εστιν το αιμα μου

τησ καινησ διαθηκησ το υπερ πολλων

εκχυννομενον εισ {αφεσ��} αμαρτιων

29λεγω δε υμειν ου μη πιω απ αρτει

εκ τουτου του γενηματοσ τησ αμπελου

εωσ τησ ημερασ εκεινησ

οταν αυτο πιω μεθ υμων καινον

εν τη βασειλεια του πρσ μου

30και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιω̅

31τοτε λεγει αυτοισ ο ιησ παντεσ υμεισ

σκανδαλισθησεσθαι εν εμοι εν τη νυκτι ταυτη

γεγραπται γαρ

παταξω τον ποιμενα

και διασκορπισθησεται

τα προβατα τησ ποιμνησ

32μετα δε το εγερθηναι με

προαξω υμασ εισ την γαλιλαιαν

33αποκριθεισ δε ο πετροσ ειπεν αυτω

ει παντεσ σκανδαλισθησονται εν σοι

εγω ουδεποτε σκανδαλισθησομαι

34εφη αυτω ο ιησ αμην λεγω σοι

οτι ταυτη τη νυκτει πρειν αλεκτορα φωνησαι

τρισ απαρνηση με 35λεγει αυτω πετροσ

καν δεη με συν σοι αποθανειν

ου μη σε απαρνησομαι

ομοιωσ και παντεσ οι μαθηται ειπον

36τοτε ερχεται ο ιησ μετ αυτων

εισ χωριον λεγομενον γεθσαμανει

και λεγει τοισ μαθηταισ αυτου

καθισατε αυτου εωσ αν απελθων εκει προσευξομαι

______

28^{αφεσιν}

Leaf 81v - Matthew 26:37+ (image )

37και παραλαβων τον πετρον

και τουσ δυο υιουσ ζεβεδαιου

ηρξατο λυπεισθαι και αδημονειν

38τοτε λεγει αυτοισ περιλυποσ εστιν η ψυχη μου

εωσ θανατου μεινατε ωδε και γρηγορειται

μετ εμου 39και προσελθων μεικρον

επεσεν επει προσωπον αυτου

προσευχομενοσ και λεγων πατερ μου

ει δυνατον εστιν παρελθατω απ εμου

το ποτηριον τουτο πλην ουχ ωσ εγω θελω

αλλ ωσ συ 40και ερχεται προσ {αυτουσ}

και ευρισκει αυτουσ καθευδοντασ

και λεγει τω πετρω ουτωσ ουκ εισχυσαται

μιαν ωραν γρηγορησαι μετ εμου

41γρηγορειται και προσευχεσθαι

ινα μη εισελθηται εισ πειρασμον

το μεν πνα προθυμον η δε σαρξ ασθενησ

42παλιν εκ δευτερου απελθων

προσηυξατο λεγων πατερ μου

ει ου δυναται το ποτηριον τουτο παρελθειν

εαν μη αυτο πιω γενηθητω το θελημα σου

43και ελθων παλιν ευρεν αυτουσ καθευδοντασ

ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι

44και αφεισ αυτουσ παλιν απελθων προσηυξατο

τον αυτον λογον ειπων

45τοτε ερχεται προσ του μαθητασ αυτου

και λεγει αυτοισ καθευδετε το λοιπον

και αναπαυεσθαι ιδου ηγγικεν η ωρα

και ο υιοσ του ανθρωπου παραδιδοται

εισ χειρασ αμαρτωλων 46εγειρεσθε αγωμεν

ιδου ηγγικεν ο παραδιδουσ με

47ετι δε αυτου λαλουντοσ

ιδου ιουδασ εισ των ιβ ηλθεν

______

40^{τουσ μαθητασ αυτου}

Leaf 82v - Matthew 26:47+ (image )

και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων

και ξυλων απο των αρχιερεων

και πρεσβυτερων του λαου

48ο δε παραδιδουσ αυτον εδωκεν αυτοισ

σημειον λεγων ον αν φιλησω αυτοσ εστιν

κρατησατε αυτον

49και ευθεωσ προσελθων τω ιηυ ειπεν

χαιραι ραββει και κατεφιλησεν αυτον

50ειπεν δε αυτω ο ιησ εφ ο παρει ετεραι

τοτε προσελθοντεσ επεβαλον τασ χειρασ

επι τον ιην και εκρατησαν αυτον

51και ιδου εισ των μετα ιηυ

εκτεινασ την χειρα απεσπασεν την μαχαιρα̅

αυτου και επαταξεν τον δουλον

του αρχιερεωσ

και αφειλεν αυτου το ωτειον

52τοτε λεγει αυτω ο ιησ

αποστρεψον την μαχαιραν σου

εισ τον τοπον αυτησ

παντεσ γαρ οι λαβοντεσ μαχαιραν

εν μαχαιρα απολουνται

53η δοκεισ οτι ου δυναμαι αρτι

παρακαλεσαι τον πατερα μου και παραστησει μοι

πλειω ιβ λεγειωνησ αγγελων

54πωσ ουν πληρωθησονται αι γραφαι

οτι ουτωσ δει γενεσθαι 55εν εκεινη τη ωρα

ο ιησ ειπεν τοισ οχλοισ ωσ επι ληστην

ηλθατε μετα μαχαιρων και ξυλων

συνλαβειν με

καθ ημεραν προσ υμασ εκαθημην

εν τω ιερω διδασκων και ουκ εκρατησατε με

56τουτο δε ολον γεγονεν

ινα πληρωθωσιν αι γραφαι των προφητων

Leaf 83v - Matthew 26:56+ (image )

τοτε οι μαθηται παντεσ αφεντεσ αυτον εφυγον

57οι δε κρατησαντεσ τον ιην απηγαγον

προσ καειφαν τον αρχιερεα

οπου οι γραμματεισ

και οι πρεσβυτεροι συνηχθησαν

58ο δε πετροσ ηκολουθει αυτω απο μακροθεν

εωσ τησ αυλησ του αρχιερεωσ

και εισελθων εσω εκαθητο

μετα των υπηρετων ειδειν το τελοσ

59οι δε αρχιερεισ

και το συνεδριον ολον εζητουν

ψευδομαρτυρειαν κατα του ιηυ

οπωσ αυτον θανατωσουσιν

60και ουκ ευρον το εξησ

και πολλοι προσηλθον ψευδομαρτυρεσ

και ουκ ευρον το εξησ

υστερον δε ηλθον δυο ψευδομαρτυρεσ

61και ειπον τουτον ηκουσαμεν λεγοντα

δυναμαι καταλυσαι τον ναον του θυ

και δια τρειων ημερων οικοδομησαι αυτον

62και αναστασ ο αρχιερευσ ειπεν αυτω

ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσι̅

63ο δε ιησ εσιωπα αποκριθεισ ουν

ο αρχιερευσ ειπεν αυτω ορκιζω σε

κατα του θυ του ζωντοσ ινα ημειν ειπησ

ει συ ει ο χρσ ο υιοσ του θυ 64λεγει αυτω ο ιησ

συ ειπασ πλην λεγω υμειν

οτι απ αρτι οψεσθαι τον υιον του ανθρωπου

καθημενον εκ δεξιων τησ δυναμεωσ

και ερχομενον επι των νεφελων του ουρανου

65τοτε ο αρχιερευσ διερρηξεν

τα ειματια αυτου λεγων εβλασφημησεν

τι {οτι} χρειαν εχομεν μαρτυρων

______

65^{ετι}

Leaf 84v - Matthew 26:65+ (image )

ιδε νυν ηκουσατε την βλασφημειαν

66τι υμειν δοκει

οι δε απεκριθησαν παντεσ και ειπον

ενοχοσ θανατου εστιν

67τοτε ενεπτυσαν εισ το προσωπον αυτου

και εκολαφισαν αυτον

αλλοι δε εραπεισαν αυτον 68λεγοντεσ

προφητευσον ημειν χρε τισ εστιν ο παισασ σε

69ο δε πετροσ εκαθητο εξω εν τη αυλη

και προσηλθεν αυτω μια παιδισκη λεγουσα

και συ ησθα μετα ιηυ του γαλειλαιου

70ο δε ηρνησατο ενπροσθεν παντων λεγων

ουκ οιδα τι λεγεισ ουδε επισταμαι

71εξελθοντοσ δε αυτου εισ τον πυλωνα

ειδεν αυτον αλλη παιδισκη

και λεγει τοισ εκει ουτοσ ην μετα ιηυ

του ναζωραιου 72και παλιν ηρνησατο

μεθ ορκου λεγων ουκ οιδα τον ανθρωπον

73μετα μεικρον δε προσελθοντεσ οι εστωτεσ

ειπον τω πετρω αληθωσ εξ αυτων ει

και γαρ η λαλεια σου ομοιαζει

74τοτε ηρξατο καταθεματιζειν και ομνυειν

οτι ουκ οιδα τον ανθρωπον

και ευθεωσ αλεκτωρ εφωνησεν

75και εμνησθη ο πετροσ

του ρηματοσ ιηυ ειρηκοτοσ

πριν αλεκτορα φωνησαι

τρισ απαρνηση με και εξελθων εξω

εκλαυσεν πικρωσ

1πρωιασ δε γενομενησ

συνβουλιον εποιησαν παντεσ

οι αρχιερεισ και οι πρεσβυτεροι του λαου

κατα του ιηυ ινα θανατωσουσιν αυτον

Leaf 85v - Matthew 27:2+ (image )

2και δησαντεσ αυτον απηγαγον

και παρεδωκαν αυτον ποντιω πιλατω τω ηγεμονι

Leaf 86v - Matthew 27:12+ (image )

12ουδεν απεκρεινετο

13τοτε λεγει αυτω ο πιλατοσ ουκ ακουεισ τοσα

καταμαρτυρουσιν σου 14και ουκ απεκριθη αυτω

εν ρημα

ωστε θαυμαζειν τον ηγεμονα λιαν

15κατα δε την εορτην ειωθει ο ηγεμων

απολυειν ενα δεσμιον τω οχλω

ον ηθελον

16ειχον δε τοτε δεσμιον επισημον

τον λεγομενον βαραββαν

17συνηγμενων δε αυτων ειπεν αυτοισ ο πειλατοσ

τινα θελεται υμειν απολυσω βαραββαν η ιην

τον λεγομενον χρν

18ηδι γαρ οτι δια φθονον

παρεδωκαν αυτον

19καθημενου δε αυτου επι του βηματοσ

απεστειλεν προσ αυτον η γυνη αυτου λεγουσα

μηδεν σοι και τω δικαιω εκεινω

πολλα γαρ επαθον σημερον

κατ οναρ δι αυτον

20οι δε αρχιερεισ και οι πρεσβυτεροι

επεισαν τουσ οχλουσ

ινα αιτησωνται τον βαραββαν

τον δε ιην απολεσωσιν

21αποκριθεισ δε ο ηγεμων ειπεν αυτοισ

τινα θελεται απο των δυο απολυσω υμειν

οι δε ειπαν βαραββαν

22λεγει αυτοισ ο πειλατοσ τι ουν ποιησωμεν ιην

τον λεγομενον χρν λεγουσιν παντεσ

σταυρωθητω 23λεγει αυτοισ ο ηγεμων

τι γαρ κακον εποιησεν

οι δε περισσωσ εκραξαν λεγοντεσ

σταυρωθητω

Leaf 87v - Matthew 27:24+ (image )

24ιδων δε ο πιλατοσ οτι ουδεν ωφελει

αλλα μαλλον θορυβοσ γεινεται

λαβων υδωρ απενιψατο τασ χειρασ

κατεναντι του οχλου λεγων αθωοσ ειμι εγω

απο του αιματοσ τουτου υμεισ οψεσθαι

25και αποκριθεισ πασ ο λαοσ ειπεν

το αιμα αυτου

εφ ημασ και επι τα τεκνα ημων

26τοτε απελυσεν αυτοισ τον βαραββαν

τον δε ιην φλαγελλωσασ παρεδωκεν αυτοισ

ινα σταυρωσωσιν αυτον

27τοτε οι στρατιωται του ηγεμονοσ

παραλαβοντεσ τον ιην εισ το πραιτωριον

συνηγαγεν επ αυτον ολην την σπειραν

28και ενδυσαντεσ αυτον ειματιον πορφυρουν

και χλαμυδαν κοκκινην περιεθηκαν αυτω

29και πλεξαντεσ στεφανον εξ ακανθων

επεθηκαν επι την κεφαλην αυτου

και καλαμον εν τη δεξεια αυτου

και γονυπετησαντεσ ενπροσθεν αυτου

ενεπεξαν αυτω λεγοντεσ

χαιραι βασιλευ των ιουδαιων

30και ενπτυσαντεσ εισ αυτον

ελαβον τον καλαμον

και ετυπτον εισ την κεφαλην αυτου

31και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον

την χλαμυδα και ενεδυσαν αυτον

τα ειματια αυτου απηγαγον αυτον

εισ το σταυρωσαι 32εξερχομενοι δε

ευρον ανθρωπον κυρηναιον

εισ απαντησιν αυτου ονοματι σιμωνα

τουτον ηνγαρευσαν ινα αρη τον σταυρον αυτου

33και ελθοντεσ εισ τοπον λεγομενον γολγοθα

Leaf 88v - Matthew 27:33+ (image )

ο εστιν κρανιου τοποσ 34και εδωκαν αυτω πειν

οινον μετα χολησ μεμειγμενον

και γευσαμενοσ ουκ ηθελησεν πειν

35σταυρωσαντεσ δε αυτον

διεμερισαντο τα ειματεια αυτου

βαλοντεσ κληρον 36και καθημενοι

ετηρουν αυτον εκει 37και επεθηκαν

επανω τησ κεφαλησ αυτου την αιτειαν αυτου

γεγραμμενην ουτοσ εστιν ιησ

ο βασιλευσ των ιουδαιων

38τοτε σταυρουνται συν αυτω δυο λησται

εισ εκ δεξιων και εισ εξ ευωνυμων

39οι δε παραπορευομενοι εβλασφημουν αυτον

κεινουντεσ την κεφαλην αυτων 40και λεγοντεσ

ουα ο καταλυων τον ναον

και εν τρισιν ημεραισ οικοδομων

σωσον σεαυτον ει υιοσ ει του θυ

και καταβηθει απο του σταυρου

41ομοιωσ δε και οι αρχιερεισ

ενπαιζοντεσ μετα των γραμματαιων

και φαρισαιων λεγοντεσ 42αλλουσ εσωσεν

εαυτον ου δυναται σωσαι

βασιλευσ ισραηλ εστιν καταβατω νυν

απο του σταυρου και πιστευσομεν αυτω

43ει πεποιθεν επι τον θν ρυσασθω νυν αυτον

ει θελει αυτον ειπεν γαρ οτι θυ ειμι υιοσ

44το δε αυτοι και οι λησται οι σταυρωθεντεσ

συν αυτω ωνειδιζον αυτον

45απο δε εκτησ ωρασ σκοτοσ εγενετο

επι πασαν την γην εωσ ενατησ ωρασ

46περι δε την εννατην ωραν ανεβοησεν ιησ

φωνη μεγαλη λεγων

ηλει ηλει λαμα ζαφθανει τουτ εστιν

Leaf 89v - Matthew 27:46+ (image )

θε μου θε μου ινα τι με ενκατελιπεσ

47τινεσ δε των εκει εστωτων

ακουσαντεσ ελεγον ηλειαν φωνει ουτοσ

48και ευθεωσ δραμων εισ εξ αυτων

και λαβων σπονγον πλησασ οξου

και περιθεισ καλαμω εποτειζεν αυτον

49οι δε λοιποι ειπον αφεσ ιδωμεν

ει ερχεται ηλειασ και σωσει αυτον

50ο δε ιησ παλιν κραξασ φωνη μεγαλη

αφηκεν το πνα

51και ιδου το καταπετασμα του ναου

εσχισθη εισ δυο μερη απο ανωθεν

εωσ κατω και η γη εσεισθη

και αι πετραι εσχισθησαν

52και τα μνημια ανεωχθησαν και πολλα σωματα

των κεκοιμημενων αγιων ηγερθησαν

53και εξελθοντεσ εκ των μνημιων

μετα την εγερσιν αυτου

ηλθον εισ την αγιαν πολιν

και εφανησαν πολλοισ

54ο δε εκατονταρχησ

και οι μετ αυτου τηρουντεσ τον ιην

ειδοντεσ τον σεισμον και τα γεινομενα

εφοβηθησαν σφοδρα γοντεσ

αληθωσ υιοσ θυ ην ουτοσ

55ησαν δε και γυναικεσ πολλαι

απο μακροθεν θεωρουσαι

αιτινεσ ηκολουθησαν τω ιηυ απο τησ αγιλειλαιασ

διακονουσαι αυτω

56εν αισ ην μαρια μαγδαληνη

και μαρια η του ιακωβου και ιωσηφ μητηρ

και η μητηρ των υιων ζεβεδεου

57οψειασ δε γενομενησ ηλθεν ανθρωποσ πλου

σιοσ

Leaf 90v - Matthew 27:57+ (image )

απο αρειμαθειασ το ονομα ιωσηφ

οσ και αυτοσ εμαθητευθη τω ιηυ

58ουτοσ προσηλθεν τω πειλατω

και ητησατο το σωμα του ιηυ

τοτε ο πειλατοσ εκελευσεν

αποδοθηναι το σωμα

59και παραλαβων ιωσηφ το σωμα

ενετυλιξεν αυτο εν σινδονι καθαρα

60και εθηκεν αυτο εν τω καινω αυτου μνημιω

ο ελατομησεν εν τη πετρα

και προσκυλισασλισασ λιθον μεγαν

τη θυρα του μνημιου απηλθεν

61ην δε εκει μαρια μαγδαληνη

και αλλη μαρια καθημεναι κατεναντι του ταφου

62τη δε επαυριον ητισ εστιν μετα την παρασκευην

συνηχθησαν οι αρχιερεισ

και οι φαρισαιοι προσ πειλατον 63λεγοντεσ

κε εμνησθημεν οτι εκεινοσ ο πλανοσ ειπε̅

ετι ζων οτι μετα τρεισ ημερασ εγειρομαι

64καιλευσον ουν ασφαλισθηναι τον ταφον

εωσ ημερασ τρειτησ μηποτε ελθοντεσ

οι μαθηται αυτου κλεψωσιν αυτον

και ερουσιν τω λαω

ηγερθη απο των νεκρων

και εσται η αισχατη πλανη χειρω τησ πρωτησ

65εφη δε αυτοισ ο πειλατοσ εχεται φυλακασ

υπαγεται ασφαλισασθαι ωσ οιδατε

66οι δε πορευθεντεσ ησφαλισαν τον ταφον

σφραγισαντεσ τον λιθον μετα των φυλακω̅

1οψε δε σαββατων τη επιφωσκουση

εισ μειαν σαββατων ηλθεν μαρια μαγδαληνη

και η αλλη μαρια θεωρησαι τον ταφον

2και ιδου σεισμοσ εγενετο μεγασ

Leaf 91v - Matthew 28:2+ (image )

αγγελοσ γαρ κυ καταβασ απ ουρανου

προσελθων απεκυλισεν τον λιθον

και εκαθητο επανω αυτου

3ην δε η ειδεα αυτου ωσ αστραπη

και το ενδυμα αυτου λευκον ωσ χειων

4απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντεσ

και εγενηθησαν ωσ νεκροι

5αποκριθεισ δε ο αγγελοσ ειπεν ταισ γυναιξιν

μη φοβεισθαι υμεισ οιδα γαρ οτι ιην

τον εσταυρωμενον ζητειται 6ουκ εστιν ωδε

ηγερθη γαρ καθωσ ειπεν δευτε ειδεται τον τοπο̅

οπου εκειτο ο κσ 7και ταχυ πορευθεισαι

ειπατε τοισ μαθηταισ αυτου οτι ηγερθη

και προαγει υμασ εισ την γαλιλαιαν

εκει αυτον οψεσθαι ιδου ειπον υμειν

8και εξελθουσαι ταχυ απο του μνημειου

μετα φοβου και χαρασ μεγαλησ

εδραμον απαγγειλαι τοισ μαθηταισ αυτου

9και ιδου ο ιησ απηντησεν αυταισ

λεγων χαιραιται αι δε προσελθουσαι

εκρατησαν τουσ ποδασ αυτου

και προσεκυνησαν αυτω

10τοτε λεγει αυταισ ο ιησ μη φοβεισθαι

υπαγεται απαγγειλατε τοισ αδελφοισ μου

ινα απελθωσιν εισ γαλιλαιαν

κακει με οψεσθαι

11πορευομενων δε αυτων ιδου τινεσ τησ κουστωδιασ

ελθοντεσ εισ την πολιν ανηγγειλαν

τοισ αρχιερευσιν απαντα τα γενομενα

12και συναχθεντεσ μετα των πρεσβυτερων

συνβουλιον λαβοντεσ αργυριον ικανον

εδωκαν τοισ στρατιωταισ 13λεγοντεσ

ειπατε οτι οι μαθηται αυτου

Leaf 92v - Matthew 28:13+ (image )

νυκτοσ ελθοντεσ εκλεψαν αυτον

ημων κοιμωμενων 14και αν ακουσθη τουτο

υπο του ηγεμονοσ ημεισ πεισομεν αυτον

και υμασ αμεριμνουσ ποιησομεν

15οι δε λαβοντεσ τα αργυρια εποιησαν

ωσ εδιδαχθησαν

και διεφημισθη ο λογοσ ουτοσ

παρα τοισ ιουδαιοισ εωσ τησ σημερον ημερασ

16οι δε ενδεκα μαθηται επορευθησαν

εισ την γαλιλαιαν εισ το οροσ

ου εταξατο αυτοισ ιησ 17και ιδοντεσ αυτον

προσεκυνησαν οι δε εδιστασαν

18και προσελθων ο ιησ ελαλησεν αυτοισ λεγων

εδοθη μοι πασα εξουσια

εν ουρανοισ και επι τησ γησ 19πορευεσθαι νυν

μαθητευσατε παντα τα εθνη

βαπτισαντεσ αυτουσ

εισ το ονομα του πατροσ και υιου

και του αγιου πνσ 20διδασκοντεσ αυτουσ

τηρειν παντα οσα ενετειλαμην υμειν

και ιδου εγω ειμι μεθ υμων

πασασ τασ ημερασ

εωσ τησ συντελειασ του αιωνοσ

Leaf 93v - John 1:1+ (image )

1εν αρχη ην ο λογοσ και ο λογοσ ην προσ τον θν

και θσ ην ο λογοσ 2ουτοσ ην εν αρχη προσ τον θν

3παντα δι αυτου ενεγετο και χωρισ αυτου

εγενετο ουδεν ο γεγονεν 4εν αυτω

ζωη εστιν και η ζωη ην το φωσ των ανθρωπω̅

5και το φωσ εν τη σκοτια φαινει

και η σκοτια αυτο ου κατελαβεν

6εγενετο ανθρωποσ απεσταλμενοσ

παρα κυ {εν} ονομα αυτω ιωαννην

7ουτοσ ηλθεν εισ μαρτυριαν ινα μαρτυρηση

περι του φωτοσ ινα παντεσ πιστευσουσιν

δι αυτου 8ουκ ην εκεινοσ το φωσ

αλλ ινα μαρτυρηση περι του φωτοσ

9ην το φωσ το αληθινον ο φωτιζει

παντα ανθρωπον ερχομενον

εισ τον κοσμον 10εν τω κοσμω ην

και ο κοσμοσ δι αυτου εγενετο και

ο κοσμοσ αυτον ουκ εγνω 11εισ τα ιδια

ηλθεν και οι ιδιοι αυτον ου παρελαβον

12οσοι ελαβον αυτον εδων {αυτω}

εξουσιαν τεκνα θυ γενεσθαι τοισ πιστευουσι̅

εισ το ονομα αυτου 13ουκ εξ εματων ουδε

εκ θεληματοσ σαρκοσ ουδε θεληματοσ ανδροσ

αλλ εκ θυ εγεννηθησαν 14και ο λογοσ

σαρξ εγενετο και εσκηνωσεν

εν ημειν και εθεασαμεθα την δοξαν

αυτου δοξαν ωσ μονογενουσ

παρα πατροσ πληρη χαριτοσ και αληθιασ

15ιωαννησ μαρτυρι περι αυτου και κεκραγεν

ουτοσ ην ον ειπον ο οπισω μου ερχομενοσ

ενπροσθεν μου γεγονεν

οτι πρωτοσ μου ην 16οτι εκ του

πληρωματοσ αυτου ημεισ παντεσ

______

6^{ην} 12^{αυτοισ}

Leaf 94v - John 3:26+ (image )

26ραββει οσ ην μετα σου περαν

του ιορδανου ω συ μεμαρτυρηκασ

ιδου ουτοσ βαπτιζει και παντεσ

ερχονται προσ αυτον

27απεκριθη ιωαννησ και ειπεν

ου δυναται ανθρωποσ λαμβανειν ουδεν

εαν μη η δεδομενον αυτω εκ του ουρανου

28αυτοι υμεισ μοι μαρτυρειται

οτι ειπον ουκ ειμι ο χρσ αλλ οτι

απεσταλμενοσ ειμι ενπροσθεν εκεινου

29ο εχων την νυμφην {νυμιοσ} ετιν

ο δε φιλοσ του νυμφιου

ο εστωσ και ακουων αυτου

χαρα χαιρει δια την φωνην του νυμφιου

αυτη ουν η χαρα η εμη πεπληρωται

30εκεινον δει αυξανειν εμε δε ελαττουσθαι

31ο ανωθεν ερχομενοσ επανω παντων εστι̅

ο δε ων απο τησ γησ

εκ τησ γησ εστιν και εκ τησ γησ λαλει

ο εκ του ουρανου ερχομενοσ

32ο εωρακεν και ηκουσεν μαρτυρει

και την μαρτυριαν αυτου ουδεισ λαμβανει

33ο λαβων αυτου την μαρτυριαν εσφραγισεν

οτι ο θσ αληθησ εστιν

34ον γαρ απεστιλεν ο θσ τα ρηματα του θυ λαλει

ου γαρ εκ μετρου διδωσιν ο θσ το πνα

35ο πατηρ αγαπα τον υιον

και παντα εδωκεν εν τη χειρι αυτου

36ινα ο πιστευων εισ τον υιον

εχη ζωην αιωνιον {δδε} απειθων τω υιω

ουχ οψεται ζωην

αλλ η οργη του θυ μενει επ αυτον

1ωσ ουν εγνω ο ιησ οτι ηκουσαν οι φαρισαιοι

______

29^{νυμφιοσ} 36^{ο δε}

Leaf 95v - John 4:1+ (image )

οτι ιησ πλειονασ μαθητασ ποιει

και βαπτιζει η ιωαννησ 2καιτοιγε αυτοσ ιησ

ουκ εβαπτιζεν αλλ οι μαθηται αυτου

3αφηκεν την ιουδαιαν γην

και απηλθεν παλιν εισ την γαλιλαιαν

4εδει δε αυτον διερχεσθαι δια τησ σαμαριασ

5ερχεται ουν εισ πολιν τησ σαμαριασ

λεγομενην συχαρ πλησιον του χωριου

ου εδωκεν ιακωβ ιωσηφ τω υιω αυτου

6ην δε εκει πηγη του ιακωβ

ο ουν ιησ κεκοπιακωσ

εκ τησ οδοιποριασ εκαθεζετο ουτωσ

επι τη πηγη ωρα ην ωσ εκτη

7ερχεται γυνη εκ τησ σαμαριασ αντλησαι υδωρ

λεγει αυτη ο ιησ δοσ μοι πειν

8οι γαρ μαθηται αυτου απεληλυθισαν

εισ την πολιν ινα τροφασ αγορασωσιν

9λεγει ουν αυτω η γυνη η σαμαριτισ

συ ιουδαιοσ ων πωσ παρ εμου

πειν αιτεισ γυναικοσ σαμαριτιδοσ

10απεκριθη ο ιησ και ειπεν αυτη

ει ηδεισ την δωρεαν του θυ

και τισ εστιν ο λεγων σοι δοσ μοι πειν

συ ν ητησασ αυτον

και εδωκεν αν σοι υδωρ ζων

11λεγει αυτω η γυνη κε ουδε αντλημα εχεισ

και το φρεαρ εστι βαθυ ποθεν εχεισ υδωρ ζων

12μη συ μειζων ει του πρσ ημων ιακωβ

οσ εδωκεν ημειν το φρεαρ

και αυτοσ εξ αυτου επιεν

και οι υιοι αυτου και τα θρεμματα

13απεκριθη ιησ και ειπεν αυτη πασ ο πεινων

εκ του υδατοσ τουτου διψησει παλιν

Leaf 96v - John 4:14+ (image )

14ο δε πεινων εκ του υδατοσ ου εγω δωσω αυτω

ου δειψησει εισ τον αιωνα αλλα το υδωρ

ο εγω δωσω αυτω γενησεται εν αυτω πηγη υδατοσ

αλλομενου εισ ζωην αιωνιον

15λεγει προσ αυτον η γυνη κε δοσ μοι τουτο το υδωρ

ινα μη δειψησω μηδε ερχωμαι

ενθαδε αντλειν

16λεγει αυτη ο ιησ υπαγε φωνησον τον ανδρα σου

και ελθε ενθαδε 17απεκρειθη η γυνη

και ειπεν ανδρα ουκ εχω

λεγει αυτη ο ιησ καλωσ ειπασ

οτι ανδρα ουκ εχεισ

18πεντε γαρ ανδρασ εσχεσ

και νυν ον εχεισ ουκ εστιν σου ανηρ

τουτο αληθεσ ειρηκασ

19λεγει αυτω η γυνη κε θεωρω οτι προφητησ ει

20οι πατερεσ ημων εν τω ορει τουτω

προσεκυνησαν

και υμεισ λεγετε οτι εν ιεροσολυμοισ

εστιν ο τοποσ οπου προσκυνειν δει

21λεγει αυτη ο ιησ γυναι πιστευε μοι

οτι ερχεται ωρα οτε ουτε εν τουτω τω ρει

ουτε {ν} ιεροσολυμοισ προσκυνησεται τω πρι

22υμεισ προσκυνειτε ο ουκ οιδατε

ημεισ προσκυνουμεν ο οιδαμεν

οτι η σωτηρια εκ των ιουδαιων εστιν

23αλλα ερχεται ωρα και νυν εστιν

οτε οι αληθινοι προσκυνηται

προσκυνησουσιν τω πατρι εν πνι

και αληθεια και γαρ ο πατηρ τοιουτουσ ζητει

τουσ προσκυνουντασ αυτον 24πνευμα ο θσ

και τουσ προσκυνουντασ εν πνι

και αληθεια προσκυνειν δει

______

21^{εν}

Leaf 97v - John 4:25+ (image )

25λεγει αυτω η γυνη οιδα οτι μεσσειασ ερχεται

ο λεγομενοσ χρσ οταν ελθη εκεινοσ

αναγγελλει ημειν παντα

26λεγει αυτη ο ιησ εγω ειμι ο λαλων σοι

27και εν τουτω ηλθον οι μαθηται αυτου

και εθαυμαζον οτι μετα γυναικοσ

ελαλει ουδεισ μεντοι ειπεν αυτω

τι ζητεισ η τι λαλεισ μετ αυτησ

28αφηκεν ουν η γυνη την υδριαν εαυτησ

και απηλθεν εισ την πολιν

και λεγει τοισ ανθρωποισ

29δευτε ειδετε ανθρωπον οσ ειπεν μοι παντα

οσα εποιησα μητι εκεινοσ εστιν ο χρσ

30και εξηλθον εκ τησ πολεωσ και ηρχοντο

προσ αυτον 31εν τω μεταξυ ηρωτων αυτον

οι μαθηται λεγοντεσ ραββει φαγε

32ο δε ειπεν αυτοισ εγω βρωσιν εχω φαγειν

ην υμεισ ουκ οιδατε

33ελεγον δε εν εαυτοισ οι μαθηται

μη τισ ηνεγκε αυτω φαγειν

34λεγει αυτοισ ο ιησ εμον βρωμα εστιν

ινα ποιησω το θελημα του πεμψαντοσ με

και τελειωσω αυτου το εργον

35ουχ υμεισ λεγετε

οτι τετραμηνοσ εστιν

και ο θερισμοσ ερχεται ιδου λεγω υμειν

επαρατε τουσ οφθαλμουσ υμων

και θεασασθαι τασ χωρασ οτι λευκαι εισιν

προσ θερισμον ηδη 36ο θεριζων

μισθον λαμβανει και συναγει καρπον

εισ ζωην αιωνιον

ινα και ο σπειρων και ο θεριζων

ομου χαρη 37εν γαρ τουτω εστιν

Leaf 98v - John 4:37+ (image )

ο λογοσ ο αληθεινοσ οτι αλλοσ εστιν ο σπειρων

και αλλοσ ο θεριζων 38εγω απεσταλκα υμασ

θεριζειν ουχ υμεισ εκοπιασατε

αλλοι εκοπιασαν και υμεισ

εισ τον κοπον αυτων εισεληλυθατε

39εκ δε τησ πολεωσ εκεινησ

πολλοι επιστευσαν εισ αυτον

των σαμαριτων δια τον λογον

τησ γυναικοσ μαρτυρουσησ

οτι ειπεν μοι παντα οσα εποιησα

40ωσ ουν ηλθον προσ αυτον οι σαμαριται

ηρωτων αυτον μειναι παρ αυτοισ

και εμεινεν εκει δυο ημερασ

41και πολλω πλειουσ επιστευσαν

δια τον λογον αυτου 42τη δε γυναικει ελεγο̅

οτι ουκετι δια την σην μαρτυριαν

πιστευομεν αυτου γαρ ακηκοαμεν

και οιδαμεν οτι ουτοσ εστιν

αληθωσ ο σωτηρ του κοσμου ο χρσ

43μετα δε τασ δυο ημερασ εξηλθεν εκειθεν

εισ την γαλιλαιαν 44αυτοσ γαρ ιησ εμαρτυρησεν

οτι προφητησ εν τη ιδια πατριδι τειμην ουκ εχει

45ωσ ουν ηλθεν εισ την γαλιλαιαν

εξεδεξαντο αυτον οι γαλιλαιοι παντα εωρακοτεσ

α εποιησεν εν ιερουσαλημ τη εορτη

και αυτοι γαρ ηλθον εισ την ορτην

46ηλθεν ουν παλιν εισ την κανα τησ γαλιλαιασ

οπου εποιησεν το υδωρ οινον

ην δε τισ βασιλισκοσ

ου ο υιοσ ησθενει εν καφαρναουμ

47ουτοσ ακουσασ οτι ιησ ηκει εκ τησ ιουδαιασ

εισ την γαλιλαιαν απηλθεν προσ αυτον

και ηρωτα ινα καταβη και ιασηται

Leaf 99v - John 4:47+ (image )

αυτου τον υιον ημελλεν γαρ αποθνησκειν

48ειπεν ουν ο ιησ προσ αυτον

εαν μη σημεια και τερατα ιδητε

ου μη πιστευσητε 49λεγει προσ αυτον ο {βασιλικοσ}

{και} καταβηθι πριν αποθανιν το παιδιον

50λεγει αυτω ο ιησ πορευου ο υιοσ σου ζη

επιστευσεν ο ανθρωποσ τω λογω

ω ειπεν αυτω ο ιησ και επορευετο

51ηδη δε αυτου καταβαινοντοσ υπηντησαν

οι δουλοι αυτω και ηγγειλαν αυτω

οτι ο υιοσ σου ζη

52επυθετο ουν την ωραν παρ αυτων

εν η κομψοτερον εσχεν

και ειπαν αυτω οτι εχθεσ

ωραν εβδομην αφηκεν αυτον ο πυρετοσ

53εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα

εν η ειπεν αυτω ο ιησ οτι ο υιοσ σου ζη

και επιστευσεν αυτοσ και η οικια αυτου ολη

54του παλιν δευτερον σημειον εποιησεν ο ιησ

ελθων εκ τησ ιουδαιασ εισ την γαλιλαιαν

1μετα ταυτα ην εορτη των ιουδαιων

και ανεβη ιησ εισ ιεροσολυμα

2εστι δε εν τοισ ιεροσολυμοισ

εν τη προβατικη κολυμβηθρα

η λεγομενη εβραιστι

βελζεθα πεντε στοασ εχουσα

3εν ταυταισ ουν κατεκειντο

πληθοσ των ασθενουντων τυφλων χωλω̅

ξηρων παραλυτικων

εκδεχομενων την του υδατοσ κινησιν

5ην δε ανθρωποσ εκει τριακοντα και οκτω

ετη εχων εν τη ασθενια αυτου

6τουτον ιδων ο ιησ κατακειμενον

______

49^{βασιλισκοσ} {κε}

Leaf 100v - John 5:6+ (image )

και γνουσ οτι πολυν ηδη χρονον εχει

λεγει αυτω θελεισ υγιησ γενεσθαι

7λεγει αυτω ο ασθενων

κε ανθρωπον ουκ εχω ινα οταν ταραχθη

το υδωρ βαλη με εισ την κολυμβηθραν

εν ω δε ερχομαι εγω

αλλοσ προ εμου καταβαινει

8λεγει αυτω ο ιησ εγειρε και αρον

τον κραβαττον σου και περιπατει

9και υγιησ εγενετο ο ανθρωποσ

και εγερθεισ ηρεν τον κραβαττον αυτου

και περιεπατει ην δε σαββατον

10ελεγον ουν οι ιουδαιοι τω τεθεραπευμενω

σαββατον εστιν και ουκ εξεστιν σοι αραι

τον κραβαττον σου

11απεκριθη αυτοισ ο ποιησασ με υγιη

εκεινοσ μοι ειπεν

αρον τον κραβαττον σου και περιπατει

12ηρωτησαν αυτον τισ εστιν ο ανθρωποσ

ο ειπων σοι αρον τον κραβαττον σου

και περιπατει 13ο ασθενων ουκ ηδει τισ ην

ο γαρ ιησ ενευσεν οχλου οντοσ

εν τω τοπω 14μετα ταυτα

ευρισκει αυτον ο ιησ εν τω ιερω

και ειπεν αυτω ιδε υγιησ γεγονασ

μηκετι αμαρτανε

ινα μη χειρον τι σοι γενηται

15απηλθεν ουν ο ανθρωποσ και απηγγιλεν

τοισ ιουδαιοισ οτι ιησ εστιν ο ποιησασ με υγιη

16και δια τουτο εδιωκον οι ιουδαιοι τον ιην

οτι ταυτα εποιει σαββατω

17ο δε ιησ απεκρειθη αυτοισ

ο πατηρ μου εωσ αρτι εργαζεται

Leaf 101v - John 5:17+ (image )

καγω εργαζομαι 18δια τουτο μαλλον οι ιουδαιοι

εζητουν αυτον αποκτειναι

οτι ου μονον ελυε το σαββατον

αλλα και πατερα ιδιον ελεγε τον θν

ισον εαυτον ποιων τω θω

19απεκριθη ουν ο ιησ και ειπεν αυτοισ

αμην αμην λεγω υμειν ου δυναται

ο υιοσ του ανθρωπου ποιειν τι αφ εαυτου

εαν μη τι βλεπη ποιουντα τον πατερα

α γαρ εκεινοσ {ποιει} ταυτα και ο υιοσ ποιει

ομοιωσ 20ο γαρ πατηρ αγαπα τον υιον

και παντα δεικνυει αυτω α αν αυτοσ ποιη

και μειζονα τουτων δεικνυσιν αυτω εργα

ινα υμεισ θαυμαζητε

21ωσπερ γαρ ο πατηρ εγειρει τουσ νεκρουσ

και ζωοποιει

ουτωσ και ο υιοσ ουσ θελει ζωοποιει

22ουδε γαρ ο πατηρ κρινει ουδενα

αλλα την κρισιν πασαν δεδωκεν τω υιω

23ινα παντεσ τειμωσι τον υιον

καθωσ τειμωσι τον πατερα

ο μη τειμων τον υιον ου τειμα τον πατερα

τον πεμψαντα αυτον

24αμην αμην λεγω υμειν ο τον λογον μου

ακουων και πιστευων τω πεμψαντι με

εχει ζωην αιωνιον και εισ κρισιν

ουκ ερχεται αλλα μεταβεβηκεν

εκ του θανατου εισ ζωην

25αμην αμην λεγω υμειν

οτι ερχεται ωρα και νυν εστιν

οτε οι νεκροι ακουσονται τησ φωνησ

του υιου του θυ και οι ακουσαντεσ

ζησουσιν 26ωσ γαρ ο πατηρ ο ζων

______

19^{ποιηση}

Leaf 102v - John 5:26+ (image )

εχει ζωην εν εαυτω ουτωσ εδωκεν και τω υιω

ζωην εχειν εν εαυτω 27και εξουσιαν εδωκεν

αυτω και κρισιν ποιειν

οτι υιοσ ανθρωπου εστιν 28μη θαυμαζετε τουτο

οτι ερχεται ωρα

εν η παντεσ οι εν τοισ μνημειοισ

ακουσονται τησ φωνησ αυτου

29και εξελευσονται οι τα αγαθα ποιησαντεσ

εισ αναστασιν ζωησ οι δε φαυλα πρασσοντεσ

εισ αναστασιν κρισεωσ

30ου δυναμαι εγω απ εμαυτου

ποιειν ουδεν καθωσ ακουω κρινω

και η κρισισ η εμη δικαια εστιν

οτι ου ζητω το θελημα το εμον

αλλα το θελημα του πεμψαντοσ με

31εαν εγω μαρτυρω περι εμαυτου

η μαρτυρια μου ουκ εστιν αληθησ

32αλλοσ εστιν ο μαρτυρων περι εμου

και οιδατε οτι αληθησ εστιν

η μαρτυρια μου ην μαρτυρει περι εμου

33υμεισ απεσταλκατε προσ ιωαννην

και μεμαρτυρηκεν τη αληθεια

34εγω δε ου παρα ανθρωπων την μαρτυρειαν

λαμβανω αλλα ταυτα λεγω

ινα υμεισ σωθητε 35εκεινοσ ην ο λυχλον

ο καιομενοσ και φαινων υμεισ δε ηθελησατε

αγαλλιαθηναι προσ ωραν εν τω φωτι αυτου

36εγω δε εχω την μαρτυριαν

μειζονα του ιωανου τα γαρ εργα α εδωκεν μοι

ο πατηρ ινα τελιωσω αυτα αυτα τα εργα α ποιω

μαρτυρι περι εμου οτι ο πατηρ με απεστιλε̅

37και ο πεμψασ με πατηρ

εκεινοσ αυτοσ μαρτυρι περι εμου

Leaf 103v - John 5:37+ (image )

ουτε φωνην αυτου πωποτε ακηκοατε

ουτε ειδοσ αυτου εωρακατε

38και τον λογον αυτου ουκ εχετε

μενοντα εν υμειν οτι ον απεσταλκεν εκεινοσ

τουτω υμεισ ου πιστευετε

39ερευνατε τασ γραφασ οτι υμεισ δοκειτε

εχειν εν αυταισ ζωην αιωνιον

και εκειναι εισιν {αμαρτανουσαι}

περι εμου 40και ου θελεται ελθειν προσ με

ινα ζωην αιωνιον εχητε

41δοξαν παρα ανθρωπων ου λαμβανω

42αλλα εγνωκα υμασ οτι ουκ εχετε

την αγαπην του θυ εν εαυτοισ

43εγω εληλυθα εν τω ονοματι του πρσ μου

και ου λαμβανετε με εαν αλλοσ ελθη

εν τω ονοματι τω ιδιω εκεινον λημψεσθαι

44πωσ δυνασθαι υμεισ πιστευσαι

δοξαν παρα αλληλων λαμβανοντεσ

και την δοξαν την παρα του μονου θυ

ου ζητιτε 45μη δοκειτε

οτι εγω κατηγορησω υμασ

προσ τον πρα εστιν ο κατηγορων υμων

μωυσησ εισ ον υμεισ ηλπικατε

46ει γαρ επιστευετε μωυσει επιστευετε

αν εμοι περι εμου γαρ εκεινοσ εγραψεν

47ει δε τοισ εκεινου γραμμασιν ου πιστευετε

πωσ τοισ εμοισ ρημασιν πιστευσητε

1μετα ταυτα απηλθεν ο ιησ περαν τησ θαλασσησ

τησ γαλιλαιασ εισ τα μερη τησ τιβεριαδοσ

2ηκολουθι δε αυτω οχλοσ πολυσ

οτι εθεωρουν τα σημεια

α εποιει επι των ασθενουντων

3απηλθεν ουν εισ το οροσ ιησ

______

39^{αι μαρτυρουσαι}

Leaf 104v - John 6:3+ (image )

και εκαθητο εκει μετα των μαθητων αυτου

4εγγυσ δε ην το πασχα η εορτη των ιουδαιων

5επαρασ ουν τουσ οφθαλμουσ ο ιησ

και θεασαμενοσ οτι οχλοσ πολυσ

ερχεται προσ αυτον λεγει προσ φιλιππον

ποθεν αγορασωμεν αρτουσ ινα φαγωσιν ουτοι

6τουτο δε ελεγεν πειραζων αυτον

αυτοσ γαρ ηδει τι ημελλεν ποιειν

7αποκρεινεται αυτω φιλιπποσ

διακοσιων δηναριων ουκ αρκουσιν αυτοισ

αρτοι ινα εκαστοσ αυτων βραχυ λαβη

8λεγει αυτω εισ εκ των μαθητων αυτου

ανδραιασ ο αδελφοσ σιμωνοσ πετρου

9εστιν παιδαριον ωδε οσ εχει πεντε αρτουσ

κριθινουσ και δυο οψαρια

αλλα ταυτα εστιν εισ τοσουτουσ

10ειπεν ουν ο ιησ ποιησατε τουσ ανθρωπουσ

αναπεσειν ην δε χορτοσ πολυσ

εν τω τοπω ανεπεσαν ουν ανδρεσ τον αριθμο̅

ωσ πεντακισχιλιοι 11ελαβεν ουν τουσ πεντε αρτουσ

ο ιησ και ηυχαριστησεν και εδωκεν

τοισ μαθηταισ οι δε μαθηται τοισ ανακειμενοισ

ομοιωσ δε και εκ των οψαριων οσον ηθελον

12ωσ δε ενεπλησθησαν λεγει τοισ μαθηταισ αυτου

συναγαγετε τα περισσευσαντα κλασματα

ινα μη τι αποληται εξ αυτων

13συνηγαγον δε και εγεμισαν

{εκ των πεν} κλασματων

εκ των πεντε αρτων των κρειθινων

α επερισσευσαν τοισ βεβρωκοσιν

14οι ουν ανθρωποι ιδοντεσ ο εποιησεν

σημειον ελεγον οτι ουτοσ εστιν ο προφητησ

ο εισ τον κοσμον ερχομενοσ

______

13^{δωδεκα κοφινουσ}

Leaf 105v - John 6:15+ (image )

15ιησ ουν γνουσ οτι μελλουσιν ερχεσθαι

και αρπαζειν αυτον

ινα ποιησωσιν αυτον βασιλεα

ανεχωρησεν παλιν εισ το οροσ

αυτοσ μονοσ κακει προσηυχετο

16ωσ δε οψια εγενετο

κατεβησαν οι μαθηται αυτου

επι την θαλασσαν 17και ενβαντεσ

εισ το πλοιον ηρχοντο εισ το περαν

τησ θαλασσησ ισ καφαρναουμ

κατελαβεν δε αυτουσ η σκοτια

και ουπω εληλυθει ο ιησ προσ αυτουσ

18η δε θαλασσα ανεμου μεγαλου πνεοντοσ

διηγειρετο 19εληλακοτεσ ουν σταδια

ωσει εικοσι πεντε η τριακοντα

θεωρουσιν τον ιην περιπατουντα

επι τησ θαλασσησ και ενγυσ του πλοιου

γεινομενον και εφοβηθησαν

20ο δε λεγει αυτοισ εγω ειμι

μη φοβισθε 21ηθελον ουν αυτον

λαβειν εισ το πλοιον και ευθεωσ

το πλοιον εγενηθη επι τησ γησ

εισ ην υπηγον 22τη επαυριον ο οχλοσ

ο εστηκωσ περαν τησ θαλασσησ

ειδεν οτι πλοιαριον αλλο ουκ ην

εκει ει μη εν εισ ο ενεβησαν

οι μαθηται αυτου ιηυ και οτι ου συνεισηλθεν

τοισ μαθηταισ αυτου ο ιησ ισ το πλοιον

αλλα μονον οι μαθηται αυτου απηλθον

23αλλων πλοιαρειων ελθοντων

εκ τιβεριαδοσ εγγυσ του τοπου

οπου εφαγον τον αρτον

24οτε ουν ειδεν ο οχλοσ οτι ιησ ουκ εστιν

Leaf 106v - John 6:24+ (image )

εκει ουδε οι μαθηται αυτου

ελαβον εαυτοισ πλοιαρια

και ηλθον εισ καφαρναουμ

ζητουντεσ τον ιην 25και ευροντεσ αυτον

περαν τησ θαλασσησ ειπον αυτω

ραββι ποτε ωδε εληλυθασ

26απεκρειθη αυτοισ ο ιησ και ειπεν

αμην αμην λεγω υμειν

ζητειτε με ουχ οτι ειδατε σημεια

και τερατα αλλ οτι εφαγετε

εκ των αρτων και εχορτασθητε

27εργαζεσθαι μη την βρωσιν την απολλυμενη̅

αλλα την βρωσιν την μενουσαν

εισ ζωην αιωνιον ην ο υιοσ του ανθρωπου

διδωσιν υμειν τουτον γαρ

ο πατηρ εσφραγισεν ο θσ

28ειπον ουν προσ αυτον τι ερσωμεθα

ινα ποιησωμεν τα εργα του θυ

29απεκριθη ο ιησ και ειπεν αυτοισ

τουτο εστι το εργον του θυ

ινα πιστευσηται εισ ον απεστειλεν εκεινοσ

30ειπεν ουν αυτω τι ουν σοι ποιεισ σημειον

ινα ιδωμεν και πιστευσωμεν σοι

τι εργαζη 31οι πατερεσ ημων

το μαννα εφαγον εν τη ερημω

καθωσ εστιν γεγραμμενον εστιν

αρτον εκ του ουρανου εδωκεν αυτοισ

φαγειν 32ειπεν ουν αυτοισ ο ιησ

αμην αμην λεγω υμειν

ου μωυσησ εδωκεν υμειν τον αρτον εκ του

ουρανου αλλα ο πατηρ μου διδωσιν υμειν

τον αρτον εκ του ουρανου τον αληθινον

33ο γαρ αρτοσ του θυ εστιν

Leaf 107v - John 6:33+ (image )

ο καταβαινων εκ του ουρανου

και ζωην διδωσ τω κοσμω

34ειπον ουν προσ αυτον κε

παντοτε δοσ ημειν τον αρτον τουτον

35ειπεν ουν αυτοισ ο ιησ εγω ειμι ο αρτοσ

τησ ζωησ ο ερχομενοσ προσ με

ου μη πεινασει πωποτε και ο πιστευων εισ εμε

ου μη διψασει πωποτε 36αλλ ειπον υμειν

οτι και εωρακατε με και ου πιστευετε

37παν ο διδωσιν μοι ο πατηρ προσ εμε ηξει

και τον ερχομενον προσ με ου μη εκβαλω

38οτι καταβεβηκα εκ του ουρανου

ουχ ινα ποιησω το θελημα το εμον

αλλα το θελημα του πεμψαντοσ με

πατροσ 39τουτο δε εστιν το θελημα

του πεμψαντοσ με ινα παν

ο δεδωκεν μοι μη απολεσω μηδεν

αλλ ινα αναστησω αυτο

εν τη εσχατη ημερα 40τουτο γαρ εστιν

το θελημα του πατροσ μου ινα πασ ο θεωρων

τον υιον και πιστευων εισ αυτον εχη ζωην

αιωνιον και αναστησω αυτον

εν τη εσχατη ημερα

41εγογγυζον δε οι ιουδαιοι περι αυτου

οτι ειπεν εγω ειμι ο αρτοσ

ο καταβασ εκ του ουρανου

42και ελεγον ουχ ουτοσ εστιν ιησ

ο υιοσ του ιωσηφ ου ημεισ οιδαμεν

τον πατερα και την μητερα πωσ ουν λεγει εαυτο̅

απο του ουρανου καταβεβηκεναι

43απεκρειθη ουν ο ιησ και ειπεν αυτοισ

μη γογγυζετε μετ αλληλων

44ουδεισ δυναται ελθειν προσ με

Leaf 108v - John 6:44+ (image )

εαν μη ο πατηρ ο πεμψασ με

ελκυση αυτον καγω αναστησω αυτον

εν τη εσχατη ημερα 45εστιν γεγραμμενον

εν τοισ προφηταισ και εσονται παντεσ

διδακτοι θυ πασ ο ακουων παρα του πατροσ

και μαθων ερχεται προσ με

46ουχ οτι τον πατερα εωρακεν τισ

ει μη ο ων παρα του θυ ουτοσ εωρακεν

τον θν 47αμην αμην λεγω υμειν

ο πιστευων εισ εμε εχει ζωην

αιωνιον 48εγω ειμι ο αρτοσ τησ ζωησ

49οι πατερεσ υμων εφαγον τον αρτον

εν τη ερημω το μαννα και απεθανον

50ουτοσ εστιν ο αρτοσ ο εκ του ουρανου

και καταβαινων ινα τισ εξ αυτου φαγη

{} μη αποθανη 51εγω ειμι ο αρτοσ

ο ζων ο εκ του ουρανου καταβασ

εαν ουν τισ φαγη εκ του αρτου τουτου

ζησει εισ τον αιωνα και ο αρτοσ

ον εγω δωσω η σαρξ μου εστιν υπερ τησ

του κοσμου ζωησ 52εμαχοντο ουν

οι ιουδαιοι προσ αλληλουσ λεγοντεσ

πωσ δυναται ουτοσ ημειν την

σαρκα δουναι φαγειν

53ειπεν ουν αυτοισ ο ιησ αμην αμην

λεγω υμειν εαν μη λαβητε

την σαρκα του υιου του ανθρωπου

και το αιμα αυτου πιητε

ουκ εχεται εν εαυτοισ την ζωην

54ο τρωγων αυτου την σαρκαν

και πεινων αυτου το αιμα

εχει ζωην αιωνιον καγω αναστησω αυτον

τη εσχατη ημερα 55η γαρ σαρξ μου αληθωσ εστι βρωσισ

______

50^{και}

Leaf 109v - John 6:56+ (image )

56ο τρωγων μου την σαρκα και πεινων μου

το αιμα εν εμοι μενει καγω εν αυτω

καθωσ εν εμοι ο πατηρ καγω εν τω πατρι

αμην αμην λεγω υμειν

εαν μη λαβητε το σωμα {τυ} υιου

του ανθρωπου ωσ τον αρτον τησ ζωησ

ουκ εχετε ζωην εν αυτω

57καθωσ απεσταλκεν με ο ζων πατηρ

καγω ζω δια τον πατερα και ο λαμβανων με

κακεινοσ ζη δι εμε 58ουτοσ εστιν ο αρτοσ

ο εκ του ουρανου καταβασ {νο} καθωσ

εφαγον οι πατερεσ υμων και απεθανον

ο τρωγων τουτον τον αρτον ζησεται εισ τον

αιωνα 59ταυτα ειπεν εν τη συναγωγη διδασκω̅

εν καφαρναουμ σαββατω

60πολλοι ουν εκ των μαθητων αυτου

ακουσαντεσ ειπαν σκληροσ εστιν ο λογοσ ουτοσ

τισ δυναται αυτου ακουειν 61ωσ ουν εγνω ο ιησ

οτι εν εαυτοισ γονγυζουσιν περι τουτου

οι μαθηται αυτου ειπεν αυτοισ

τουτο υμασ σκανδαλιζει 62εαν ουν θεωρητε

τον υιον του ανθρωπου αναβενοντα

ου ην το προτερον 63το πνα εστιν το ζωοποιουν

η σαρξ ουκ ωφελει ουδεν

τα ρηματα α εγω λελαληκα υμειν πνα εστιν

ζωη εστιν 64αλλα εξ υμων εισιν τινεσ

οι ου πιστευουσιν ηδει γαρ εξ αρχησ ο ιησ

τινεσ εισιν οι μη πιστευοντεσ

και τισ εστιν ο παραδιδουσ αυτον

65και ελεγεν δια τουτο ειρηκα υμειν

οτι ουδεισ δυναται ελθειν προσ με

εαν μη η δεδομενον αυτω εκ του προσ

66εκ τουτου ουν πολλοι των μαθητων αυτου

______

56^{του} 58^{ου}

Leaf 110v - John 6:66+ (image )

απηλθον εισ τα οπισω και ουκετι μετ αυτου

περιεπατουν 67ειπεν δε ο ιησ τοισ δωδεκα

μη και υμεισ θελετε υπαγειν

68ειπεν δε αυτω σιμων πετροσ κε προσ τινα

απελευσομεθα ρηματα ζωησ αιωνιου εχεισ

69και ημεισ πεπιστευκαμεν και εγνωκαμεν σε

οτι συ ει ο αγιοσ του θυ

70απεκριθη ο ιησ λεγων ουκ εγω υμασ τουσ ιβ

εξελεξαμην και εισ εξ υμων διαβολοσ εστιν

71ελεγεν δε ιουδαν σιμωνοσ σκαριωθ

ουτοσ γαρ ημελλεν παραδιδοναι αυτον

εισ εκ των δωδεκα

1μετα ταυτα περιεπατει ο ιησ εν τη γαλιλαια

ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν

οτι εζητουν αυτον οι ιουδαιοι

αποκτειναι 2ην δε εγγυσ η εορτη

των ιουδαιων η σκενοπηγεια

3ειπον ουν προσ αυτον οι αδελφοι αυτου

μεταβηθι εντευθεν και υπαγε εισ την γαλιλαια̅

ινα και οι μαθηται σου θεωρησουσιν τα εργα

α ποιεισ 4ουδισ γαρ εν κρυπτω τι ποιει

και ζητει εν παρησια αυτο ειναι ει ταυτα ποιεισ

φανερωσον σεαυτον τω κοσμω

5οιδε γαρ οι αδελφοι αυτου

επιστευσαν εισ αυτον τοτε

6λεγει αυτοισ ο ιησ ο καιροσ ο εμοσ ουπω

παρεστιν ο δε καιροσ ο υμετεροσ

παντοτε εστιν ετοιμοσ

7ου δυναται ο κοσμοσ μισειν υμασ εμε δε μισει

οτι εγω μαρτυρω περι αυτου

οτι τα εργα αυτου πονηρα εστιν

8υμεισ αναβητε εισ την εορτην

εγω ουκ αναβαινω εισ την εορτην ταυτην

Leaf 111v - John 7:8+ (image )

οτι ο εμοσ καιροσ ουπω

πεπληρωται 9ταυτα ειπων αυτοσ

εμεινεν εισ την γαλιλαιαν

10ωσ δε ανεβησαν οι αδελφοι αυτου

τοτε και αυτοσ ανεβη εισ την εορτην

ου φανερωσ αλλ εν κρυπτω

11οι ουν ιουδαιοι εζητουν αυτον

εν τη εορτη και ελεγον που εστιν εκεινοσ

12και γογγυσμοσ ην περι αυτου εν τω οχλω

οι μεν ελεγον οτι αγαθοσ εστιν

αλλοι ελεγον ου αλλα πλανα τον οχλον

13ουδεισ μεντοι παρησεια ελαλει περι αυτου

δια τον φοβον των ιουδαιων

14ηδη δε τησ εορτησ μεσαζουσησ

ανεβη ο ιησ εισ το ιερον και εδιδασκεν

15εθαυμαζον ουν οι ιουδαιοι λεγοντεσ

πωσ ουτοσ γραμματα οιδεν μη μεμαθηκωσ

16απεκριθη αυτοισ ο ιησ και ειπεν η εμη διδαχη

ουκ εστιν εμη αλλα του πεμψαντοσ με

17εαν τισ θελη το θελημα αυτου ποιειν

γνωσεται περι τησ διδαχησ ποτερον εκ θυ εστι̅

η εγω απ εμαυτου λαλω 18ο αφ εαυτου λαλων

την δοξαν την ιδιαν ζητει ο δε ζητων

την δοξαν του πεμψαντοσ αυτον

ουτοσ αληθησ εστιν

και αδικια εν αυτω ουκ εστιν

19ου μωυσησ εδωκεν υμειν τον νομον

και ουδισ εξ υμων ποιει τον νομον

τι με ζητειτε αποκτεινε

20απεκριθη ο οχλοσ και ειπεν δαιμονιον εχεισ

τισ σε ζητει αποκτειναι

21{απεκρι} ο ιησ και ειπεν εν εργον εποιησα

και υμεισ θαυμαζεται 22δια τουτο εδωκεν

υμειν μωυσησ

______

21^{απεκρειθη}

Leaf 112v - John 7:22+ (image )

την περιτομην ουχ οτι εκ μωυσεωσ εστειν

αλλα εκ των πατερων

και εν σαββατω περιτεμνετε ανθρωπον

23ει ουν περιτομην λαμβανει ανθρωποσ

εν σαββατω ινα μη λυθη ο νομοσ μωυσεωσ

πωσ εμοι χολατε οτι ολον ανθρωπον

υγιη εποιησα εν σαββατω

24μη κρινετε κατ οψιν

αλλα την δικαιαν κρισιν κρεινετε

25ελεγον ουν τινεσ εκ των

ιεροσολυμειτων ουχ ουτοσ εστιν

ον ζητουσιν αποκτειναι 26και ιδε παρρησια

λαλει και ουδεν αυτω λεγουσιν

μητι αληθωσ οι αρχοντεσ εγνωσαν

οτι ουτοσ εστιν ο χρσ

27αλλα τουτον οιδαμεν ποθεν εστιν

ο δε χρσ οταν ερχηται ουδεισ γεινωσκει ποθεν εστι̅

28εκραζεν ουν ο ιησ διδασκων εν τω ιερω

και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι

και απ εμαυτου ουκ εληλυθα

αλλ εστιν αληθινοσ ο πεμψασ με

ον υμεισ {ου δατε} 29εγω δε οιδα αυτον

οτι παρ αυτου ειμι κακεινοσ με απεσταλκεν

30εζητουν ουν αυτον πιασαι

και ουδεισ επεβαλεν επ αυτον

την χειρα οτι ουπω εληλυθει

η ωρα αυτου 31πολλοι δε επιστευσαν

εκ του οχλου εισ αυτον και ελεγαν

ο χρσ οταν ελθη μη πλεονα

σημεια ποιησει ων ουτοσ ποιει

32ηκουσαν δε οι φαρισαιοι

του οχλου γογγυζοντοσ περι αυτου

και απεστειλαν υπηρετασ

______

28^{ουκ οιδατε}

Leaf 113v - John 7:32+ (image )

οι αρχειερεισ και οι φαρισαιοι

ινα πειασωσιν αυτον

33ειπεν ουν ο ιησ ετι μεικρον χρονον

μεθ υμων ειμει και υπαγω

προσ τον πεμψαντα με 34ζητησετε με

και ουχ ευρησετε και οπου ειμι εγω

υμεισ ου δυνασθαι ελθειν

35ειπον ουν οι ιουδαιοι προσ εαυτουσ

που μελλει ουτοσ πορευεσθαι οτι ουχ ευρησομε̅

αυτον μητι εισ την διασποραν των ελληνων

μελλει πορευεσθαι και διδασκειν τουσ

ελληνασ 36τισ εστιν ο λογοσ ουτοσ ον ειπεν

ζητησετε με και ουχ ευρησετε

και οπου ειμι εγω υμεισ ου δυνασθαι ελθειν

37εν δε τη ημερα τη μεγαλη τη εσχατη

τησ εορτησ ιστηκει ο ιησ και εκραζεν

λεγων εαν τισ διψα ερχεσθω

και πεινετω 38ο πιστευων εισ εμε

καθωσ ειπεν η γραφη ποταμοι εκ τησ

κοιλιασ αυτου ρευσουσιν υδατοσ ζωντοσ

39τουτο δε ειπεν περι του πνσ

ου εμελλον λαμβανειν οι πιστευοντεσ εισ αυτο̅

ουπω γαρ ην το πνα αγιον επ αυτοισ

οτι ιησ ουπω εδοξασθη

40εκ του οχλου ουν ακουσαντεσ αυτου

των λογων τουτων ελεγον

οτι ουτοσ εστιν αληθωσ ο προφητησ

41αλλοι ελεγον οτι ουτοσ εστιν ο χρσ

αλλοι ελεγαν μη γαρ εκ τησ γαλιλαιασ

ο χρσ ερχεται 42ουχει η γραφη λεγει

οτι εκ σπερματοσ δαυειδ και απο βηθλεεμ

τησ κωμησ ο χρσ ερχεται οπου ην δαυειδ

43σχισμα ουν εγενετο εισ τον οχλον

Leaf 114v - John 7:43+ (image )

δι αυτον 44τινεσ δε ηθελον εξ αυτων

πιασαι αυτον αλλ ουδεισ

επεβαλεν επ αυτον τασ χειρασ 45ηλθον ουν

οι υπηρεται προσ τουσ αρχιερεισ

και φαρισαιουσ και ειπον αυτοισ εκεινοι

δια τι ουκ ηγαγατε αυτον

46απεκριθησαν δε οι υπηρεται ουδεποτε ουτωσ

ανθρωποσ ελαλησεν ωσ ουτοσ λαλει

47απεκριθησαν αυτοισ οι φαρισαιοι

μη κε υμεισ πεπλανησθαι

48μη τισ εκ των αρχοντων πιστευει

εισ αυτον η εκ των φαρισαιων

49αλλα ο οχλοσ ουτοσ ο μη γεινωσκων

τον νομον επικαταρατοι εισιν

50λεγει νεικοδημοσ προσ αυτουσ εισ ων εξ αυτω̅

ο ελθων προσ αυτον νυκτοσ το πρωτον

51μη ο νομοσ ημων κρεινι τον ανθρωπον

εαν μη ακουση πρωτον παρ αυτου

και επιγνωσθη τι εποιησεν

52απεκριθησαν και ειπαν αυτω μη και σοι εκ τησ

γαλιλαιασ ει ερευνησον και ιδε τασ γραφασ

οτι προφητησ εκ τησ γαλιλαιασ

ουκ εγειρεται 53και επορευθησαν

εκαστοσ εισ τον οικον αυτου 1ιησ δε επορευθη

εισ το οροσ των ελαιων 2ορθρου δε

παλιν παραγεινεται εισ το ειερον

και πασ ο λαοσ ηρχετο προσ αυτον

3αγουσιν δε οι γραμματεισ και οι φαρισαιοι

επι αμαρτεια γυναικα ειλημμενην

και στησαντεσ αυτην εν μεσω 4λεγουσιν αυτω

εκπειραζοντεσ αυτον οι ιερεισ ινα εχωσιν

κατηγορειαν αυτου διδασκαλε αυτη η γυνη

κατειληπται επ αυτοφωρω μοιχευομενη

Leaf 115v - John 8:5+ (image )

5μωυσησ δε εν τω νομω εκελευσεν τασ τοιαυτασ

λιθαζειν συ δε νυν τι λεγεισ

6ο δε ιησ κατω κυψασ τω δακτυλω κατεγραφεν

εισ την γην 7ωσ δε επεμενον ερωτωντεσ

ανεκυψεν και ειπεν αυτοισ ο αναμαρτητοσ

υμων πρωτοσ επ αυτην βαλετω λιθον

8και παλιν κατακυψασ τω δακτυλω

κατεγραφεν εισ την γην 9εκαστοσ δε

των ιουδαιων εξηρχετο αρξαμενοι απο των

πρεσβυτερων ωστε παντασ εξελθειν

και κατελειφθη μονοσ και η γυνη εν μεσω ουσα

10ανακυψασ δε ο ιησ ειπεν τη γυναικει

που εισιν ουδεισ σε κατεκρεινεν

11κακεινη ειπεν αυτω ουδεισ κε

ο δε ειπεν ουδε εγω σε κατακρεινω

υπαγε απο του νυν μηκετι αμαρτανε

12παλιν ουν ελαλησεν αυτοισ ο ιησ λεγων

εγω ειμι το φωσ του κοσμου ο ακολουθων εμοι

ου μη περιπατησει εν τη σκοτεια

αλλα εξει το φωσ τησ ζωησ

13ειπον ουν αυτω οι φαρισαιοι

συ περι σεαυτου μαρτυρεισ

η μαρτυρια σου ουκ εστιν αληθησ

14απεκρειθη ο ιησ και ειπεν αυτοισ

καν εγω μαρτυρω περι εμαυτου

αληθεινη μου εστιν η μαρτυρεια

οτι οιδα ποθεν ηλθον και που υπαγω

υμεισ δε ουκ {οικ} ποθεν ερχομαι

η που υπαγω 15υμεισ κατα την σαρκα κρεινετε

εγω ου κρεινω ουδενα 16και εαν κρινω δε εγω

η κρισισ η εμη αληθινη εστιν οτι μονοσ εγω

ουκ ειμι αλλα εγω και ο πεμψασ με

17και εν τω νομω δε τω υμετερω

______

14^{οιδατε}

Leaf 116v - John 8:17+ (image )

γεγραπται οτι δυο {ανθρωνων}

η μαρτυρια αληθησ εστιν

18εγω ειμι ο μαρτυρων περι εμαυτου

και μαρτυρι περι εμου ο πεμψασ με πατηρ

19ελεγον ουν αυτω που εστιν ο πατηρ σου

απεκριθη ιησ και ειπεν αυτοισ

ουτε εμε οιδατε ουτε τον πατερα μου

ει εμε ηδειτε και τον πατερα μου ηδειτε

20ταυτα τα ρηματα ελαλησεν εν τω γαζοφυλακιω

διδασκων εν τω ιερω και ουδεισ επιασεν αυτο̅

οτι ουπω εληλυθει η ωρα αυτου

21ειπεν ουν παλιν αυτοισ εγω υπαγω και ζησετε με

και εν τη αμαρτια υμων αποθανεισθε

οπου εγω υπαγω υμεισ ου δυνασθε ελθειν

22ελεγαν ουν οι ιουδαιοι μητει αποκτενει αυτον

οτι λεγει οπου εγω υπαγω υμεισ ου δυνασθε ελθει̅

23και ελεγεν αυτοισ υμεισ εκ των κατω

εστε εγω δε εκ των ανω ειμει

υμεισ εκ του κοσμου τουτου εστε

εγω ουκ ειμι εκ του κοσμου τουτου

24ειπον ουν υμειν οτι αποθανεισθαι

εν ταισ αμαρτιαισ υμων

εαν γαρ μη πιστευσητε μοι οτι εγω ειμι

αποθανεισθε εν ταισ αμαρτιαισ υμων

25ελεγον ουν αυτω συ τισ ει

ειπεν ουν αυτοισ ο ιησ την αρχην

ο τι και λαλω υμειν 26πολλα εχω περι υμων

λαλειν και κρεινειν αλλ ο πεμψασ με

αληθησ εστιν καγω α ηκουσα

παρ αυτου ταυτα λαλω εισ τον κοσμον

27ουκ εγνωσαν οτι τον πατερα αυτου

λεγει τον θν 28ειπεν ουν αυτοισ

παλιν ο ιησ οταν υψωσητε

______

17^{ανθρωπων}

Leaf 117v - John 8:28+ (image )

τον υιον του ανθρωπου τοτε γνωσεσθαι

οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν

αλλα καθωσ εδιδαξεν με ο πατηρ

ταυτα λαλω 29και ο πεμψασ με

μετ εμου εστιν ουκ αφηκεν με

μονον οτι εγω τα αρεστα αυτω

ποιω παντοτε 30ταυτα αυτου λαλουντοσ

πολλοι επιστευσαν εισ αυτον

31ελεγεν ουν ο ιησ προσ τουσ πεπιστευκοτασ

αυτω ιουδαιουσ εαν υμεισ μεινηται

εν τω εμω λογω αληθωσ μαθηται μου εστε

32και γνωσεσθαι την αληθειαν

και η αληθεια ελευθερωσει υμασ

33απεκριθησαν προσ αυτον και ειπαν

σπερμα αβρααμ εσμεν

και ου δεδουλευκαμεν ουδενι πωποτε

πωσ συ λεγεισ οτι ελευθεροι γενησεσθε

34απεκριθη αυτοισ ο ιησ αμην αμην λεγω υμει̅

οτι πασ ο ποιων την αμαρτιαν δουλοσ εστιν

35ο δε δουλοσ ου μενει εισ την οικειαν

εισ τον αιωνα ο δε υιοσ μενει

εισ τον αιωνα 36εαν ουν ο υιοσ υμασ

{ελευθερω} οντωσ ελευθεροι

εσεσθαι 37οιδα οτι σπερμα αβρααμ εστε

αλλα ζητιτε με αποκτειναι οτι ο λογοσ

ο εμοσ ου χωρει εμειν

38εγω α {ωρακα} παρα τω πατρι μου

ταυτα λαλω και υμεισ ουν α εωρακατε

παρα τω πατρι υμων ταυτα ποιειτε

39απεκριθησαν και ειπαν αυτω ο πατηρ ημω̅

αβρααμ εστιν ειπεν ουν ο ιησ

ει τεκνα του αβρααμ εστε τα εργα του αβρααμ

εποιειτε 40νυν δε ζητειτε με αποκτειναι

______

36^{ελευθερωσει} 38^{εωρακα}

Leaf 118v - John 8:40+ (image )

ανθρωπον οσ την αληθειαν λελαληκα υμειν

ην ηκουσεν παρα του θυ τουτο αβρααμ

ουκ εποιησεν 41υμεισ δε ποιειτε

τα εργα του πατροσ υμων

ειπαν ουν αυτω ημεισ εκ πορνειασ

{ουκ εγενεηηημεν} ενα πατερα εχομεν τον θν

42ειπεν ουν αυτοισ ο ιησ ει ο θσ πατηρ υμων ην

ηγαπατε αν εμε εγω γαρ εκ του θυ εξηλθον

και ηκω ου γαρ απ εμαυτου εληλυθον

αλλα εκεινοσ με απεστειλεν

43δια τι την αληθειαν την εμην

ου γεινωσκετε οτι ου δυνασθαι

ακουειν τον λογον τον εμον

44υμεισ εκ του πατροσ του διαβολου

εστε και τασ επιθυμειασ του πατροσ υμων

θελετε ποιειν εκεινοσ ανθρωποκτονοσ ην

απ αρχησ και εν τη αληθεια ουκ {εστιν}

οτι αληθεια ουκ εστιν εν αυτω

οταν λαλη το ψευδοσ εκ των ιδιων λαλει

οτι ψευστησ εστιν και ο πατηρ αυτου

45εγω οτι την αληθειαν λαλω ου πιστευετε μοι

υμεισ 47ο ων εκ του θυ τα ρηματα του θυ

ακουει δια τουτο υμεισ ουκ ακουετε

48απεκριθησαν οι ιουδαιοι και ειπαν αυτω

ου καλωσ ημεισ λεγομεν οτι σαμαρειτησ ει

συ και δαιμονιον εχεισ

49απεκριθη ο ιησ εγω δαιμονιον ουκ εχω

αλλα τειμω μου τον πατερα

και υμεισ ατειμαζετε με

50εγω δε ου ζητω την δοξαν μου

εστιν ο ζητων και κρεινων

51αμην αμην λεγω υμειν

οσ αν τον εμον λογον τηρηση

______

41^{ουκ εγεννηθημεν} 44^{εστηκεν}

Leaf 119v - John 8:51+ (image )

θανατον ου μη θεωρηση εισ τον αιωνα

52ειπαν ουν αυτω οι ιουδαιοι

νυν εγνωκαμεν οτι δαιμονιον εχεισ

αβρααμ απεθανεν και οι προφηται

και {} λεγεισ εαν μου τισ τον λογον

τηρησει ου μη γευσηται θανατου

53μη συ μειζων ει του αβρααμ οτι απεθανεν

και οι προφηται απεθαναν τινα σεαυτον ποιεισ

54απεκριθη ο ιησ εαν εγω δοξασω

εμαυτον η δοξα μου ουδεν εστιν

εστιν ο πατηρ μου ο δοξαζων με

ον υμεισ λεγετε οτι θσ υμων εστιν

55και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον

καν ειπω οτι ουκ οιδα αυτον ομοιοσ

εσομαι υμειν ψευστησ αλλα οιδα αυτον

και τον λογον αυτου τηρω

56αβρααμ ο πατηρ υμων ηγαλλιασατο

ινα ιδη την ημεραν την εμην και ειδεν

και εχαρη 57ειπαν ουν οι ιουδαιοι προσ αυτο̅

πεντηκοντα ετη ουδεπω εχεισ

και αβρααμ εωρακασ

58ειπεν ουν αυτοισ ο ιησ αμην αμην λεγω υμει̅

πριν αβρααμ εγω ειμι 59τοτε ηραν λιθουσ

ινα βαλωσιν επ αυτον

ιησ δε εκρυβη και εξηλθεν εκ του ιερου

1και παραγων ιδεν ανθρωπον

τυφλον εκ γενετησ καθημενον

2και ηρωτησαν αυτον οι μαθηται

ραββει τισ ημαρτεν ουτοσ

η οι γονεισ αυτου ινα τυφλοσ γεννηθη

3απεκριθη ο ιησ ουτε ουτοσ ημαρτεν

ουτε οι γονεισ αυτου αλλ ινα φανερωθη

τα εργα του θυ εν αυτω 4δι ημασ εργαζεσθαι

______

52^{συ}

Leaf 120v - John 9:4+ (image )

τα εργα του πεμψαντοσ με εωσ ημερα εστιν

ερχεται νυξ οτε ουδεισ δυναται εργαζεσθαι

5οταν ω εν τω κοσμω φωσ ειμει

του κοσμου 6ταυτα ειπων επτυσεν χαμαι

και εποιησεν πηλον εκ του πτυματοσ

και επεχρεισεν αυτω τον πηλον

επι τουσ οφθαλμουσ αυτου 7και ειπεν

υπαγε νιψαι εισ την κολυμβηθραν

του σιλωαμ ο μεθερμηνευεται

απεσταλμενοσ απηλθεν ουν

και ενιψατο και ηλθεν βλεπων

8οι ουν γειτονεσ και οι θεωρουντεσ αυτον

το προτερον οτι προσετησ ην

ελεγον ουχ ουτοσ εστιν ο καθημενοσ

και προσαιτων 9αλλοι ελεγον οτι

ουτοσ εστιν ετεροι δε οτι ομοιοσ

αυτω εστιν εκεινοσ ελεγεν οτι εγω ειμι

10ειπον ουν αυτω πωσ ουν

ηνεωχθησαν σου οι οφθαλμοι

11απεκριθη εκεινοσ ανθρωποσ λεγομενοσ

ιησ πηλον εποιησεν και επεχρισεν

μου τουσ οφθαλμουσ και ειπεν μοι

υπαγε εισ τον σειλωαμ και νιψαι

απελθον ουν και ενιψαμην και ηλθον

βλεπων 12ειπαν ουν αυτω που εστιν

εκεινοσ λεγει αυτοισ ουκ οιδα

13και αγουσιν αυτον προσ τουσ φαρισαιουσ

τον ποτε τυφλον 14ην δε σαββατον

οτε τον πηλον εποιησεν ο ιησ

και ηνυξεν αυτου τουσ οφθαλμουσ

15παλιν ουν επηρωτων αυτον και οι

φαρισαιοι πωσ ανεβλεψεν

ο δε ειπεν αυτοισ πηλον επεθηκεν

Leaf 121v - John 9:15+ (image )

επι τουσ οφθαλμουσ μου και ενιψαμην

και βλεπω 16ελεγον ουν εκ των φαρισαιων

τινεσ ουκ εστιν ουτοσ παρα θυ

ο ανθρωποσ οτι το σαββατον ου τηρει

αλλοι δε ελεγαν πωσ δυναται ανθρωποσ

αμαρτωλοσ τοιαυτα σημεια ποιειν

και σχισμα ην εν αυτοισ 17ελεγον ουν

τω τυφλω συ τι λεγεισ περι εαυτου οτι

ηνυξεν σου τουσ οφθαλμουσ ο δε ειπεν

οτι προφητησ εστιν 18ουκ επιστευσαν

οι ιουδαιοι περι αυτου εωσ ου εφωνησαν

τουσ γονεισ του αναβλεψαντοσ

19και επηρωτησαν αυτουσ λεγοντεσ

ει εστιν ουτοσ ο υιοσ υμων ον υμεισ

λεγετε οτι τυφλοσ εγεννηθηθη πωσ ουν

βλεπει αρτι 20απεκριθησαν αυτοισ

οι γονεισ αυτου και ειπον οιδαμεν

οτι ουτοσ εστιν ο υιοσ ημων και οτι

τυφλοσ εγεννηθη 21πωσ δε νυν βλεπει

ουκ οιδαμεν η τισ αυτου ηνοιξε

τουσ οφθαλμουσ ημεισ ουκ οιδαμεν

αυτον επερωτησατε ηλικιαν εχει

αυτοσ περι αυτου λαλησει

22ταυτα ειπον οι γονεισ αυτου οτι

εφοβουντο τουσ ιουδαιουσ ηδη γαρ

συνετεθιντο οι ιουδαιοι ινι εαν τισ

ομολογηση αυτον χρν ειναι

αποσυναγωγοσ γενηται 23δια τουτο

οι γονεισ αυτου ειπαν ηλικιαν εχει

αυτον ερωτατε 24εφωνησαν ουν αυτον

εκ δευτερου οσ ην τυφλοσ και ειπαν αυτω

δοσ δοξαν τω θω ημεισ οιδαμεν οτι

ο ανθρωποσ ουτοσ αμαρτωλοσ εστιν

Leaf 122v - John 9:25+ (image )

25απεκρειθη ουν εκεινοσ ει αμαρτωλοσ

εστιν ουκ οιδα εν οιδα οτι τυφλοσ ημην

και αρτι βλεπω 26ειπον ουν αυτω

τι εποιησεν σοι και πωσ ηνυξεν σου τουσ

οφθαλμουσ 27ο δε ειπεν ειπον υμειν ηδη

και ουκ ηκουσατε τι θελετε παλιν

ακουσαι μη και υμεισ θελετε μαθηται

αυτου γενεσθαι 28οι δε ελοιδορησαν αυτον

και ειπαν συ μαθητησ εκεινου ει

ημεισ του μωυσεωσ εσμεν μαθηται

29ημεισ οιδαμεν οτι μωυσει λελαληκεν

ο θσ και οτι θσ αμαρτωλων ουκ ακουει

τουτον δε ουκ οιδαμεν ποθεν εστιν

30απεκριθη ο ανθρωποσ και ειπεν

εν τουτω ουν θαυμαστον εστιν οτι υμεισ

ουκ οιδατε ποθεν τιν και ηνυξε μου

τουσ οφθαλμουσ 31οιδαμεν οτι ο θσ

αμαρτωλων ουκ ακουει αλλ εαν τισ

θεοσεβησ η και το θελημα αυτου ποιη

τουτου ακουει 32εκ του αιωνοσ ουκ

ηκουσθη οτι ηνυξε τισ οφθαλμουσ

τυφλου γεγεννημενου 33ει μη ουτοσ

παρα θυ ην ουκ ηδοινατο ποιειν ουδεν

34απεκριθησαν αυτω και ειπαν εν αμαρτιαισ

συ εγεννηθησ ολοσ και συ διδασκεισ ημασ

και εξεβαλον αυτον εξω 35και ηκουσεν

ο ιησ οτι εξεβαλον αυτον και ευρεν αυτον

και ειπεν συ πιστευεισ εισ τον υιον του

ανθρωπου 36απεκριθη εκεινοσ και ειπεν

και τισ εστιν κε ινα πιστευσω εισ αυτον

37απεκριθη αυτω ο ιησ και εωρακασ αυτον

και ο μετα σου λαλων εκεινοσ εστιν

38ο δε εφη πιστευω κε και προσεκυνησεν αυτο̅

Leaf 123v - John 9:39+ (image )

39και ειπεν ο ιησ εγω εισ κριμα ηλθον εισ τον κοσμο̅

τουτον ινα οι μη βλεποντεσ

βλεπωσιν και οι βλεποντεσ τυφλοι

γενωνται 40ηκουσαν δε εκ των φαρισαιων

οι μετ αυτου οντεσ και ειπαν αυτω

μη και ημεισ τυφλοι εσμεν 41ειπεν ουν

ο ιησ αυτοισ ει τυφλοι ητε ουκ ειχετε

αμαρτιαν νυν δε λεγετε οτι βλεπομεν

αι αμαρτιαι υμων μενουσιν

1αμην αμην λεγω υμειν ο μη εισερχομενοσ

δια τησ θυρασ εισ την αυλην των προβατων

αλλα αλλαχοθεν αναβενων εκεινοσ

κλεπτησ εστιν και ληστησ 2ο δε εισερχομενοσ

δια τησ θυρασ αυτοσ εστιν ο ποιμην

των προβατων 3τουτω ο θυρουροσ ανοιγει

και τα προβατα τησ φωνησ αυτου ακουει

και τα προβατα τα ιδια φωνει κατ ονομα

και εξαγει αυτα 4και οταν τα ιδια παντα

εκβαλη ενπροσθεν αυτων πορευεται

και τα προβατα αυτω ακολουθει οτι

οιδασιν αυτου την φωνην 5αλλοτριω δε

ου μη ακολουθησουσιν αλλα φευξονται

απ αυτου οτι ουκ οιδασιν των αλλοτριων

την φωνην 6ταυτην την παροιμιαν

ειπεν αυτοισ ο ιησ εκεινοι δε ουκ εγνωσαν

τινα ην α ελαλει αυτοισ 7ειπεν ουν παλιν

αυτοισ ο ιησ αμην αμην λεγω υμειν

οτι εγω ειμι η θυρα των προβατων

8οσοι ηλθον προ εμου κλεπται εισιν

και λησται αλλα ουκ ηκουσαν αυτων

τα προβατα 9εγω ειμι η θυρα δι εμου εαν τισ

εισελθη σωθησεται και εισελευσεται

και εξελευσεται και νομην ευρησει

Leaf 124v - John 10:10+ (image )

10ο κλεπτησ ουκ ερχεται ει μη ινα κλεψη

και θυση και απολεση εγω δε ηλθον

ινα ζωην εχωσιν 11εγω ειμι ο ποιμην

ο καλοσ ο ποιμην ο καλοσ την ψυχην

αυτου διδωσιν υπερ των προβατων

12ο δε μισθωτοσ και ουκ ων ποιμην

ου ουκ εισιν τα προβατα ιδια θεωρει τον

λυκον ερχομενον και αφιησιν

τα προβατα και φευγει και ο λυκοσ

αρπαζει και σκορπιζει 13οτι μισθωτοσ

εστι και ου μελει αυτω περι των

προβατων 14εγω ειμι ο καλοσ ποιμην

και γεινωσκω τα εμα και γεινωσιν εμε τα εμα

15καθωσ γεινωσκει με ο πατηρ καγω

γεινωσκω τον πατερα και την ψυχην

διδωμι υπερ των προβατων 16και αλλα δε

προβατα εχω α ουκ εστιν εκ τησ αυλησ

ταυτησ κακεινα δει με αγαγειν και τησ

φωνησ μου ακουσουσιν και γενησονται

μια ποιμνη εισ ποιμην 17δια τουτο με

ο πατηρ αγαπα οτι εγω τιθημι την

ψυχην μου ινα παλιν λαβω αυτην

18ουδεισ αιρει αυτην απ εμου εξουσιαν εχω

θειναι αυτην και εξουσιαν εχω παλιν

αραι αυτην ταυτην την εντολην ελαβον

παρα του πατροσ 19σχισμα ουν εγενετο εν τοισ

ιουδαιοισ δια τουσ λογουσ τουτουσ

20ελεγον ουν πολλοι εξ αυτων οτι δαιμονιον

εχει και μαινεται τι αυτου ακουεται

21αλλοι ελεγον ουκ εστισ τα ρηματα ταυτα

δαιμονιζομενου μη δαιμονιον

δυναται οφθαλμουσ τυφλων ανοιγειν

22εγενοντο δε τα ενκαινια εν ιεροσολυμοισ

Leaf 125v - John 10:22+ (image )

χειμων ην 23και περιεπατι ο ιησ

εν τω ιερω εν τη στοα σολομωνοσ

24εκυκλωσαν ουν αυτον οι ιουδαιοι και

ελεγαν αυτω εωσ ποτε την ψυχην

ημων αιρεισ ει συ ει ο χρσ ειπε ημειν

παρησια 25απεκριθη ο ιησ λαλω υμειν

και ου πιστευετε μοι τα εργα α εγω ποιω

εν τω ονοματι του πατροσ μου αυτα

μαρτυρι περι εμου 26αλλ υμεισ ου πιστευεται

οτι ουκ εστε εκ των προβατων των εμων

καθωσ ειπον υμειν 27τα προβατα τα εμα

τησ φωνησ μου ακουει καγω γεινωσκω

αυτα και ακολουθουσιν μοι 28καγω

ζωην αιωνιον διδωμι αυτοισ και

ου μη απολωνται εισ τον αιωνα

και ου μη αρπαση τισ αυτα εκ τησ χειροσ μου

29ο πατηρ μου ο δεδωκωσ μοι παντων

μειζων εστιν και ουδεισ δυναται

αρπαζειν εκ τησ χειροσ του πατροσ μου

30εγω και ο πατηρ εν εσμεν

31εβαστασαν ουν λιθουσ οι ιουδαιοι

ινα λιθασωσιν αυτον 32απεκρειθη

αυτοισ ο ιησ πολλα καλα εργα

εδειξα υμειν εκ του πατροσ δια ποιον

αυτων εργον λιθαζετε με

33απεκριθησ αυτω οι ιουδαιοι λεγοντεσ

περι καλου εργου ου λιθαζομεν σε

αλλα περι βλασφημιασ και οτι

ανθρωποσ ων ποισ σεαυτον θν

34απεκριθη αυτοισ ο ιησ και ειπεν

ουκ εστιν γεγραμμενον εν τω νομω

οτι εγω ειπον θεοι εστε 35ει εκεινουσ

ειπεν θεουσ προσ ουσ ο λογοσ εγενετο

Leaf 126v - John 10:35+ (image )

του θυ και ου δυναται λυθηναι η γραφη

36ον ο πατηρ ηγιασεν και απεστειλεν

εισ τον κοσμον υμεισ λεγεται

οτι βλασφημεισ οτι ειπον υιοσ θυ ειμι

37ει ου ποιω τα εργα του πατροσ μου

μη πιστευεται μοι 38ει δε ποιω καν εμοι

μη θελετε πιστευειν τοισ εργοισ πιστευεται

ινα γνωτε οτι εν εμοι ο πατηρ

καγω εν τω πατρι 39και εζητουν αυτον

πιασαι και εξηλθεν εκ τησ χειροσ αυτων

40και απηλθεν παλιν περαν του ιορδανου

εισ τον τοπον οπου ην ιωανησ

το πρωτον βαπτιζων και εμεινεν εκει

41και πολλοι ηλθον προσ αυτον και ελεγον

ιωανησ μεν σημειον εποιησεν ουδεν

παντα δε οσα ιωανησ ειπεν περι τουτου

αληθη ην 42και πολλοι επιστευσαν εισ αυτον εκει

1ην δε τισ ασθενων λαζαροσ απο βηθανιασ εκ τησ

κωμησ τησ μαριασ και τησ μαρθασ τησ

αδελφησ αυτησ 2ην δε μαρια η αλιψασα

τον κν μυρω και εκμαξασα τουσ ποδασ

ταισ θριξιν αυτησ ησ και ο αδελφοσ

λαζαροσ ησθενει 3απεστειλαν ουν

αι αδελφαι αυτου προσ τον ιην λεγουσαι

κε ιδε ον φιλεισ ασθενει

4ακουσασ δε ιησ ειπεν αυτη η ασθενεια αυτου

ουκ εστιν προσ θανατον αλλ υπερ τησ

δοξησ του θυ ινα δοξασθη ο υιοσ του θυ

δι αυτησ 5εφιλει δε ο ιησ την μαρθαν

και την αδελφην αυτησ και τον λαζαρον

6ωσ ουν ηκουσεν οτι ασθενει

τοτε μεν εμεινεν ο ιησ επι τω τοπω δυο

ημερασ 7ειτα μετα τουτο λεγει τοισ

Leaf 127v - John 11:7+ (image )

μαθηταισ αυτου αγωμεν ισ την ιουδαιαν

παλιν 8λεγουσιν αυτω οι μαθηται αυτου ραββει

νυν εζητουν σε λιθασαι οι ιουδαιοι

και παλιν υπαγεισ εκει 9απεκριθη ιησ

ουχει δωδεκα ωρασ εχει η ημερα

εαν τισ περιπατη εν τη ημερα ου προσκοπτει

οτι το φωσ του κοσμου τουτου βλεπει

10εαν δε τισ περιπατη εν τη νυκτι προσκοπτει

οτι το φωσ ουκ εστιν εν αυτη 11ταυτα ειπεν

και μετα τουτο λεγει αυτοισ λαζαροσ

ο φιλοσ ημων κοιμαται αλλα πορευομαι

του εξυπνισαι αυτον 12ειπον ουν αυτω

οι μαθηται κε ει κοιμαται σωθησεται

13ειρηκει δε ο ιησ περι του θανατου αυτου

εκεινοι δε εδοξαν οτι περι τησ

κοιμησεωσ του υπνου λεγει

14τοτε ουν ειπεν αυτοισ ο ιησ παρρησια

λαζαροσ ο φιλοσ ημων απεθανεν

15και χαιρω δι υμασ ινα πιστευσητε

οτι ουκ ημην εκει αλλα αγωμεν προσ αυτον

16ειπεν ουν θωμασ ο λεγομενοσ διδυμοσ

τοισ συνμαθηταισ αυτου

αγωμεν και ημεισ ινα αποθανωμεν

μετ αυτου 17ηλθεν ουν ο ιησ εισ βηθανιαν

και ευρεν αυτον τεσσαρασ ημερασ

εν τω μνημειω εχοντα 18ην δε η

βηθανια ενγυσ των ιεροσολυμων

απο σταδιων δεκαπεντε 19πολλοι δε εκ των

ιεροσολυμων εληλυθεισαν προσ μαρθαν

και μαριαμ ινα παραμυθησωνται αυτασ

περι του αδελφου 20η ουν μαρθα ωσ ηκουσεν

οτι ιησ ερχεται υπηντησεν αυτω

μαρια δε εν τω {οικει} εκαθεζετο

______

20^{οικω}

Leaf 128v - John 11:21+ (image )

21ειπεν ουν η μαρθα προσ τον ιην κε

ει ησ ωδε ουκ αν ο αδελφοσ μου

απεθανεν 22αλλα και νυν οιδα

οτι οσα αν αιτηση τον θν δωσει σοι ο θσ

23λεγει αυτη ο ιησ αναστησαιται σου ο αδελφοσ

24λεγει αυτω η μαρθα οιδα οτι αναστησεται

εν τη αναστασει εν τη εσχατη ημερα

25ειπεν αυτη ο ιησ εγω ειμι η αναστασισ

και η ζωη ο πιστευων εισ εμε

καν αποθανη ζησεται 26και πασ ο ζων

και πιστευων εισ εμε ου μη αποθανη

εισ τον αιωνα πιστευεισ τουτο 27λεγει ναι κε

εγω πεπιστευκα οτι συ ει ο χρσ ο υιοσ του θυ

ο εισ τον κοσμοσ ερχομενοσ

28και ταυτα ειπουσα απηλθεν και εφωνησεν

την αδελφην αυτησ μαριαμ σιωπη

ειπουσα οτι ο διδασκαλοσ παρεστι

και φωνει σε 29εκεινη ωσ ηκουσεν

ηγερθη ταχυ και ερχεται προσ αυτον

30ου γαρ ιησ εληλυθει εισ την κωμην

αλλα ην εν τω τοπω οπου υπηντησεν

αυτω μαρθα 31οι ουν ιουδαιοι οι οντεσ

μετ αυτησ εν τη οικια παραμυθουμενοι αυτη̅

ιδοντεσ την μαριαμ οτι ταχεωσ ανεστη

και εξηλθεν ηκολουθησαν αυτη

δοξαντεσ οτι υπαγει εισ το μνημιον

ινα κλαυση εκει 32η ουν μαρια ωσ ηλθεν

οπου ην ιησ ιδουσα επεσεν προσ τουσ

ποδασ αυτου λεγουσα κε ει ωδε ησ

ουκ αν μου ο αδελφοσ απεθανεν

33ιησ ουν ωσ ειδεν αυτην κλαιουσαν

και τουσ ιδειουσ κλαιοντασ

τουσ συνεληλυθοτασ μετ αυτησ

Leaf 129v - John 11:33+ (image )

εταραχθη τω πνευματι ωσ ενβρειμουμενοσ

34και ειπεν που τεθεικατε αυτον λεγουσιν αυτω

{και} ερχου και ειδε 35και εδακρυσεν ο ιησ

36ελεγον ουν οι ιουδαιοι ειδε πω

εφειλει αυτον 37τινεσ δε ειπον εξ ων

ουκ εδυνατο ουτοσ ο ανυξασ τουσ

οφθαλμουσ του τυφλου ποιησαι ινα

και ουτοσ μη αποθανη 38{σησ} ουν

παλιν ενβρειμωμενοσ εν εαυτω

ερχεται επι το μνημειον ην δε

σπηλεον και λιθοσ επεκειτο επ αυτω

39λεγει ιησ αρατε τον λιθον λεγει αυτω

η μαρθα η αδελφη του τετελευτηκοτοσ

κε ηδη οζει τεταρταιοσ εστιν

40λεγει αυτη ο ιησ ουκ ειπον σοι οτι εαν

πιστευσησ οψη την δοξαν του θυ

41οτε ουν ηραν τον λιθον και ο ιησ ηρεν

τουσ οφθαλμουσ αυτου ανω και ειπεν

πατερ ευχαριστω σοι οτι ηκουσασ μου

42εγω ηδειν οτι παντοτε μου ακουεισ

αλλα δια τον οχλον τον περιεστωτα ειπον

ινα πιστευσωσιν οτι συ με απεστειλασ

43και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν

λαζαρε δευρο εξω 44και ευθυσ εξηλθεν

ο τεθνηκωσ δεδεμενοσ τουσ ποδασ

και τασ χειρασ κειριαισ και η οψισ αυτου

σουδαριω περιδεδετο λεγει αυτοισ ο ιησ

λυσατε αυτον και αφετε υπαγειν

45πολλοι ουν των ιουδαιων των ελθοντων

προσ την μαριαμ εωρακοτεσ ο εποιησεν

ο ιησ επιστευσαν εισ αυτον 46τινεσ δε

εξ αυτων απηλθαν προσ τουσ φαρισαιουσ

και ειπαν αυτοισ ο εποιησεν ιησ

______

34^{κε} 38^{ιησ}

Leaf 130v - John 11:47+ (image )

47συνηγαγον ουν οι αρχιερεισ και οι φαρισαιοι

συνεδριον και ελεγον τι ποιουμεν ουτοσ

ο ανθρωποσ τοιαυτα σημεια ποιει

48και εαν αφωμεν αυτον ουτωσ

παντεσ πιστευσουσιν εισ αυτον

και ελευσονται οι ρωμαιοι και αρουσιν

τον τοπον ημων και το εθνοσ

49εισ δε τισ εξ αυτων κφιφασ αρχιερευσ ων

του ενιαυτου εκεινου ειπεν αυτοισ

υμεισ ουκ οιδατε ουδεν 50ουδε λογιζεσθε

οτι συνφερει υμειν ινα εισ ανθρωποσ

αποθανη υπερ του λαου και μη ολον

το εθνοσ αποληται 51τουτο δε αφ εαυτου

ουκ ειπεν αλλα αρχιερευσ ων του ενιαυτου

επροφητευσεν οτι ιησ ημελλεν αποθνησκι̅

υπερ του εθνουσ 52και ουχ υπερ του εθνουσ μονο̅

αλλ ινα και τα τεκνα του θυ τα εσκορπισμενα

εισ εν συναγαγη 53απ εκεινησ ουν τησ ημερασ

εβουλευσαντο ινα αποκτεινωσιν αυτον

54ιησ ουν ουκετι παρησια περιεπατει

εν τοισ ιουδαιοισ αλλα απηλθεν εισ την χωρα̅

σαμφουρειν εγγυσ τησ ερημου εισ εφραιμ λεγομενην

πολιν κακει διετριβεν μετα των

μαθητων 55εγγυσ δε ην το πασχα των ιουδαιω̅

ανεβησαν ουν εισ ιεροσολυμα πολλοι

εκ τησ χωρασ πριν το πασχα ινα

αγνισωσιν εαυτουσ 56εζητουν ουν

και τον ιην και ελεγαν μετ αλληλων

εν τω ιερω εστωτεσ τι δοκειτε

οτι ου μη ελθη εισ την ορτην

57δεδωκεισαν δε και οι αρχιερεισ και οι

φαρισαιοι εντολην ινα αν τισ γνοι που εστιν

μηνυση οπω πιασωσιν αυτον

Leaf 131v - John 12:1+ (image )

1ο ουν ιησ προ εξ ημερων του πασχα

ηλθεν εισ βηθανιαν οπου ην λαζαροσ

ο τεθνηκωσ ον ηγειρεν εκ νεκρων

ο ιησ 2και εποιησαν αυτω δειπνον εκει

και διηκονι μαρθα ο δε λαζαροσ

εισ ην των ανακειμενων συν αυτω

3η ουν μαρια λαμβανι λειτραν πιστικησ μυρου

πολυτειμου και ηλειψε τουσ ποδασ

του ιηυ και εξεμαξε ταισ θριξιν αυτησ

τουσ ποδασ αυτου και η οικεια επληρωθη

εκ τησ οσμησ του μυρου 4λεγει ουν

εισ εκ των μαθητων αυτου ιουδασ

απο καρυωτου οσ ημελλεν παραδουναι

αυτον 5δια τι τουτο το μυρον ουκ

επραθη τριακοσιων δηναριων και

εδοθη τοισ πτωχοισ 6τουτο δε ειπεν

ουχ οτι περι των πτωχων εμελεν

αυτω αλλ οτι κλεπτησ ην και το

γλωσσοκομον εχων τα βαλλομενα

εβασταζεν 7ειπεν ουν ο ιησ

αφεσ αυτην ινα εισ την ημεραν του

ενταφιασμου τηρηση αυτο

9οχλοσ δε πολυσ εκ των ιουδαιων

ηκουσαν οτι εκει εστιν και ηλθαν

ου δια τον ιην αλλ ινα τον λαζαρον

ιδωσιν ον ηγειρεν ιησ εκ των νεκρων

10εβουλευσαντο δε οι αρχιερεισ ινα

και τον λαζαρον αποκτεινωσιν

11οτι πολλοι των ιουδαιων δι αυτον

υπηγον και επιστευον εισ τον ιην

12τη επαυριον οχλοσ πολυσ ο ελθων

εισ την {εορτην} εορτην ακουσαντεσ οτι

ερχεται ιησ εισ ιερουσαλημ 13ελαβον

______

12^{}

Leaf 132v - John 12:13+ (image )

τα βαια των φοινεικων και εξηλθον

εισ συναντησιν αυτου και εκραυγαζον

λεγοντεσ οσσανα ευλογητοσ

ο ερχομενοσ εν ονοματι κυ ο βασιλευσ

του ιστραηλ 14ευρων δε ο ιησ οναριον

εκαθισεν επ αυτο καθωσ εστι γεγραμμενον

15μη φοβου θυγατηρ σιων ιδου ο βασιλευσ

σου ερχεται καθημενοσ επι πωλον ονου

16ταυτα δε ουκ ενοησαν οι μαθηται αυτου

το πρωτον αλλ οτε εδοξασθη ο ιησ

τοτε εμνησθησαν οτι ταυτα ην

περι αυτου γεγραμμενα και ταυτα

εποιησαν αυτω 17εμαρτυρι ουν

ο οχλοσ ο ων μετ αυτου οτι τον λαζαρον

εφωνησεν εκ του μνημειου

και ηγειρεν αυτον εκ νεκρων

18δια τουτο και υπηντησαν αυτω

οχλοι οτι ηκουσαν τουτο αυτον

πεποιηκεναι το σημειον 19οι ουν

φαρισαιοι ειπον προσ αυτουσ θεωρειτε

οτι ουκ ωφελειτε ουδεν ιδε ο κοσμοσ

ολοσ οπισω αυτου απηλθεν 20ησαν δε

και ελληνεσ τινεσ εκ των αναβαινοντων

ινα προσκυνησουσιν εν τη εορτη

21ουτοι ουν προσηλθαν τω φιλιππω

τω απο βηδσαιδα τησ γαλιλαιασ

και ηρωτων αυτον λεγοντεσ κε

θελομεν τον ιην ιδειν

22ερχεται φιλιπποσ και λεγει τω ανδρεα

παλιν ο ανδραιασ και φιλιπποσ

λεγουσιν τω ιηυ 23ο δε ιησ απεκρινατο

αυτοισ λεγων εληλυθεν η ωρα ινα

δοξασθη ο υιοσ του ανθρωπου

Leaf 133v - John 12:24+ (image )

24αμην αμην λεγω υμειν εαν μη

ο κοκκοσ του σιτου {πεω} εισ την γην

αποθανη αυτοσ μονοσ μενει

εαν δε αποθανη πολυν καρπον φερει

25ο φιλων την ψυχην αυτου {απολει} αυτην

και ο μεισων την ψυχην αυτου εν τω

κοσμω τουτω εισ ζωην αιωνιον

φυλαξει αυτην 26εαν τισ μοι διακονη

εμοι ακολουθειτω και οπου αν εγω ειμι

και ο διακοσ ο εμοσ εσται

εαν τισ εμοι διακονη τειμησει αυτον ο παρ

27νυν η ψυχη μου τεταρακται και τι ειπω

πατερ σωσον με εκ τησ ωρασ ταυτησ

αλλα δια τουτο ηλθον εισ την ωραν ταυτην

28πατερ δοξασον σου το ονομα

εν τη δοξη η ειχον παρα σοι προ του τον

κοσμον γενεσθαι και εγενετο φωνη

εκ του ουρανου λεγουσα και εδοξασα

και παλιν δοξασω

29ο ουν οχλοσ ο εστηκωσ ακουσασ ελεγεν

οτι βροντη γεγονεν αλλοι ελεγον {οτι}

οτι αγγελοσ αυτω λελαληκεν

30απεκρειθη ιησ και ειπεν ου δι εμε

η φωνη αυτη ηλθεν αλλα δι υμασ

31νυν κρισισ εστιν του κοσμου

νυν ο αρχων του κοσμου τουτου

βληθησεται εξω 32και εγω εαν υψωθω

απο τησ γησ ελκυσω παντα προσ εμαυτον

33τουτο δε ελεγεν σημαινων ποιω

θανατω ημελλεν αποθνησκειν

34απεκριθη αυτω ο οχλοσ ημεισ ηκουσαμεν

εκ του νομου οτι ο χρσ μενει εισ τον αιωνα

και πωσ συ λεγεισ οτι δει υψωθηναι

______

24^{πεσων} 25^{απολεσει} 29^{}

Leaf 134v - John 12:34+ (image )

τον υιον του ανθρωπου τισ εστιν ουν

ουτοσ ο υιοσ του ανθρωπου

35ειπεν ουν αυτοισ ο ιησ ετι μεικρον χρονον

το φωσ εν υμιν εστιν περιπατειτε ουν

ωσ το φωσ εχετε ινα μη υμασ σκοτια

καταλαβη και ο περιπατων εν τη σκοτεια

ουκ οιδεν που υπαγει 36ωσ το φωσ εχεται

πιστευετε εισ το φωσ ινα υιοι φωτοσ

γενησθε ταυτα ελαλησεν ιησ

και απηλθεν και εκρυβη απ αυτων

37τοσαυτα δε αυτου σημια πεποιηκοτοσ

ενπροσθεν αυτων ουκ επιστευον εισ αυτον

38ινα ο λογοσ ησαιου του προφητου πληρωθη

ον ειπεν κε τισ επιστευσεν τη ακοη

ημων και ο βραχειων κυ τινι

απεκαλυφθη 39δια τουτο ουκ εδυναντο

πιστευειν και γαρ ειπεν ησαιασ

40τετυφλωκεν αυτων την καρδιαν

ινα μη ιδωσιν τοισ οφθαλμοισ

και μη νοησουσιν τη καρδια και στραφωσιν

και ιασομαι αυτουσ 41ταυτα δε ειπεν

ησαιασ οτε ειδεν την δοξαν του θυ αυτου

και ελαλησεν περι αυτου 42ομωσ μεντοι

και εκ των αρχοντων πολλοι επιστευσαν

εισ αυτον αλλα δια τουσ φαρισαιουσ

ουχ ωμολογουν ινα μη αποσυναγωγοι γενωνται

43ηγαπησαν γαρ την δοξαν των ανθρωπων

μαλλον ηπερ την δοξαν του θυ

44ιησ ουν εκραζεν και ελεγεν ο πιστευων

εισ εμε ου πιστευει εισ εμε αλλα

εισ τον πεμψαντα με 45ο θεωρων εμε

θεωρει τον πεμψαντα με 46εγω φωσ

εισ τον κοσμον εληλυθα ινα πασ

Leaf 135v - John 12:46+ (image )

ο πιστευων εισ εμε εν τη σκοτεια μη μεινη

47και αν τισ μου ακουση των ρηματων

και φυλαξη εγω ου κρεινω αυτον

ου γαρ ηλθον ινα κρεινω τον κοσμον

αλλα σωσω τον κοσμον 48ο αθετων εμε και

μη λαμβανων τα ρηματα μου

εχει τον κρεινοντα αυτον ο λογοσ

ον ελαλησα εκεινοσ κρεινει αυτον

εν τη εσχατη ημερα 49οτι εξ εμαυτου

εγω ουκ ελαλησα αλλ ο πεμψασ με

πατηρ αυτοσ μοι εντολην εδωκεν

τι ειπω και τι λαλησω 50και οιδα οτι

η εντολη αυτου αιωνιοσ εστιν ζωη

α ουν λαλω καθωσ ειρηκεν μοι ο πατηρ

ουτωσ λαλω 1προ δε τησ εορτησ

του πασχα ειδωσ ο ιησ οτι παρην αυτου

η ωρα ινα μεταβη εκ του κοσμου

τουτου προσ τον πατερα αγαπησασ τουσ

ιδιουσ τουσ εν τω κοσμω εισ τελοσ

ηγαπησεν αυτουσ 2και δειπνου γενομενου

του διαβολου ηδη βεβληκοτοσ {ισ} την καρδια̅

ιουδα σιμωνοσ απο καρυωτου ινα παραδοι αυτο̅

3ειδωσ οτι παντα δεδωκεν αυτω ο πατηρ

εισ τασ χειρασ και οτι απο θυ εξηλθεν

και οτι προσ τον θν υπαγει 4εγειρεται

εκ του δειπνου και τιθησιν τα ιματια

αυτου και λαβων λεντιον διεζωσεν

εαυτον 5ειτα λαβων υδωρ βαλλει εισ τον

νιπτηρα και ηρξατο νιπτειν τουσ ποδασ

των μαθητων αυτου και εκμασσειν

τω δεντιω ω ην διεσζωσμενοσ

6ερχεται ουν προσ τον πετρον σιμωνα

λεγει αυτω εκεινοσ κε συ μου νιπτεισ

______

2^{εισ}

Leaf 136v - John 13:6+ (image )

τουσ ποδασ 7απεκριθη ιησ και ειπεν αυτω

ο εγω ποιω συ ουκ οιδασ αρτι

γνωση δε μετα ταυτα 8λεγει αυτω πετροσ

κε ου μη μου νιψεισ τουσ ποδασ εισ τον αιωνα

απεκριθη ιησ εαν μη νιψω σε ουκ εχεισ

μεροσ μετ εμου 9λεγει αυτω πετροσ

κε μη μονον τουσ ποδασ αλλα και τασ

χειρασ και την καιφαλην 10λεγει αυτω

ο ιησ ο λελουμενοσ ου χρειαν εχει την κεφαλη̅

νιψασθαι ει μη τουσ ποδασ μονον

εστιν γαρ καθαροσ ολοσ και υμεισ καθαροι

εστε αλλ ουχι παντεσ 11ηδει γαρ ιησ

τον παραδιδοντα αυτον 12οτε ουν ενιψεν

τουσ ποδασ αυτων και ελαβεν τα ιματια

αναπεσων παλιν ειπεν αυτοισ

γεινωσκεται τι πεποιηκα υμειν

13υμεισ φωνειτε με ο διδασκαλοσ και ο κσ

και καλωσ λεγετε ειμι γαρ 14ει ουν εγω

ενιψα τουσ ποδασ υμων ο κσ και ο διδασκαλοσ

ποσω μαλλον και υμεισ οφειλετε

αλληλων νιπτειν τουσ ποδασ

15υποδειγμα γαρ εδωκα υμειν ινα

καθωσ εγω εποιησα υμειν και υμεισ

ποιειτε 16αμην αμην λεγω υμειν

ουκ εστιν δουλοσ μειζων του κυ αυτου

ουδε αποστολοσ μειζων του

πεμψαντοσ αυτον 17ει ταυτα οιδατε

μακαριοι εστε εαν ποιητε αυτα

18ου περι παντων υμων λεγω εγω οιδα

ουσ εξελεξαμην αλλ ινα πληρωθη

η γραφη ο τρωγων μετ εμου τον αρτον

επηρεν επ εμε την πτερναν αυτου

19απ αρτι λεγω υμειν προ του γενεσθαι

Leaf 137v - John 13:19+ (image )

ινα οταν γενηται πιστευσηται οτι εγω ειμι

20αμην αμην λεγω υμειν ο λαμβανων

εαν τινα πεμψω εμε λαμβανει

και ο λαμβανων εμε λαμβανει

τον πεμψαντα με 21ταυτα ειπων ο ιησ

εταραχθη τω πνι και εμαρτυρησεν και ειπεν

αμην αμην λεγω υμειν οτι εισ εξ υμων

παραδωσει με 22εβλεπον ουν εισ αλληλουσ

οι μαθηται απορουντεσ περι τινοσ λεγει

23ην δε ανακειμενοσ εισ εκ των μαθητων

αυτου εν τω κολπω του ιηυ ον και ηγαπα

ο ιησ 24νευει ουν τουτω σιμων {πετρουσ}

πυθεσθαι τισ αν ειη ουτοσ περι ου λεγει

25επιπεσων ουν εκεινοσ επι το στηθοσ

του ιηυ λεγει αυτω κε τισ εστιν

26αποκρεινεται αυτω ο ιησ και λεγει

εκεινοσ εστιν ω αν εγω ενβαψασ

το ψωμιον επιδωσω και βαψασ

το ψωμιον διδωσιν ιουδα σιμωνοσ

απο καρυωτου 27και εισηλθεν εισ εκεινον

σατανασ {κ} λεγει αυτω ο ιησ

ο ποιεισ ποιησ ταχειον 28τουτο δε

ουδεισ εγνοι των ανακειμενων

προσ τι ειπεν αυτω 29τινεσ γαρ εδοκουν

οτι το γλωσσοκομον ειχεν ο ιουδασ

οτι λεγει αυτω ο {ιουδασ αγορα} ων

χρειαν εχομεν εισ την εορτην

η τοισ πτωχοισ ινα τι δοι 30λαβων ουν

το ψωμειον εκεινοσ εξηλθεν ευθυσ

ην δε νυξ 31οτε ουν εξηλθεν λεγει ο ιησ

νυν εδοξασθη ο υιοσ του ανθρωπου

και ο θσ εδοξασθη εν αυτω

32και ο θσ δοξασει αυτον εν εαυτω και ευθυσ

______

24^{πετροσ} 27^{} 29^{ιησ αγορασον}

Leaf 138v - John 13:32+ (image )

και ευσ δοξασει αυτον 33τεκνεια ετι

μεκρον μεθ υμων ειμι ζητησετε με

και καθωσ ειπον τοισ ιουδαιοισ

οπου εγω υπαγω υμεισ ου δυνασθαι

ελθειν και υμειν λεγω αρτι

34εντολην καινην διδωμι υμειν

ινα αγαπατε αλληλουσ καθωσ καγω

ηγαπησα υμασ ινα και υμεισ

{αλλ} αλληλουσ 35εν τουτω γαρ

γνωσονται παντεσ οτι εμοι

μαθηται εστε εαν αγαπην εχητε

εν αλληλοισ 36λεγει αυτω σιμων πετροσ

κε που υπαγεισ λεγει αυτω ο ιησ

οπου εγω υπαγω ου δυνασαι μοι συν

ακολουθησαι αρτι υστερον δε μοι

ακολουθησεισ 37λεγει αυτω κε

δια τι ου δυναμαι σοι νυν ακολουθησαι

αρτι την ψυχην μου υπερ σου θησω

38απεκρειθη ιησ και ειπεν αυτω την ψυχην σου

υπερ εμου θησεισ αμην αμην λεγω σου

οτι ου μη αλεκτωρ φωνησει εωσ ου

αρνηση με τρισ 1και ειπεν τοισ μαθηταισ αυτου

μη ταρασσεσθω υμων η καρδια

πιστευετε εισ τον θν και εισ εμε

πιστευετε 2εν τη οικεια του πατροσ μου

μοναι πολλαι εισιν ει δε μη ειπον αν

υμειν οτι πορευομαι ετοιμασαι

τοπον υμειν 3καν πορευθω ετοιμασαι

τοπον υμειν ερχομαι παλιν

και παραλημψομαι υμασ προσ εμαυτον

ινα οπου ειμι εγω και υμεισ εσθαι

4και οπου υπαγω οιδατε και την οδον οιδατε

5λεγει αυτω θωμασ ο λεγομενοσ διδυμοσ

______

34^{αγαπατε}

Leaf 139v - John 14:5+ (image )

κε ουκ οιδαμεν που υπαγεισ και πωσ την

οδον οιδαμεν 6λεγει αυτω ο ιησ

εγω ειμι η οδοσ και η αληθεια και η ζωη

ουδεισ ερχεται προσ τον πατερα ει μη δι εμου

7ει εγνωκατε εμε και τον πατερα μου {εγν�����}

γνωσεσθαι και απ αρτι γεινωσκετε αυτον

και εωρακατε αυτον 8λεγει αυτω φιλιπποσ

κε δειξον ημειν τον πατερα και αρκει ημειν

9λεγει αυτω ο ιησ τοσουτω χρονω μεθ υμων

ειμι και ουκ εγνωκασ με φιλιππε

ο εωρακωσ εμε εωρακε τον πατερα

και πωσ συ λεισ δειξον ημειν τον πατερα

10ου πιστευεισ οτι εγω εν τω πατρι

και ο πατηρ εν εμοι εστιν

τα ρηματα α εγω λελαληκα υμειν

απ εμαυτου ου λαλω ο δε πατηρ ο εν εμοι

μενων αυτοσ ποιε τα εργα αυτου 11πιστευετε μοι

οτι ο πατηρ εν εμοι καγω εν τω πατρι

ει δε μη γε δια τα εργα αυτα πιστευετε

12αμην αμην λεγω υμειν ο πιστευων

εισ εμε τα εργα α εγω ποιω κακεινοσ

ποιησει και μειζονα τουτων ποιησει

οτι εγω προσ τον πατερα πορευομαι

13και ο τι αν αιτησηται εν τω ονοματι μου

τουτο ποιησω ινα δοξασθη ο πατηρ

εν τω υιω 14αν τι αιτησητε εν τω ονοματι μου

εγω ποιησω 15εαν αγαπατε με τασ εντολασ

τασ εμασ τηρησατε 16καγω ερωτησω τον

πατερα και αλλον παρακλητον δωσει υμειν

ινα μενη εισ τον αιωνα μεθ υμων το

17το πνα τησ αληθειασ ο ο κοσμοσ

ου δυναται λαβειν οτι ου θεωρει αυτον

ουδε γεινωσκει αυτον υμεισ δε

______

7^{}

Leaf 140v - John 14:17+ (image )

γεινωσκετε αυτον οτι παρ υμειν μενει

και εν υμειν εστιν 18ουκ αφησω υμασ

ορφανουσ ερχομαι προσ υμασ

19ετι μεικρον και ο κοσμοσ με ουκετι

θεωρει υμεισ δε θεωρειτε με

οτι εγω ζω και υμεισ ζησεσθε

20εν εκεινη τη ημερα γνωσεσθαι υμεισ

οτι εγω εν τω πρι μου και υμεισ

εν εμοι καγω εν υμειν 21ο εχων

τασ εντολασ μου και τηρων αυτασ

εκεινοσ εστιν ο αγαπων με ο δε

αγαπων με αγαπηθησεται υπο του

πατροσ μου καγω αγαπησω αυτον

και ενφωνησω αυτω εμαυτον

22λεγει αυτω ιουδασ ουχ ο απο καρυωτου

κε τι εστιν οτι μελλεισ ημεισ

ενφανιζειν σεαυτον και ουχι τω κοσμω

23απεκριθη ιησ και ειπεν αυτω εαν τισ

αγαπα με τον λογον μου τηρησει

και ο πατηρ μου αγαπησει αυτον

και προσ αυτον ελευσομαι και προσ

αυτον μονην ποιησομαι 24ο μη

αγαπων με τουσ λογουσ μου ου τηρησει

και ο λογοσ ο εμοσ ον ακουετε

ουκ εστιν εμοσ αλλα του πεμψαντοσ με

πατροσ 25ταυτα λελαληκα υμειν

παρ υμεν μενων 26ο δε παρακλητοσ

το πνα το αγιον ο πεμψει ο πατηρ μου

εν τω ονοματι μου εκεινοσ υμασ

διδαξει παντα και υπομνησει υμασ

παντα α αν ειπω υμειν 27ειρηνην

αφιημει υμειν ειρηνην την εμην διδωμι

υμειν ου καθωσ ο κοσμοσ διδωσιν

Leaf 141v - John 14:27+ (image )

εγω διδωμι υμειν μη ταρασσεσθω

υμων η καρδια μηδε δειλειατω

28ηκουσατε οτι εγω ειπον υμειν υπαγω

και ερχομαι προσ υμασ ει αγαπατε με

εχαρητε αν οτι πορευομαι προσ τον πρα

οτι ο πηρ μειζων μου εστιν 29και νυν

ειρηκα υμειν πριν γενεσθαι ινα οταν

γενηται πιστευσητε μοι 30ουκετι πολλα

λαλησω μεθ υμων ερχεται γαρ ο του

κοσμου αρχων και εν εμοι ουκ εχει

ουδεν ευρειν 31αλλ ινα γνω ο κοσμοσ

οτι αγαπω τον πρα και καθωσ ενετειλατο μοι

ουτωσ ποιω εγειρεσθε αγωμεν

εντευθεν 1εγω ειμι η αμπελοσ η αληθινη

και ο παρ μου γεωργοσ εστιν 2παν

κλημα εν εμοι μη φερον καρπον

αιρει αυτο και παν το καρποφορον

καθαριει αυτο ινα πλειονα καρπον φερη

4{} εν τη

αμπελω ουτωσ ουδε υμεισ εαν μη

εν εμοι μεινητε 5εγω γαρ ειμι

η αμπελοσ υμεισ τα κληματα

ο μενων εμοι καγω εν αυτω

ουτοσ φερει καρπον πολυν οτι χωρεισ

εμου ου δυνασθαι ποιειν 6εαν μη τισ

μενη εν εμοι επληθη εξω ωσ το κλημα

και εξηρανθη και συναγουσιν αυτο

και εισ πυρ {βαλλουσ κ} καιετε

7εαν δε μεινητε εν εμοι και τα ρηματα μου

εν υμειν μεινη ο εαν θελητε αιτησασθαι

και γενησεται 8εν τουτω εδοξασθη ο

πατηρ μου ινα πολυν καρπον φερητε

και γενησθαι μου μαθηται 9καθωσ ηγαπησεν

______

4^{αφ εαυτου εαν μη μεινη} 6^{βαλλουσιν και}

Leaf 142v - John 15:9+ (image )

με ο πατηρ καγω υμασ ηγαπησα

μεινατε εν τη αγαπη τη εμη 10εαν τασ

εντολασ μου τηρησητε μενειτε εν τη

αγαπη μου καθωσ καγω τασ εντολασ

του πατροσ μου τετηρηκα και μενω

αυτου εν τη αγαπη 11ταυτα δε λελαληκα

υμειν ινα η χαρα η εμη εν υμειν η

και η χαρα υμων πληρωθη 12αυτη εστιν

η εντολη η εμη ινα αγαπατε αλληλουσ

καθωσ ηγαπησα υμασ 13μειζονα ταυτησ

αγαπην ουδεισ εχει ινα την ψυχην αυτου

θη υπερ των φιλων αυτου 14υμεισ γαρ

φιλοι μου εστε εαν ποιησητε α εγω

εντελλομαι υμειν 15ουκετι υμασ λεγω

δουλουσ οτι ο δουλοσ ουκ οιδεν

τι ποιει αυτου ο κσ υμασ δε ειρηκα φιλουσ

οτι παντα οσα ηκουσα παρα του πατροσ μου

εγνωρισα υμειν 16ουχ υμεισ με εξελεξασθε

αλλα εγω εξελεξαμην υμασ και εθηκα

υμασ ινα υμεισ υπαγητε και καρπον

φερητε και ο καρποσ υμων μενη

ινα ο τι αν αιτησητε τον πατερα

εν τω ονοματι μου δω υμειν

17ταυτα εντελλομε υμειν αγαπατε

αλληλουσ 18ει ο κοσμοσ υμασ μισει

γεινωσκετε οτι εμε πρωτον μεμεισηκεν

19ει εκ του κοσμου ητε ο κοσμοσ αν το ιδιον

εφειλει οτι εκ του κοσμου ητε αλλ εγω

εξελεξαμην υμασ εκ του κοσμου

δια τουτο μισει υμασ ο κοσμοσ 20μνημονευετε

τουσ λογουσ ουσ εγω ειπον υμειν

ουκ εστιν μου δουλοσ μειζων του κυ αυτου

ει εμε εδιωξαν και υμασ διωξουσιν

Leaf 143v - John 15:20+ (image )

ει τον λογον μου ετηρησαν και τον

υμετερον τηρησουσιν 21αλλα ταυτα

ποιησουσιν εισ υμασ δια το ονομα μου

οτι ουκ οιδασιν τον πεμψαντα με

22ει μη ηλθον και ελαλησα αυτοισ

αμαρτιαν ουκ ειχαν νυν δε

προφασιν ουκ εχουσιν περι τησ αμαρτιασ

αυτων 23ο εμε μεισων και τον πατερα μου

μεισει 24ει τα εργα μη εποιησα

εν αυτοισ α ουδεισ αλλοσ εποιησεν

αμαρτειαν ουκ ειχαν νυν δε και

εωρακασιν και μεμεισηκασιν με

και τον πατερα μου 25αλλ ινα πληρωθη

ο λογοσ ο εν τω νομω αυτων γεγραμμενοσ

οτι εμεισησαν με δωρεαν 26οταν δε

ελθη ο παρακλητοσ ον εγω πεμπω υμειν

παρα του {πρα} μου {�� ��� ��� ��ηθειασ}

ο παρα του πατροσ μου εκπορευετε εκεινοσ

μαρτυρησει περι εμου 27και υμεισ

μαρτυρειτε οτι απ αρχησ μετ εμου εστε

1ταυτα λελαληκα υμειν ινα μη σκανδαλισθητε

2αποσυναγωγουσ ποιησουσιν υμασ

αλλ ερχεται ωρα ινα πασ ο αποκτεινασ

υμασ δοξη λατρειαν προσφερειν τω θω

3και ταυτα ποιησουσιν υμειν οτι ουκ

εγνωσαν τον πρα ουδε εμε

4ταυτα λελαληκα υμειν ινα οταν ελθη

η ωρα μνημονευτε οτι

εγω ειπον υμειν ταυτα δε εξ αρχησ

υμειν ουκ ειπον οτι μεθ υμων ημην

5νυν δε υπαγω προσ τον πεμψαντα με

και ουδεισ εξ υμων ερωτα με

που υπαγεισ 6αλλ οτι ταυτα λελαληκα

______

26^{πρσ} {το πνα τησ αληθειασ}

Leaf 144v - John 16:6+ (image )

υμειν η λυπη πεπληρωκεν υμων

την καρδιαν 7αλλ εγω την αληθειαν

λεγω υμειν συμφερει υμειν ινα

εγω απελθω εαν γαρ μη απελθω

ο παρακλητοσ ουκ ελευσεται προσ υμασ

εαν δε πορευθω πεμψω αυτον προσ υμασ

8και ελθων εκεινοσ ελεγξει τον κοσμον

περι αμαρτιασ και περι δικαιοσυνησ

και περι κρισεωσ 9περι αμαρτειασ μεν

οτι ου πιστευουσιν εισ εμε

10περι δικαιοσυνησ δε

οτι προσ τον πατερα υπαγω και ουκετι

θεωρειτε με 11περι δε κρισεωσ

οτι ο αρχων του κοσμου τουτου κεκριται

12ετι πολλα εχω λεγειν υμειν

αλλ ου δυνασθε αυτα βασταζειν αρτι

13οταν ελθη εκεινοσ το πνα

τησ αληθειασ εκεινοσ υμασ οδηγησει

εν τη αληθεια παση ου γαρ λαλησει

αφ εαυτου αλλ οσα ακουσει λαλησει

και τα ερχομενα αναγγελει υμειν 14εκεινοσ

εμε δοξασει οτι εκ του εμου λημψεται

και αναγγελει υμειν 15παντα οσα

εχει ο πατηρ εμα εστιν δια τουτο

ειπον οτι εκ του εμου λαμβανει

και αναγγελει υμειν 16μεικρον

και ουκετι θεωρειτε με

και παλιν μεικρον και οψεσθε με

17ειπον ουν εκ των μαθητων αυτου

προσ αλληλουσ τι εστιν τουτο ο λεγει

ημειν μεικρον και ουκετι οψεσθε με

και παλιν μεικρον και οψεσθε με

και οτι εγω υπαγω προσ τον πατερα 18τι εστιν

τουτο

Leaf 145v - John 16:18+ (image )

το μεικρον ουκ οιδαμεν ο λεγει

19εγνω ο ιησ οτι οτι ηθελον αυτον

επερωτησαι περι τουτου και ειπεν

αυτοισ περι τουτου ζητειτε

μετ αλληλων οτι ειπον μεικρον

και ου θεωρειτε με και παλιν

μεικρον και οψεσθε με

20αμην αμην λεγω υμειν οτι κλαυσετε

και θρηνησεται υμεισ ο δε κοσμοσ χαρησεται

υμεισ λυπηθησεσθε αλλα η λυπη υμων

εισ χαραν γενησεται

21η γυνη οταν τικτη λυπην εχει οτι

ηλθεν η ημερα αυτησ οταν δε γεννηση

το παιδιον ουκετι μνημονευει

τησ λυπησ δια την χαραν οτι εγεννηθη

ανθρωποσ εισ τον κοσμον 22και υμεισ ουν

νυν μεν λυπην εξετε παλιν δε

οψομαι υμασ και χαρησεται υμων η καρδια

και την χαραν υμων ουδεισ {αρει} αφ υμων

23και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδε̅

αμην αμην λεγω υμειν εαν τι αιτησηται

τον πατερα εν τω ονοματι μου δωσει υμειν

24εωσ αρτι ουκ ητησατε ουδεν εν τω

ονοματι μου αιτειτε και λημψεσθε

ινα η χαρα υμων η πεπληρωμενη

25ταυτα εν παροιμιαισ λελαληκα υμειν

ερχεται ωρα οτε ουκετι εν παροιμιαισ

λαλησω υμειν αλλα εν παρησια περι του

πατροσ απαγγελω υμειν 26εν εκεινη τη ημερα

εν τω ονοματι μου αιτησεσθε

και ου λεγω υμειν οτι εγω ερωτησω

τον πατερα μου περι υμων 27αυτοσ γαρ

ο πατηρ φιλι υμασ οτι υμεισ εμε

______

22^{αιρει}

Leaf 146v - John 16:27+ (image )

πεφιληκατε και πεπιστευκατε οτι εγω

παρα του πατροσ εξηλθον 28και ηλθον

εισ τον κοσμον παλιν αφιημι τον κοσμον

και πορευομαι προσ τον πατερα 29λεγουσιν αυτω

οι μαθηται αυτου ιδε νυν εν παρρησια λαλεισ

και παροιμιαν ουδεμιαν λεγεισ

30νυν οιδαμεν οτι οιδασ παντα και ου χρεια̅

εχεισ ινα τισ σε ερωτα εν τουτω πιστευομε̅

οτι παρα θυ εξηλθεσ 31απεκριθη αυτοισ

ο ιησ αρτι πιστευετε 32ιδου ερχεται ωρα

και εληλυθεν ινα σκορπισθητε

εκαστοσ ισ τα ιδια και εμε μονον

αφητε και ουκ ειμι μονοσ οτι

ο πατηρ μετ εμου εστιν 33ταυτα λελαληκα

υμειν ινα εν εμοι ειρηνην εχητε

εν τω κοσμω θλειψειν εξετε

αλλα θαρσειτε εγω νενικηκα τον κοσμον

1ταυτα ελαλησεν ο ιησ και επαρασ

τουσ οφθαλμουσ αυτου εισ τον ουρανον

ειπεν πατερ εληλυθεν η ωρα δοξασον

σου τον υιον ινα ο υιοσ σου δοξαση σε

2καθωσ εδωκασ αυτω εξουσιαν πασησ

σαρκοσ ινα παν ο δεδωκασ αυτω

εχη ζωην αιωνιον 3αυτη δε εστιν

η αιωνιοσ ζωη ινα γεινωσκουσιν σε

τον μονον αληθινον θν και ον

απεστειλασ ιην χρν ισ τουτον τον κοσμον

4εγω σε εδοξασα επι τησ γησ

και το εργον ετελειωσα ο εδωκασ μοι

ινα ποιησω 5και νυν δοξασον με

συ πατηρ παρα σεαυτω τη δοξη η ειχον

παρα σοι προ του γενεσθαι τον κοσμον

6εφανερωσα το ονομα σου τοισ ανθρωποισ

Leaf 147v - John 17:6+ (image )

ουσ εδωκασ μοι εκ του κοσμου

σοι ησαν και εμοι αυτουσ εδωκασ

και τον λογον σου τετηρηκαν

7νυν εγνωκαν οτι παντα οσα δεδωκασ μοι

παρα σου εστιν 8οτι τα ρηματα σου α

εδωκασ μοι δεδωκα αυτοισ και αυτοι

ελαβον αληθωσ οτι παρα σου εξηλθον

και επιστευσαν οτι συ με απεστιλασ

9εγω περι αυτων ερωτω ου περι του

κοσμου ερωτω αλλα περι ων εδωκασ μοι

οτι σοι εισιν 10και τα εμα παντα σα εστιν

και τα σα εμα εστιν και εδοξασασ με εν αυτοισ

11και ουκετι ειμι εν τουτω τω κοσμω

και ουτοι εν τω κοσμω εισιν

καγω προσ σε ερχομαι ουκετι ειμι εν τω

κοσμω και εν τω κοσμω ειμι

πατερ αγιε τηρησον αυτουσ εν τω ονοματι σου

και οτε ημην μετ αυτων εγω ετηρουν αυτουσ

εν τω ονοματι σου ο δεδωκασ μοι

ινα ωσιν εν καθωσ ημεισ 12οτε ημην μετ αυτων εγω

ετηρουν αυτουσ εν τω ονοματι σου

ουσ δεδωκασ μοι εφυλαξα και ουδεισ εξ αυτων

απωλετο ει μη ο υιοσ τησ απωλειασ

ινα η γραφη πληρωθη 13νυν δε

προσ σε ερχομαι και ταυτα λαλω εν τουτω τω κοσμω

ινα εχωσιν την χαραν την εμην

πεπληρωμενην εν αυτοισ 14εγω δε

εδωκα τον λογον σου εν αυτοισ

και ο κοσμοσ μεισει αυτουσ οτι ουκ εισιν

εκ τουτου του κοσμου 15ουκ ερωτω ινα αρησ

αυτουσ εκ του κοσμου αλλ ινα τηρησησ

αυτουσ εκ του πονηρου 16εκ τουτου του κοσμου

ουκ εισιν καθωσ καγω ουκ ειμι εκ του κοσμου

Leaf 148v - John 17:17+ (image )

17αγιασον αυτουσ εν τη αληθεια

ο λογοσ ο σοσ αληθεια εστιν 18καθωσ εμε

απεστειλασ εισ τουτον τον κοσμον καγω

απεστειλα αυτουσ εισ τουτον τον κοσμον

19και υπερ αυτων εγω αγιαζω εμαυτον

ινα ωσιν και αυτοι ηγιασμενοι

εν αληθεια 20ου περι τουτων δε ερωτω

μονον αλλα και περι των πιστευοντων

δια του λογου αυτων εισ εμε 21ινα παντεσ

εν ωσιν καθωσ συ πατηρ εν εμοι

καγω εν σοι ινα και αυτοι εν ημειν ωσιν

ινα ο κοσμοσ πιστευση οτι συ με

απεστειλασ 22καγω την δοξαν ην

εδωκασ μοι δεδωκα αυτοισ ινα ωσιν το εν

καθωσ ημεισ εν 23συ εν εμοι καγω εν αυτοισ

ινα ωσιν τετελιωμενοι

εισ το εν ινα γεινωσκη ο κοσμοσ

οτι συ με απεστειλασ και ηγαπησα αυτουσ

καθωσ συ με ηγαπησασ

24πατερ ο δεδωκασ μοι θελω ινα οπου ειμι εγω

κακεινοι ωσιν μετ εμου ινα θεωρωσι

την δοξαν ην δεδωκασ μοι οτι ηγαπησασ με

προ καταβολησ κοσμου 25πατερ δικαιε

ο κοσμοσ τουτοσ σε ουκ εγνω εγω δε σε

εγνωκα και ουτοι εγνωσαν

οτι συ με απεστειλασ 26και εγνωρισα

αυτοισ το ονομα σου και γνωρισω

ινα η αγαπη η ηγαπησασ με εν αυτοισ η

καγω εν αυτοισ

1ταυτα ειπων ο ιησ εξηλθεν συν τοισ

μαθηταισ αυτου περαν του χειμαρρου

του κεδρου οπου ην κηποσ εισ ον εισηλθεν

αυτοσ και οι μαθηται αυτου 2ηδει δε και

Leaf 149v - John 18:2+ (image )

ιουδασ ο παραδιδων αυτον τον τοπον

οτι πολλακισ συνηχθη εκει ο ιησ

μετα των μαθητων αυτου 3ο ουν ιουδασ

λαβων την σπειραν και εκ των αρχιερεων

και εκ των φαρισαιων υπηρετασ ερχεται

εκει μετα φανων και λαμπαδων

και οπλων 4ιησ δε ειδων παντα τα

ερχομενα επ αυτον εξηλθεν και λεγει

αυτοισ τινα ζητειτε 5απεκριθησαν αυτω

ιην τον ναζαρηνον λεγει αυτοισ εγω ειμι

ιστηκει δε και ιουδασ ο παραδιδουσ αυτον

μετ αυτων 6ωσ ουν ειπεν αυτοισ εγω ειμι

απηλθαν εισ τα οπεισω και επεσαν χαμαι

7παλιν ουν αυτουσ επηρωτησεν λεγων

τινα ζητειτε οι δε ειπαν παλιν ιην τον

ναζωραιον 8απεκριθη αυτοισ ο ιησ

ειπον υμειν οτι εγω ειμι ει ουν εμε

ζητειτε αφετε τουτουσ υπαγειν 9ινα

πληρωθη ο λογοσ ον ειπεν οτι ουσ

εδωκασ μοι εξ αυτων ουδενα απωλεσα

10τοτε σιμων πετροσ εχων μαχαιραν

ειλκυσεν αυτην και επαισεν τον δουλον

του αρχιερεωσ και απεκοψεν αυτου

το ωτιον το δεξειον ην δε {το νομα}

του δουλου εκεινου μαλχοσ 11ειπεν ουν

ο ιησ τω πετρω βαλε την μαχαιραν εισ την

θηκην το ποτηριον ο εδωκεν μοι

ο πατηρ ου μη πιω αυτο 12η ουν σπειρα

και ο χειλιαρχοσ και οι υπηρεται των

ιουδαιων συνελαβον τον ιην

και εδησαν αυτον 13και ηγαγον προσ ανναν

πρωτον ην γαρ πενθεροσ του καιφα

οσ ην αρχιερευσ του ενιαυτου εκεινου

______

10^{το ονομα}

Leaf 150v - John 20:13+ (image )

13τινα ζητεισ λεγει αυτοισ οτι ηραν τον κν

μου και ουκ οιδα που τεθεικαν αυτον

14ταυτα ειπουσα εστραφη εισ τα οπισω

και θεωρει τον ιην εστωτα και ουκ ηδι

οτι ιησ εστιν 15λεγει αυτη ο ιησ γυναι τι κλαιεισ

τινα ζητεισ εκεινη δοκουσα οτι ο

κηπουροσ εστιν λεγει αυτω κε

ει συ ηρεσ αυτον ειπε μοι που

τεθεικασ αυτον καγω αυτον αρω

16λεγει αυτη ιησ μαρια στραφεισα δε

εκεινη λεγει αυτω εβραιστι ραββωνει

ο λεγεται κε διδασκαλε 17λεγει αυτη ιησ

μη μου απτου ουπω γαρ αναβεβηκα

προσ τον πρα μου πορευου ουν προσ τουσ

αδελφουσ και ειπε αυτοισ αναβαινω

προσ τον πρα μου και πατερα υμων

και θν μου και θν υμων

18ερχεται μαρια η μαγδαληνη απαγγελλουσα

τοισ μαθηταισ αυτου οτι εωρακεν τον κν

και α ειπεν αυτη εμηνυσεν αυτοισ

19ουσησ ουν οψιασ τη ημερα εκεινη

τη μεια των σαββατων και των θυρων

κεκλισμενων οπου ησαν οι μαθηται

δια τον φοβον των ιουδαιων

ηλθεν ιησ και εστη εισ το μεσον

και λεγει αυτοισ ειρηνη υμειν

20και τουτο ειπων εδειξεν τασ χειρασ

και την πλευραν αυτοισ εχαρησαν ουν

οι μαθηται αυτου ειδοντεσ τον κν

21ειπεν ουν αυτοισ παλιν ειρηνη υμειν

καθωσ απεσταλκεν με ο πατηρ καγω

αποστελλω υμασ 22τουτο ειπων

ενεφυσησεν αυτοισ και λεγει αυτοισ

Leaf 151v - John 20:22+ (image )

λαβετε πνευμα αγιον 23εαν τινων αφητε

τασ αμαρτιασ αφεωνται αυτοισ

εαν τινων {κρατησετε} κεκρατηντε

24θωμασ δε εισ εκ των ιβ λεγομενοσ

διδυμοσ ουκ ην μετ αυτων οτε ηλθεν

ιησ 25ελεγον ουν αυτω οι αλλοι μαθηται

οτι εωρακαμεν τον κν ο δε ειπεν αυτοισ

εαν μη ειδω εισ τασ χειρασ αυτου

τον τυπον των ηλων και βαλω μου

τασ χειρασ εισ την πλευραν αυτου

και βαλω μου τον δακτυλον εισ τον τυπον

των ηλων ου μη πιστευσω

26και μεθ ημερασ οκτω παλιν ησαν εσω

οι μαθηται αυτου και ο θωμασ μετ αυτων

ερχεται ουν ο ιησ των θυρων

κεκλισμενων και εστη εισ το μεσον

και ειπεν ειρηνη υμειν 27ειτα λεγει

τω θωμα φερε τον δακτυλον σου ωδε

και ιδε τασ χειρασ μου και φερε

την χειρα σου και βαλε εισ την πλευραν μου

και μη ισθι απιστοσ αλλα πιστοσ

28απεκριθη θωμασ και ειπεν αυτω

ο κσ {και ο θσ} θσ μου

29λεγει αυτω ο ιησ οτι εωρακασ με

πεπιστευκασ μακαριοι οι μη ειδοντεσ

και πιστευσαντεσ 30πολλα μεν ουν

και αλλα σημεια εποιησεν ιησ

ενωπιον των μαθητων αυτου

α ουκ εστιν γεγραμμενα εν τω

βιβλω τουτω 31ταυτα δε γεγραπται

ινα πιστευσητε οτι ιησ χρσ υιοσ εστιν

του θυ και ινα πιστευοντεσ ζωην

αιωνιον εχητε εν τω ονοματι αυτου

______

23^{κρατησητε} 28^{μου και}

Leaf 152v - John 21:1+ (image )

1μετα ταυτα παλιν εφανερωσεν εαυτον

τοισ μαθηταισ αυτου επι τησ

θαλασσησ τησ τιβεριαδοσ εφανερωσεν

δε ουτωσ 2ησαν ομου σιμων πετροσ

και θωμασ ο λεγομενοσ διδυμοσ

και ναθαναηλ οσ ην απο κανα τησ γαλιλαιασ

και οι υιοι ζεβεδαιου και αλλοι εκ των

μαθητων αυτου του δυο 3λεγει τουτοισ

σιμων πετροσ υπαγω αλιευειν

λεγουσιν αυτω ερχομεθα και ημεισ

συν σοι εξηλθαν και ενεβησαν

εισ το πλοιον και εν εκεινη τη νυκτι

επειασαν ουδεν 4πρωιασ δε ηδη

γενομενησ εστη ιησ επι τον αιγιαλον

ου μεντοι ηδεισαν οι μαθηται

οτι ιησ εστιν 5λεγει ου αυτοισ ο ιησ

παιδια μη τι προσφαγειον εχετε

απεκριθησαν αυτω ου 6ο δε ειπεν αυτοισ

βαλετε εισ τα δεξεια μερη του πλοιου

το δικτυον και ευρησετε

οι δε εβαλον και ουκετι αυτο ειλκυσαι ισχυον

απο του πληθουσ των ιχθυων

7λεγει ουν ο μαθητησ εκεινοσ

ον ηγαπα ιησ τω πετρω ο κσ εστιν ημων

σιμων ουν πετροσ ακουσασ οτι ο κσ εστιν

τον επενδυτην διεζωσατο

ην γαρ γυμνοσ και ηλατο

εισ την θαλασσαν 8οι δε αλλοι μαθηται

τω πλοιαριω ηλθαν ου γαρ ησαν

μακραν απο τησ γησ αλλ ωσ απο

πηχων διακοσιων συροντεσ το

δικτυον των ιχθυων 9ωσ ουν

απεβησαν εισ την γην βλεπουσιν

Leaf 153v - John 21:9+ (image )

ανθρακειαν κειμενην και οψαριον

επικειμενον και αρτον 10λεγει αυτοισ

ο ιησ ενεγκατε εκ των οψαριων ων

επιασατε νυν 11ανεβη σιμων {πρ}

και ειλκυσεν το δικτυον μεστον

επι την γην μεγων ιχθυων ρ ν γ

και τοσουτων οντων ουκ εσχισθη

το δικτυον 12λεγει αυτοισ ο ιησ δευτε

αριστησατε ουδεισ δε ετολμα των

μαθητων εξετασαι αυτον συ τισ ει

ειδοτεσ οτι ο κσ εστιν 13ερχεται ιησ

και λαμβανει τον αρτον ευχαριστησασ εδωκε̅

αυτοισ και το οψαριον ομοιωσ

14τουτο ηδη τριτον εφανερωθη ιησ

τοισ μαθηταισ αυτου εγερθεισ εκ νεκρων

15οτε ουν ηριστησαν λεγει ο ιησ τω σιμωνι πετρω

σιμων ιωανου αγαπασ με πλεον τουτων

λεγει αυτω ναι κε συ οιδασ οτι

φιλω σε λεγει αυτω ο ιησ βοσκε τα προβατα μου

16λεγει αυτω δευτερον ο κσ σιμων ιωανου

αγαπασ με λεγει αυτω ναι κε

συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμενε

μου τα προβατα 17λεγει αυτω το τριτον

σιμων ιωανου φιλεισ με

ελυπηθη ο πετροσ οτι ειπεν αυτω {} φιλεισ με

και λεγει αυτω κε παντα συ οιδασ

συ γεινωσκεισ οτι φιλω σε

λεγει αυτω βοσκε τα προβατα μου

18αμην αμην λεγω σοι οτε ησ νεωτεροσ

εζωννυεσ σεαυτον και περιεπατεισ οπου

ηθελεσ οταν δε γηρασησ εκτενεισ τασ {χιρασ} σου

και αλλοι σε ζωσουσει και {επογουσιν} σε

οπου συ θελεισ 19ταυτα δε ειπεν

______

11^{πετροσ} 17^{το τριτον} 18^{χειρασ} {απαγουσιν}

Leaf 154v - John 21:19+ (image )

σημενων ποιω θανατω δοξασει τον θν

και τουτο ειπων λεγει αυτω ακολουθει μοι

20επιστραφεισ δε ο πετροσ βλεπει τον μαθητην

ον ηγαπα ιησ ακολουθουντα

οσ και ανεπεσεν εν τω δειπνω

επι το στηθοσ αυτου και ειπεν αυτω

κε τισ εστιν ο παραδιδων σε

21τουτον ουν ειδων ο πετροσ λεγει αυτω ιηυ

κε ουτοσ δε τι 22λεγει αυτω ο ιησ

εαν αυτον θελω μενειν ουτωσ

εωσ ερχομαι τι προσ σε συ μοι ακολουθει

23εξηλθεν ουν ουτοσ ο λογοσ εισ τουσ

αδελφουσ και εδοξαν οτι ο μαθητησ

εκεινοσ ουκ αποθνησκει και ουκ ειπεν αυτο

ο ιησ ουκ αποθνησκεισ αλλα εαν αυτον

θελω μενειν εωσ ερχομαι προσ σε

24{οτοσ} εστιν ο μαθητησ ο μαρτυρων

περι τουτων και ο γραψασ ταυτα

και οιδαμεν οτι αληθησ εστιν αυτου

η μαρτυρια 25εστιν δε και αλλα πολλα

οσα εποιησεν ο χρσ ιησ ατινα

εαν γραφηται καθ εν ουδ αυτον

οιμαι τον κοσμον χωρησε

τα γραφομενα βιβλεια

______

24^{ουτοσ}

Leaf 155v - Luke 1:1+ (image )

1επειδηπερ πολλοι επεχειρησαν ανα

ταξασθαι διηγησιν περι των

πεπληροφορημενων εν ημειν

πραγματων 2καθα παρεδοσαν ημειν

οι απ αρχησ αυτοπται και υπηρεται

γενομενοι του λογου 3εδοξε καμοι

παρηκολουθηκοτι ανωθεν πασιν

ακριβωσ καθεξησ σοι γραψαι

κρατιστε θεοφιλε 4ινα επιγνωσ

περι των κατηχηθησ λογων την ασφαλειαν

5εγενετο εν ταισ ημεραισ ηρωδου

του βασιλεωσ τησ ιουδαιασ ιερευσ

τισ ονοματι ζαχαριασ εξ εφημεριασ

αβια και γυνη αυτω εκ των θυγατερων

ααρων και το ονομα αυτησ ελεισαβεθ

6ησαν δε δικαιοι αμφοτεροι ενωπιον

του θυ πορευομενοι εν πασαισ

ταισ εντολαισ και δικαιωμασιν του κυ

αμεπτοι 7και ουκ ην αυτοισ τεκνον

καθοτι ην η ελισαβεθ στειρα

και αμφοτεροι ησαν προβεβηκοτεσ

εν ταισ ημεραισ αυτων 8εγενετο δε

εν τω ιερατευειν αυτον εν τη ταξει

τησ εφημεριασ αυτου εναντι του θυ

9κατα το εθοσ τησ ιερατειασ

ελαχε του θυμιασαι εισελθων

εισ τον ναον του θυ 10και παν το πληθοσ

του λαου ην προσευχομενον

εξω τη ωρα του θυμιαματοσ

11ωφθη δε αυτω αγγελοσ κυ εστωσ

εκ δεξιων του θυσιαστηριου του θυμιαματοσ

12και εταραχθη ζαχαριασ ιδων

και φοβοσ επεπεσεν επ αυτον

Leaf 156v - Luke 1:13+ (image )

13και ειπεν προσ αυτον ο αγγελοσ

μη φοβου ζαχαρια διοτι εισηκουσθη

η δεησεισ σου και η γυνη σου ελισαβεδ

γεννησει υιον και καλεσεισ

το ονομα αυτου ιωανην 14και εσται σοι

χαρα και αγαλλιασισ και πολλοι επι τη

γενεσει αυτου χαρησονται 15εστε γαρ

με γαρ ενωπιον του κυ και οινον

και σικερα ου μη πιη και πνευματοσ

αγιου πλησθησεται ετι εκ κοιλειασ

μητροσ αυτου 16και πολλουσ των υιων

ισραηλ επιστρεψει επι κν τον θν αυτων

17και αυτοσ προελευσεται ενωπιον αυτου

εν πνευματι και δυναμι ηλιου

επιστρεψαι καρδιασ πατερων επι τεκνα

και απειθεισ εν φρονησει δικαιων

ετοιμασαι κω λαον κατεσκευασμενον

18και ειπεν ζαχαριασ προσ τον αγγελον

κατα τι γνωσομαι τουτο εγω γαρ ειμι

πρεσβυτησ και η γυνη μου προβεβηκυια

εν ταισ ημεραισ αυτησ 19και αποκριθεισ

ο αγγελοσ ειπεν αυτω εγω ειμι γαβριηλ

ο παρεστωσ ενωπιον του θυ και απεσταλην

λαλησαι προσ σε και ευαγγελισασθαι σοι

ταυτα 20και ιδου εση σιωπων και μη

δυναμενοσ λαλησαι αχρισ ημερασ ησ

γενηται ταυτα ανθ ων ουκ επιστευσασ

τοισ λογοισ μου οιτινεσ πλησθησονται

εισ τον καιρον αυτων 21και ην ο λαοσ

προσδεχομενοσ τον ζαχαριαν και

εθαυμαζον επι τω χρονιζειν αυτον

εν τω ναω 22εξελθων δε ουκ ηδυνατο

λαλησαι αυτοισ και επεγνωσαν

Leaf 157v - Luke 1:22+ (image )

οτι οπτασιαν εωρακεν εν τω ναω

και αυτοσ ην διανευων αυτοισ και διεμεινεν

κωφοσ 23και εγενετο ωσ επλησθησαν αι ημεραι

τησ λειτουργειασ αυτου τοτε απηλθεν

εισ τον οικον {αυτον} 24και μετα τασ ημερασ

ταυτασ συνελαβεν ελισαβεδ η γυνη αυτου

και περιεκρυβεν εαυτην μηνασ πεντε

λεγουσα 25οτι ουτωσ μοι πεποιηκεν κσ

εν ημεραισ αισ εφειδεν αφελειν

ονειδοσ μου εν ανθρωποισ

26εν δε τω εκτω μηνι απεσταλη ο αγγελοσ

γαβριηλ υπο του θυ εισ πολιν γαλιλαιαν

27προσ παρθενον μεμνησμενην ανδρι

ω ονομα ιωσηφ εξ οικου δαυειδ

και το ονομα τησ παρθενου μαριαμ

28και εισελθων ο αγγελοσ προσ αυτην ειπεν

χαιρε κεχαριτωμενη ο κσ μετα σου

ευλογημενη συ εν γυναιξιν

29ην δε επι τω λογω εταραχθη και διελογιζετο

εν εαυτη ποδαποσ αν ειη ο ασπασμοσ ουτοσ

30και ειπεν αυτη ο αγγελοσ μη φοβου μαρια

ευρεσ γαρ χαριν παρα τω θω 31και ιδου

συνλημψη εν γαστρι και τεξη υιον

και καλεσεισ το ονομα αυτου ιην

32ουτοσ εσται μεγασ και υιοσ υψιστου

κληθησεται και δωσει αυτω κσ ο θσ

τον θρονον δαυειδ του πατροσ αυτου

33και βασιλευσει επι τον οικον ιακωβ

εισ τουσ αιωνασ και τησ βασιλειασ αυτου

ουκ εστε τελοσ 34και ειπεν μαρια προσ τον

αγγελον πωσ εσται τουτο επι ανδρα

ου γεινωσκω 35και αποκριθεισ ο αγγελοσ

ειπεν αυτη πνευμα αγιον επελευσεται

______

23^{αυτου}

Leaf 158v - Luke 1:35+ (image )

επι σε και δυναμισ υψιστου επισκιασι σοι

διο και το γεννωμενον αγιον κληθησεται

υιοσ θυ 36και ιδου ελεισαβεθ η συνγενισ σου

και αυτη συνειληφυια υιον εν γηρει αυτησ

και ουτοσ μην εκτοσ εστιν αυτη τη

καλουμενη στειρα 37οτι ουκ αδυνατησει

παν ρημα παρα του θυ 38και ειπεν μαρια

ιδου η δουλη κυ γενοιτο μοι κατα το

ρημα σου και απεστη απ αυτησ ο αγγελοσ

39αναστασα δε μαρια εν ταισ ημαιραισ

ταυταισ επορευθη εισ την ορεινην μετα

σπουδησ εισ πολιν ιουδα 40και εισηλθεν

εισ τον οικον ζαχαριου και ησπασατο την

ελισαβεθ 41και εγενετο ωσ ηκουσεν

τον ασπασμον τησ μαριασ η ελισαβεδ

εσκιρτησεν εν τη κοιλεια τησ ελισαβεδ

το βρεφοσ αυτησ και επλησθη πνσ

αγιου η ελισαβεδ 42και ανεφωνησεν

φωνη μεγαλη και ειπεν ευλογημενη

συ εν γυναιξιν και ευλογημενοσ

ο καρποσ τησ κοιλιασ σου 43και ποθεν

μοι τουτο ινα ελθη η μητηρ του κυ μου

προσ με 44ιδου γαρ ωσ εγενετο η φωνη

του ασπασμου σου εισ τα ωτα μου

εσκιρτησεν εν αγαλλιασει το βρεφοσ

εν τη κοιλια μου 45και μακαρια

η πιστευσασα οτι εσται τελειωσισ

τοισ λελαλημενοισ αυτη παρα κυ

46και ειπεν μαρια μεγαλυνει η ψυχη

μου τον κν 47και ηγαλλιασεν το πνα

μου εν τω θω τω σωτηρι μου

48οτι επεβλεψεν κσ επι την ταπινωσιν

τησ δουλησ αυτου ιδου γαρ απο του νυν

Leaf 159v - Luke 1:48+ (image )

μακαριουσιν με πασαι αι γενεαι

49οτι εποιησεν μοι {μεγαλα} ο θσ

ο δυνατοσ και αγιον το ονομα αυτου

50και το ελεοσ αυτου εισ γενεαν

γενεων τοισ φοβουμενοισ αυτον

51εποιησεν κρατοσ εν βραχιονι αυτου

διεσκορπισεν υπερηφανουσ

διανοια καρδιασ αυτων 52καθειλεν

δυναστασ απο θρονων και υψωσεν

ταπεινουσ 53πεινωντασ ενεπλησεν

αγαθων και πλουτουντασ εξαπεστιλεν

κενουσ 54αντελαβετο ισραηλ παιδοσ

αυτου μνησθηναι ελεουσ 55καθωσ

ελαλησεν προσ τουσ πατερασ ημων τω

αβρααμ και τω σπερματι αυτου εισ τον αιωνα

56εμεινεν δε μαρια συν αυτη μηνασ τρεισ

και υπεστρεψεν εισ τον οικον αυτησ

57τη δε ελισαβετ επλησθη ο χρονοσ

του τεκειν αυτην και εγεννησεν υιον

58και ηκουσαν οι περιοικοι και

συνγενεισ αυτησ οτι εμεγαλυνεν κσ

το ελεοσ αυτου μετ αυτησ και

συνεχαιρον αυτη 59και εγενετο τη ημερα

τη ογδοη ηλθαν περιτεμειν το παιδιον

και εκαλουν αυτο επι τω ονοματι

του πατροσ αυτου ζαχαριαν

60και αποκρειθεισα η μητηρ αυτου ειπεν

ουχι αλλα κληθησεται το ονομα αυτου

ιωανησ 61και ειπαν προσ αυτην οτι

ουδεισ εστιν εν τη συνγενεια σου

οσ καλειται το ονομα τουτο

62ενενευον δε τω πατρι αυτου οτι ο αν

θελοι καλισθαι αυτο 63και αιτησασ

______

49^{μεγαλια}

Leaf 160v - Luke 1:63+ (image )

πινακιδα εγραψεν ιωανησ εστιν

το ονομα αυτου και παραχρημα

ελυθη η γλωσσα αυτου και εθαυμασαν

παντεσ 64ανεωχθη δε το στομα αυτου

και ελαλει ευλογων τον θν 65και εγενετο

φοβοσ μεγασ επι παντασ τουσ

περιοικουντασ αυτον και εν ολη τη ορεινη

τησ ιουδαιασ διελαλειτο παντα τα ρηματα

ταυτα 66και εθεντο παντεσ οι ακουοντεσ

εν ταισ καρδιαισ αυτων λεγοντεσ τι αρα

το παιδιον τουτο εσται και γαρ χειρ κυ

μετ αυτου 67και ζαχαριασ ο πατηρ αυτου

επλησθη πνευματοσ αγιου και ειπεν

68ευλογητοσ κσ ο θσ του ισραηλ οτι επεσκεψατο

και εποιησεν λυτρωσιν τω λαω αυτου

69και ηγειρεν κερασ σωτηριασ ημειν

εν οικω δαυειδ παιδοσ αυτου 70καθωσ

ελαλησεν δια στοματοσ αγιων προφητων

αυτου των απ αιωνοσ 71σωτηριαν

εκ χειροσ εχθρων ημων και παντων

των μεισουντων ημασ 72ποιησαι

ελεοσ μετα των πατερων ημων

μνησθηναι διαθηκησ αγιασ αυτου

73ορκον ον ωμοσεν προσ αβρααμ

τον πατερα ημων του δουναι ημειν

74αφοβωσ εκ χειροσ εκθρων ημων

ρυσθεντασ λατρευειν αυτω 75εν οσιοτητι

και δικαιοσυνη ενωπιον αυτου πασασ

τασ ημερασ ημων 76και συ δε παιδιον

προφητησ υψιστου κληθηση προπορευση γαρ

προ προσωπου κυ ετοιμασαι οδουσ αυτου

77του δουναι γνωσιν σωτηριασ τω λαω αυτου

εν αφεσει αμαρτιων αυτων 78δια σπλαγχνα

Leaf 161v - Luke 1:78+ (image )

ελεουσ θυ ημων εν οισ επεσκεψατο ημασ

ανατολη εξ υψουσ 79επιφαναι φωσ

τοισ εν σκοτει και σκια θανατου

καθημενοισ του κατευθυναι

τουσ ποδασ ημων εισ οδον ειρηνησ

80το δε παιδιον {η�ξανετο} και εκραταιουτο

πνευματι και ην εν ταισ ερημοισ

εωσ ημερασ αναδειξεωσ αυτου

προσ τον ισραηλ 1εγενετο δε εν ταισ

ημεραισ εκειναισ εξηλθεν δογμα

παρα καισαροσ αυγουστου απογραφεσθαι

πασαν την οικουμενην 2αυτη εγενετο

απογραφη πρωτη ηγεμονευοντοσ

τησ συριασ κυρηνιου 3και επορευοντο

παντεσ απογραφεσθαι εκαστοσ

εισ την εαυτου πατριδα 4ανεβη δε και

ιωσηφ απο τησ γαλιλαιασ εκ πολεωσ

ναζαρεθ εισ γην ιουδα εισ πολιν δαυειδ

ητισ καλειτε βηθλεεμ 5απογραφεσθαι

συν μαρια τη εμνηστευμενη αυτω

ουση ενκυω δια το ειναι αυτον εξ οικου

και πατριασ δαυειδ 6ωσ δε παρεγεινοντο

ετελεσθησαν αι ημεραι του τεκειν αυτην

7και ετεκεν τον υιον αυτησ τον πρωτοτοκον

και εσπαργανωσεν αυτον και ανεκλινεν

αυτον εν φατνη διοτι ουκ ην αυτοισ

τοποσ εν τω καταλυματι 8ποιμενεσ δε

ησαν εν τη χαρα ταυτη αγραυλουντεσ

και φυλασσοντεσ τασ φυλακασ τησ νυκτοσ

επι την ποιμνην αυτων 9και ιδου

αγγελοσ κυ επεστη αυτοισ και δοξα

περιελαμψεν αυτουσ και εφοβηθησαν

φοβον μεγαν 10και ειπεν αυτοισ

______

80^{ηυξανε}

Leaf 162v - Luke 2:10+ (image )

ο αγγελοσ μη φοβεισθε ιδου γαρ

ευαγγελιζομαι υμειν χαραν {μεγαιην}

ητισ εσται και παντι τω λαω 11οτι ετεχθη

υμειν σημερον σωτηρ οσ εστιν χρσ κσ

εν πολει δαυειδ 12και τουτο υμειν το

σημειον εστω ευρησετε βρεφοσ

εσπαργανωμενον εν φατνη 13και εξαιφνησ

εγενετο συν τω αγγελω πληθοσ στρατειασ

ουρανου αιτουντων τον θν και λεγοντων

14δοξα εν υψιστοισ θω και επι γησ ειρηνη

εν ανθρωποισ ευδοκιασ 15και εγενετο

ωσ απηλθον οι αγγελοι απ αυτων

εισ τον ουρανον και οι ανθρωποι

οι ποιμενεσ ειπον προσ αλληλουσ

διελθωμεν δη εωσ βηθλεεμ

και ιδωμεν το ρημα τουτο το γεγονωσ

ο ο κσ εγνωρισεν ημειν 16και ηλθον

σπευδοντεσ και ευρον την μαριαν

και τον ιωσηφ και το βρεφοσ κειμενον

εν τη φατνη 17{ιδοντεσ} δε εγνωρισαν

περι του ρηματοσ του λαληθεντοσ

αυτοισ περι του παιδιου 18και παντεσ

οι ακουοντεσ εθαυμαζον περι των

λαληθεντων υπο των ποιμενων

προσ αυτουσ 19η δε μαρια συνετηρει παντα

τα ρηματα ταυτα συνβαλλουσα εν τη

καρδια αυτησ 20και υπεστρεψαν οι ποιμενεσ

δοξαζοντεσ και αινουντεσ τον θν

επι πασιν οισ ηκουσαν και ιδον

καθωσ ελαληθη προσ αυτουσ

21και οτε συνετελεσθησαν αι ημεραι

αι οκτω του περιτεμειν το παιδιον

ωνομασθη το ονομα αυτου ιησ

______

10^{μεγαλην} 17^{ειδοντεσ}

Leaf 163v - Luke 2:21+ (image )

το κληθεν υπο του αγγελου προ του

συνλημφθηναι αυτον εν κοιλια μητροσ

22και οτε επλησθησαν αι ημεραι

του καθαρισμου αυτου κατα τον νομον

μωυσεωσ ανηγαγον αυτον εισ ιεροσολυμα

παραστησαι κω 23καθωσ γεγραπται

εν τω νομω κυ οτι παν αρσεν

διανοιγον μητραν αγιον κω

κληθησεται 24και του δουναι θυσιαν

κατα το ειρημενον εν τω νομω κυ

ζευγοσ τρυγονων η δυο νεοσσουσ

περιστερων 25και ην ανθρωποσ

εν ιερουσαλημ ω ονομα συμεων

και ο ανθρωποσ ουτοσ δικαιοσ

και ευλαβησ προσδεχομεμενοσ παρακλησι̅

του ισραηλ και πνα αγιον ην επ αυτον

26κεχρηματισμενοσ δε ην υπο του πνσ

του αγιου μη ιδειν θανατον πριν η

{ιδη} τον χρν κυ 27και ηλθεν εν τω πνι

εισ το ιερον και εν τω εισαγαγειν

τουσ γονεισ το παιδιον ιην

του ποιησαι αυτουσ κατα το εθοσ

του νομου περι αυτου 28και αυτοσ εδεξατο αυτο

εισ τασ ανκαλασ αυτου και ηυλογησεν

τον θν και ειπεν 29νυν απολυεισ

τον δουλον σου δεσποτα κατα το ρημα

σου εν ειρηνη 30οτι ειδον οι οφθαλμοι

μου το σωτηριον σου 31ο ητοιμασασ

κατα προσωπον παντων των λαων

32φωσ εισ αποκαλυψιν και δοξαν

λαου σου ιστραηλ 33και ην ο πατηρ αυτου

και η μητηρ θαυμαζοντεσ

επι τοισ λαλουμενοισ περι αυτου

______

26^{ειδη}

Leaf 164v - Luke 2:34+ (image )

34και ευλογησεν αυτουσ συμεων

και ειπεν προσ μαριαν την μητερα αυτου

ιδου ουτοσ κειται εισ πτωσιν

και εισ αναστασιν πολλων εν τω ισραηλ

και εισ σημειον αντιλεγομενον

35και σου δε αυτησ την ψυχην διελευσεται

ρομφαια οπωσ ανακαλυφθωσιν

πολλων καρδιων διαλογισμοι

36και αννα προφητισ θυγατηρ φανουηλ

εκ φυλησ ασηρ και αυτη προβεβηκυια

εν ημεραισ πολλαισ ζησασα ετη επτα

μετα ανδροσ απο τησ παρθενειασ αυτησ

37και αυτη χηρα ετων π δ η ουκ αφιστατο

του ναου νηστειαισ και δεησεσι

λατρευουσα νυκτα και ημεραν

38και αυτη τη ωρα επιστασα ανθωμολογιτο

τω θω και ελαλει περι αυτου πασιν

τοισ προσδεχομενοισ λυτρωσιν

εν ιερουσαλημ 39και ωσ ετελεσαν

απαντα κατα τον νομον κυ υπεστρεψαν

εισ την γαλιλαιαν εισ πολιν εαυτων

ναζαρεθ καθωσ ερεθη δια του προφητου

οτι ναζωραιοσ κληθησεται 40το δε παιδιον

ιησ εκραταιουτο και {ηυξανετο} πληρουμενο̅

σοφια και χαρισ θυ ην εν αυτω

41επορευοντο δε και οι γονεισ αυτου

κατα ετοσ εισ ιερουσαλημ εν τη εορτη

του πασχα 42και οτε εγενετο αυτω ετη ιβ

ανεβησαν οι γονεισ αυτου εχοντεσ

αυτον κατα το εθοσ τησ εορτησ των

αζυμων 43και τελεσαντων τασ ημερασ

εν τω υποστρεφειν αυτουσ απεμεινεν

ο παισ ιησ εν ιερουσαλημ και ουκ εγνωσαν

______

40^{ηυξανε}

Leaf 165v - Luke 2:43+ (image )

οι γονισ αυτου 44και νομισαντεσ αυτον

ειναι εν τη συνοδια ηλθον οδον

ημερασ και ανεζητουν αυτον

εν τοισ συνγενεσιν και εν τοισ γνωστοισ

45και μη ευρισκοντεσ υπεστρεψαν

εισ ιερουσαλημ αναζητουντεσ αυτον

46και εγενετο μεθ ημερασ τρεισ

ευρον αυτον καθημενον εν τω ιερω

εν μεσω των διδασκαλων

ακουοντα αυτων και επερωτωντα

αυτουσ 47εξεισταντο δε παντεσ

οι ακουοντεσ αυτου επι τη συνεσει

και ταισ αποκρισεσιν αυτου

48και ιδοντεσ αυτον εξεπλαγησαν

και ειπεν προσ αυτον η μητηρ αυτου

τεκνον τι εποιησασ ημειν ουτωσ

ιδου ο πατηρ σου καγω οδυνωμενοι

και λυπουμενοι εζητουμεν σε

49και ειπεν προσ αυτουσ τι οτι εζητειτε με

ουκ οιδατε οτι εν τοισ του πρσ μου

δει με ειναι 50αυτοι δε ου συνηκαν

το ρημα ο ελαλησεν αυτοισ

51και κατεβη μετ αυτων εισ ναρεθ

και ην υποτασσομενοσ αυτοισ

η δε μητηρ αυτου διετηρει τα ρηματα

παντα εν τη καρδια αυτησ

52και ιησ προεκοπται ηλικια και σοφια

και χαριτι παρα θω και παρα ανθρωποισ

1εν ετι δε πεντεκαιδεκατω τησ ηγεμονιασ

τιβεριου καισαροσ επιτροπευοντοσ

ποντιου πειλατου τησ ιουδαιασ

ηρωδου φιλιππου δε του αδελφου αυτου

τετραρχουντοσ τησ ιτουραιασ

Leaf 166v - Luke 3:1+ (image )

τετραρχουντοσ τησ {ιουδαιασ}

και τραχωνιτιδοσ χωρασ

και λυσανιου τησ αβιλλιανησ

τετραρχουντοσ 2επι αρχιερεωσ

αννα και καιφα εγενετο ρημα θυ

επι ιωανην τον ζαχαριου υιον

εν τη ερημω 3και ηλθεν εισ πασαν

την περιχωρον του ιορδανου

κηρυσσων βαπτισμα μετανοιασ

εισ αφεσιν αμαρτιων 4ωσ γεγραπται

εν βιβλω λογων ησαιου του προφητου

φωνη βοωντοσ εν τη ερημω

ετοιμασατε την οδον κυ ευθειασ ποιειτε

τασ τριβουσ υμων 5πασα φαραγξ

πληρωθησεται και παν οροσ και βουνοσ

ταπεινωθησεται και εσται τα σκολια

εισ ευθειασ και ε τραχιαι εισ οδουσ

λειασ 6και οψεται πασα σαρξ το σωτηριον κυ

7ελεγεν δε τοισ εκπορευομενοισ

οχλοισ βαπτισθηναι ενωπιον αυτου

γεννηματα εχιδνων τισ υμειν

υπεδειξεν φυγειν απο τησ μελλουσησ

οργησ 8ποιησατε ουν καρπον αξιον

τησ μετανοιασ και μη αρξησθε

λεγειν {αυτοισ} πατερα εχομεν

τον αβρααμ λεγω γαρ υμειν

οτι δυναται ο θσ εκ των λιθων τουτων

εγειραι τεκνα τω αβρααμ 9ηδη δε

η αξεινη προσ την ριζαν των δενδρων

κειται παν ουν δενδρον μη ποιουν

καρπουσ καλουσ εκκοπτεται και εισ

πυρ βαλλεται 10και επηρωτησαν αυτον

οι οχλοι λεγοντεσ τι ποιησωμεν

______

1^{ιτουραιασ} 8^{εν εαυτοισ}

Leaf 167v - Luke 3:10+ (image )

ινα σωθωμεν 11αποκριθεισ δε

λεγει αυτοισ ο εχων δυο χιτωνασ

μεταδοτω τω μη εχοντι και ο εχων

βρωματα ομοιωσ ποιειτω

12ηλθον {τε} και τελωναι ομοιωσ βαπτισθηναι

και ειπαν προσ αυτον διδασκαλε

τι ποιησωμεν ινα σωθωμεν

13ο δε ειπεν αυτοισ μηδεν πλεον

πρασσεται παρα το διατεταγμενον υμειν

πρασσειν 14επηρωτησαν δε και

στρατευομενοι λεγοντεσ τι ποιησωμεν

ινα σωθωμεν ο δε ειπεν αυτοισ

μηδενα διασεισητε μηδε

συκοφαντησητε και αρκεισθε τοισ

οψωνιοισ υμων 15προσδοκωντοσ δε

του λαου και διαλογιζομενων παντων

εν ταισ καρδιαισ αυτων περι ιωανου

μηποτε αυτοσ ειη ο χρσ 16επιγνουσ

τα διανοηματα αυτων ειπεν εγω υμασ

βαπτιζω εν υδατι εισ μετανοιαν ο δε

ερχομενοσ ισχυροτεροσ μου εστιν

ου ουκ ιμι ικανοσ λυσαι τον ιμαντα

του υποδηματοσ αυτοσ υμασ

βαπτεισει εν πνευματι αγιω και πυρι

17ου το πτυον εν τη χειρι αυτου

και διακαθαριει την αλωνα αυτου

και τον μεν σειτον συναξει

εισ αποθηκην το δε αχυρον κατακαυσει

πυρι ασβεστω 18πολλα μεν ουν και ετερα

παραινων ευηνγελιζετο τον λαον

19ο δε ηρωδησ ο τετραρχησ ελεγχομενοσ

υπ αυτου περι ηρωδειαδοσ τησ

γυναικοσ του αδελφου αυτου και περι

______

12^{δε}

Leaf 168v - Luke 3:19+ (image )

παντων ων εποιησεν πονηρων

ο ηρωδησ 20προσεθηκεν και τουτο

επι πασιν ενεκλισε τον ιωανην εν φυλακη

21εγενετο δε εν τω βαπτισθηναι απαντα

τον λαον και ιηυ βαπτισθεντοσ και

και προσευχομενου ανοιχθηναι τον

ουρανον 22και καταβηναι το πνευμα

το αγιον σωματικω ειδει ωσ περιστεραν

εισ αυτον και φωνην εκ του ουρανου

γενεσθαι υιοσ μου ει συ εγω σημερον

γεγεννηκα σε 23ην δε ιησ ωσ ετων λ

αρχομενοσ ωσ ενομειζετο ειναι

υιοσ ιωσηφ

του ιακωβ

24του μαθθαν

του ελεαζαρ

του ελιουδ

του ιαχειν

του σαδωκ

25του αζωρ

του ελιακειμ

του αβιουδ

του ζοροβαβελ

του σαλαθιηλ

26του ιεχονιου

του ιωακειμ

του ελιακειμ

του ιωσεια

του αμωσ

27του μανασση

του εζεκεια

του αχασ

του ιωαθαν

Leaf 169v - Luke 3:28+ (image )

28του οζεια

του αμασιου

του ιωασ

του οχοζιου

του ιωραμ

29του ιωσαφαδ

του ασαφ

του αβιουδ

του ροβοαμ

του σολομων

31του δαυειδ

32του ιεσσαι

του ωβηλ

του βοοσ

του σαλμων

του ναασσων

33του αμειναδαβ

του αραμ

του ασρωμ

του φαρεσ

του ιουδα

34του ιακωβ

του ισακ

του αβρααμ

του θαρα

του ναχωρ

35του σερουκ

του ραγαυ

του φαλεκ

του εβερ

του σαλα

36του αρφαξαδ

του σημ

Leaf 170v - Luke 3:36+ (image )

του νωε

του λαμεκ

37του μαθουσαλα

του αινωχ

του ιαρεδ

του μαλελεηλ

του καιναν

38του αινωσ

του σηθ

του αδαμ

του θυ

Leaf 171v - Luke 4:1+ (image )

1ιησ δε πληρησ πνσ αγιου υπεστρεψεν απο του

ιορδανου και ηγετο εν τω πνευματι

εν τη ερημω 2ημερασ τεσσαρακοντα

πειραζομενοσ υπο του σατανα

και ουκ εφαγεν ουδεν εν ταισ ημεραισ εκειναισ

και συντελεσθεισων αυτων επεινασεν

3ειπεν δε αυτω ο διαβολοσ ει υιοσ ει του θυ

ειπε ινα οι λιθοι ουτοι αρτοι {γενωντοι}

4και αποκριθεισ ο ιησ ειπεν γεγραπται

ουκ επ αρτω μονω ζησεται ο ανθρωποσ

αλλ εν παντι ρηματι θυ

5και αναγαγων αυτον εισ οροσ υψηλον

λειαν εδειξεν αυτω πασασ τασ βασιλειασ

του κοσμου εν στιγμη χρονου

6και ειπεν προσ αυτον ο διαβολοσ σοι δωσω

τησ εξουσιαν ταυτην απασαν και την δοξαν

τουτων οτι εμοι παραδεδοται και ω αν θελω

διδωμι αυτην 7συ ουν εαν προσκυνησησ

ενωπιον εμου εσται σου πασα

8και αποκριθεισ αυτω ο ιησ ειπεν γεγραπται

κν τον θν σου προσκυνησεισ και αυτω μονω

λατρευσεισ 9και ηγαγεν αυτον εισ

ιερουσαλημ και εστησεν αυτον

επι το πτερυγιον του ιερου και ειπεν αυτω

ει υιοσ ει τουτου θυ βαλε σεαυτον εντευθεν

κατω 10γεγραπται γαρ οτι τοισ αγγελοισ

αυτου εντελειται περι σου του διαφυλαξαι σε

11και επι χειρων αρουσιν σε μηποτε

προσκοψησ προσ λιθον τον ποδα σου

12και αποκριθεισ ο ιησ ειπεν αυτω

γεγραπται ουκ εκπειρασεισ κν τον θν σου

13και συντελεσασ παντα πειρασμον

ο διαβολοσ απεστη απ αυτου αχρι χρονου

______

3^{γενωνται}

Leaf 172v - Luke 4:14+ (image )

14και υπεστρεψεν ο ιησ εν τη δυναμει του

πνσ εισ την γαλιλαιαν και φημη εξηλθεν

καθ ολησ τησ περιχωρου περι αυτου

15και αυτοσ εδασκεν εν ταισ συναγωγαισ

δοξαζομενοσ υπο παντων

16ελθων δε εισ ναζαρεδ οπου ην

κατα το ειωθοσ εν τη ημερα των σαββατων

εισ την συναγωγην και ανεστη

αναγνωναι 17και επεδοθη αυτω

ο προφητησ ησαιασ και απτυξασ

ευρεν τον τοπον ου ην γεγραμμενον

18πνα κυ επ εμε ου εινεκεν εχρεισεν με

ευαγγελισασθαι πτωχοισ απεσταλμαι

κηρυξαι αιχμαλωτοισ αφεσιν

και τυφλοισ αναβλεψιν αποστειλαι

τεθραυματισμενουσ εν αφεσει 19κηρυξαι ενιαυτο̅

κυ δεκτον 20και πυξασ το βιβλιον

αποδουσ τω υπηρετη εκαθισεν

και παντων εν τη συναγωγη

οι οφθαλμοι ησαν ατενιζοντεσ αυτω

21ηρξατο δε λεγειν προσ αυτουσ σημερον

πεπληρωται η γραφη αυτη εν τοισ ωσιν

υμων 22και παντεσ εμαρτυρουν αυτω

και εθαυμαζον επι τοισ λογοισ τησ χαριτοσ

τοισ εκπορευομενοισ εκ του στοματοσ

αυτου και ελεγον ουχι υιοσ ιωσηφ

εστιν ουτοσ 23και ειπεν προσ αυτουσ

παντωσ ερειτε μοι την παραβολην

ταυτην ιατρε θεραπευσον σεαυτον

οσα ηκουσαμεν γεινομενα εισ

καφαρναουμ ποιησον και ωδε εν τη

πατριδι σου 24ειπεν δε αμην αμην λεγω υμει̅

οτι ουδεισ προφητησ δεκτοσ εστιν

Leaf 173v - Luke 4:24+ (image )

εν τη πατριδι εαυτου 25επ αληθειασ λεγω

υμειν πολλαι χηραι ησαν εν ταισ

ημεραισ ηλιου εν τω ιστραηλ οτε

εκλεισθη ο ουρανοσ ετη τρια και μηνα εξ

ωσ εγενετο λιμοσ μεγασ

επι πασαν την γην 26και προσ ουδεμιαν

αυτων επεμφθη ηλειασ ει μη εισ

σαρεπτα τησ σιδονιασ προσ γυναικα χηραν

27και πολλοι λεπροι ησαν εν τω ισραηλ

επι ελισαιου του προφητου και ουδεισ

αυτων εκαθαρισθη ει μη ναιμασ ο συροσ

28οι δε επλησθησαν παντεσ θυμου

εν τη συναγωγη ακουσαντεσ ταυτα

29και ανασταντεσ εξεβαλον αυτον

εξω τησ πολεωσ και ηγαγον αυτον

εωσ τησ οφρυοσ του ορουσ εφ ου η πολισ

οικοδομηται αυτων ωστε κατακρημνισαι

αυτον 30αυτοσ δε διελθων δια μεσου

αυτων επορευετο 31και κατηλθεν

εισ καφαρναουμ πολιν τησ γαλιλαιασ

την παραθαλασσιον εν οριοισ

ζαβουλων και νεφθαλειμ και ην

διδασκων αυτουσ εν τοισ σαββασιν

32και εξεπλησσοντο επι τη διδαχη αυτου

οτι εν εξουσια ην ο λογοσ αυτου

33ην δε εν τη συναγωγη ανθρωποσ εχων

πνα δαιμονιον ακαθαρτον και ανεκραξεν

φωνη μεγαλη 34λεγων τι ημειν και σοι

ιηυ ναζορηναι ηλθεσ ημασ ωδε

απολεσαι οιδα σε τισ ει ο αγιοσ του θυ

35και επετιμησεν αυτω ο ιησ λεγων

φειμωθητι και εξελθε απ αυτου και

ρειψασ αυτον το δαιμονιον εισ μεσον

______

35^{ανακραυγασαν}

Leaf 174v - Luke 4:35+ (image )

{ανακραυγαναν} τε εξηλθεν απ αυτου

μηδεν βλαψασ αυτον 36και εγενετο

θαμβοσ μεγασ επι παντασ και

συνελαλουν προσ αλληλουσ λεγοντεσ

τισ ο λογοσ ουτοσ οτι εν εξουσια και

δυναμει επιτασσει τοισ ακαθαρτοισ

πνευμασιν και εξερχονται 37και εξηλθεν

η ακοη περι αυτου εισ παντα τοπον τησ

περιχωρου 38αναστασ δε απο τησ συναγωγησ

ηλθεν εισ την οικιαν σιμωνοσ και ανδραιου

πενθερα δε του σιμωνοσ ην κατεχομενη

πυρετω μεγαλω και ηρωτησαν αυτον

περι αυτησ 39και επισταθεισ επανω αυτησ

επετειμησεν τω {πυρι} και αφηκεν

αυτην παραχρημα ωστε αναστασαν

αυτην διακονειν αυτοισ 40δυσαντοσ δε

του ηλιου παντεσ {οι} ειχαν ασθενουντασ

νοσοισ ποικιλαισ εφερον {αυτοισ}

προσ αυτον ο δε ενι εκαστω τασ χειρασ

επιτιθεισ εθεραπευεν αυτουσ

41εξηρχετο δε και δαιμονια απο πολλων

κραυγαζοντα και λεγοντα οτι συ ει

ο υιοσ του θυ και επιτειμων ουκ εια

αυτα λαλειν οτι ηδεισαν αυτον χρν ειναι

42γενομενησ δε ημερασ εξελθων

επορευθη εισ ερημον τοπον και οι

οχλοι επεζητουν αυτον και ηλθον

εωσ αυτου και επειχον αυτον του μη

πορευεσθαι απ αυτων 43ο δε ειπεν

προσ αυτουσ οτι δει με και εισ τασ

αλλασ πολεισ ευαγγελισασθαι {αυταισ}

την βασιλιαν του θυ εισ τουτο γαρ

απεσταλην 44και ην κηρυσσων εισ τασ

______

39^{πυρετω} 40^{οσοι} {αυτουσ} 43^{}

Leaf 175v - Luke 4:44+ (image )

συναγωγασ τησ γαλιλαιασ 1εγενετο δε

εν τω τον οχλον επικεισθαι αυτω

του ακουειν τον λογον του θυ εστωτοσ

αυτου παρα την λιμνην γεννησαρεδ

2και ιδεν δυο πλοια εστωτα παρα την λημνη̅

οι δε αλιεισ απ αυτων αποβαντεσ

επλυνον τα δικτυα 3ενβασ δε εισ εν

πλοιον ο ην σιμωνοσ ηρωτησεν

αυτον επαναγαγειν απο τησ γησ

οσον οσον και καθισασ εν τω πλοιω

εδιδασκεν τουσ οχλουσ 4οτε δε επαυσατο

λαλων ειπεν προσ τον σιμωνα

επαναγαγε εισ το βαθοσ και χαλασατε

τα δικτυα υμων εισ αγραν 5ο δε σιμων

αποκρεισ ειπεν αυτω διδασκαλε

δι ολησ τησ νυκτοσ κοπιασαντεσ ουδεν

ελαβομεν επι δε τω ρηματι σου ου μη

παρακουσομαι και ευθυσ χαλασαντεσ

τα δικτυα 6συνεκλισαν ιχθυων πληθοσ

πολυ ωστε τα δικτυα ρησσεσθαι 7και

κατενευον τοισ μετοχοισ εν τω ετερω

πλοιω του ελθοντασ βοηθειν αυτοισ

ελθοντεσ ουν επλησαν αμφοτερα

τα πλοια ωτε παρα τι βυθιζεσθαι

8ο δε σιμων προσεπεσεν αυτου τοισ ποσιν

λεγων παρακαλω εξελθε απ εμου

οτι ανηρ αμαρτωλοσ ειμι κε

9θαμβοσ γαρ περιεσχεν αυτον

επι τη {αγια} των ιχθυων ων συνελαβον

10ησαν δε κοινωνοι αυτου ιακωβοσ

και ιωανησ υιοι ζεβεδαιου ο δε ειπεν

αυτοισ δευτε και μη γεινεσθε αλιεισ

ιχθυων ποιησω γαρ υμασ αλιεισ ανθρωπω̅

______

9^{αγρα}

Leaf 176v - Luke 5:11+ (image )

11οι δε ακουσαντεσ παντα κατελειψαν

επι τησ γησ και ηκολουθησαν αυτω

12και εγενετο εν τω ειναι αυτον εν μεια των

πολεων και ιδου ανηρ λεπροσ και ειδων

τον ιην επεσεν επι προσωπον λεγων

κε εαν θελησ δυνασαι με καθαρισαι

13εκτεινασ δε την χειρα ηψατο αυτου

λεγων θελω καθαρισθητι και ευθεωσ

εκαθαρισθη 14και αυτοσ παρηγγειλεν

αυτω μηδενι ειπειν απελθε δε

και δειξον σεαυτον τω ιερει και

προσενεγκε περι του καθαρισμου σου

καθωσ προσεταξεν μωυσησ ινα εισ

μαρτυριον ην υμειν τουτο ο δε

εξελθων ηρξατο κηρυσσειν και

διαφημειζειν τον λογον ωστε μηκετι

δυνασθαι αυτον φανερωσ εισ πολιν

εισελθειν αλλα εξω ην εν ερημοισ

τοποισ και συνηρχοντο προσ αυτον

και ηλθεν παλιν εισ καφαρναουμ

15διηρχετο δε ο λογοσ μαλλον περι αυτου

και συνηρχοντο οχλοι πολλοι ακουειν

και θεραπευεσθαι απο των ασθενειων

αυτων 16αυτοσ δε ην υποχωρων

εν ταισ ερημοισ και προσευχομενοσ

17και εγενετο εν μια των ημερων αυτου

διδασκοντοσ συνελθειν τουσ φαρισαιουσ

και νομοδιδασκαλουσ ησαν δε

συνεληλυθοτεσ εκ πασησ κωμησ

τησ γαλιλαιασ και ιουδαιασ του ιασθαι αυτουσ

18και ιδου ανδρεσ φεροντεσ επι κλεινησ

ανθρωπον οσ ην παραλελυμενοσ

και εζητουν εισενεγκεν αυτον και

Leaf 177v - Luke 5:18+ (image )

θειναι ενωπιον αυτου 19και μη ευροντεσ

ποιασ εισενεγκωσιν αυτον δια τον οχλον

ανεβησαν επι το δωμα και αποσ

τεγασαντεσ τουσ κεραμουσ οπου ην

καθηκαν τον κραβαττον συν τω

παραλυτικω εισ το μεσον ενπροσθεν

του ιηυ 20ιδων δε ιησ την πιστιν αυτων

λεγει τω παραλυτικω ανθρωπε

αφαιωνται σου αι αμαρτιαι 21και

ηρξαντο διαλογιζεσθαι οι γραμματεισ

και οι φαρισαιοι εν ταισ καρδιαισ αυτων

λεγοντεσ τι ουτοσ λαλει βλασφημιασ

τισ δυναται αμαρτιασ αφειναι ει μη εισ θσ

22επιγνουσ δε ο ιησ τουσ διαλογισμουσ

αυτων λεγει αυτοισ τι διαλογιζεσθαι

εν ταισ καρδιαισ υμων πονηρα

23τι εστιν ευκοπωτερον ειπειν αφαιωνται σου

αι αμαρτιαι η ειπειν εγειρε και περιπατει

24ινα δε ειδητε οτι εξουσιαν εχει

ο υιοσ του ανθρωπου επι τησ αφιναι

αμαρτιασ λεγει τω παραλυτικω

σοι λεγω εγειρε και αρον τον κραβαττον σου

και πορευου εισ τον οικον σου 25και

παραχρημα αναστασ ενωπιον αυτων

αρασ την κλεινην απηλθεν εισ τον οικον αυτου

δοξαζων τον θν 26και επλησθησαν

θαμβου λεγοντεσ ειδομεν παραδοξα

σημερον 27και ελθων παλιν παρα την

θαλασσαν τον επακολουθουντα

αυτω οχλον εδιδασκεν και παραγων

ειδεν λευει τον του αλφαιου καθημενον

επει το τελωνιον και λεγει αυτω

ακολουθει μοι 28και καταλιπων παντα

Leaf 178v - Luke 5:28+ (image )

αναστασ ηκολουθει αυτω 29και εποιησεν

λευει δοχην αυτω μεγαλην εν τη

οικεια αυτου και ην οχλοσ πολυσ τελωνων

και αλλων ανακειμενων 30και οι

φαρισαιοι και οι γραμματεισ εγονγυζον

προσ τουσ μαθητασ αυτου λεγοντεσ

δια τι μετα των τελωνων εσθιεται

και πεινεται 31αποκριθεισ δε ο ιησ

ειπεν προσ αυτουσ ου χρειαν εχουσιν

οι υγιαινοντεσ ιατρου αλλ οι κακωσ

εχοντεσ 32ουκ ηλθον καλεσαι δικαιουσ

αλλα αμαρτωλουσ εισ μετανοιαν

33οι δε ειπαν προσ αυτον δια τι οι μαθηται

ιωανου και οι μαθηται των φαρισαιων

νηστευουσιν πυκνα και δεησεισ

ποιουνται οι δε μαθηται σου ουδεν τουτων

ποιουσιν 34ο δε ιησ ειπεν προσ αυτουσ

μη δυνανται οι υιοι του νυνφωνοσ

εφ οσον εχουσιν τον νυμφιον μεθ εαυτων

νηστευειν 35ελευσονται δε ημεραι

και οταν απαρθη απ αυτων ο νυμφιοσ

τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ

36ελεγεν δε και παραβολην προσ αυτουσ

οτι ουδεισ επιβλημα απο ιματιου καινου

σχισασ επιβαλλει επι ιματιον παλαιον

ει δε μη γε και το καινον σχεισει και τω

παλαιω ου συνφωνησει το απο του καινου

επιβλημα 37και ουδεισ βαλλει οινον νεον

εισ ασκουσ παλαιουσ ει δε μη γε ρηξει

ο οινοσ ο νεοσ τουσ ασκουσ τουσ παλαιουσ

και αυτοσ εκχυθησεται και οι ασκοι

απολουνται 38αλλα οινον νεον εισ ασκουσ

καινουσ βαλλουσιν και αμφοτεροι

Leaf 179v - Luke 5:38+ (image )

τηρουνται 1και εγενετο αυτον

εν σαββατω δευτεροπρωτω δια

πορευεσθαι δια των σποριμων

οι δε μαθηται αυτου ηρξαντο τιλλειν

τουσ σταχυασ και ψωχοντεσ ταισ χερσιν

ησθιον 2τινεσ δε των φαρισαιων

ελεγον αυτω ειδε τι ποιουσιν οι

μαθηται σου τοισ σαββασιν ο ουκ εξεστιν

3αποκριθεισ δε ο ιησ ελεγεν προσ αυτουσ

ουδεποτε τουτο ανεγνωται ο εποιησεν

δαυειδ οτε επεινασεν αυτοσ

και οι συν αυτω 4εισελθων εισ τον οικον

του θυ και τουσ αρτουσ τησ προσθεσεωσ

εφαγεν και εδωκεν και τοισ μετ αυτου

οισ ουκ εξον ην φαγειν ει μη μονοισ

τοισ ιερευσιν τη αυτη ημερα θεασαμενοσ

τινα εργαζομενον τω σαββατω ειπεν αυτω

ανθρωπε ει μεν οιδασ τι ποιεισ

μακαριοσ ει ει δε μη οιδασ επικαταρατοσ

και παραβατησ ει του νομου

5και ελεγεν αυτοισ οτι κσ εστιν ο υιοσ

του ανθρωπου και του σαββατου

6και εισελθοντοσ αυτου παλιν εισ την

συναγωγην σαββατω εν η ην ανθρωποσ

ξηραν εχων την χειρα 7παρετηρουντο

αυτον οι γραμματεισ και οι φαρισαιοι

ει τω σαββατω θεραπευει ινα ευρωσιν

κατηγορησαι αυτου 8αυτοσ δε γεινωσκω̅

τουσ διαλογισμουσ αυτων λεγει τω

την χειρα εχοντι ξηραν εγειρου και στηθι

εν τω μεσω και αναστασ εσταθη

9ειπεν δε ο ιησ προσ αυτουσ επερωτησω

υμασ ει εξεστιν τω σαββατω αγαθο

ποιησαι η κακοποιησαι ψυχην σωσαι

η απολεσαι οι δε εσιωπων

Leaf 180v - Luke 6:10+ (image )

10και περιβλεψαμενοσ αυτουσ παντασ

εν οργη λεγει τω ανθρωπω εκτεινον

την χειρα σου και εξετεινεν

και απεκατεσταθη η χειρ αυτου ωσ και η αλλη

11αυτοι δε επλησθησαν ανοιασ και

διελογιζοντο προσ αλληλουσ πωσ

απολεσωσιν αυτον 12εγενετο δε

εν ταισ ημεραισ εκειναισ εξελθειν αυτον

εισ το οροσ και προσευχεσθαι και ην

διανυκτερευων εν τη προσευχη

13και οτε εγενετο ημερα εφωνησεν

τουσ μαθητασ αυτου και εκλεξαμενοσ

απ αυτων ιβ ουσ και αποστολουσ εκαλεσεν

14πρωτον σιμωνα ον και πετρον

επωνομασεν και ανδρεαν τον αδελφον

αυτου και ιακωβον και ιωανην τον

αδελφον αυτου ουσ επωνομασεν

βοανηργεσ ο εστιν υιοι βροντησ και

φιλιππον και βαρθολομαιον 15και μαθθαιον

και θωμαν τον επικαλουμενον δυδυμον

και ιακωβον τον του αλφαιου και σιμωνα

τον καλουμενον ζηλωτην 16και ιουδαν

ιακωβου και ιουδαν σκαριωθ οσ και

εγενετο προδοτησ 17και καταβασ μετ αυτων

εστη επει τοπου πεδεινου και οχλοσ μαθητω̅

αυτου και πληθοσ πολυ του λαου απο πασησ

ιουδαιασ και αλλων πολεων 18εληλυθοτων

ακουσαι αυτου και ιαθηναι απο των

νοσων αυτων και οι οχλουμενοι

απο πνευματων ακαθαρτων εθεραπευοντο

19και πασ ο οχλοσ εζητει αψασθε

Leaf 181v - Luke 6:19+ (image )

αυτου οτι δυναμισ παρ αυτου εξηρχετο

και ιατο παντασ 20και ετι αρασ τουσ

οφθαλμουσ αυτου εισ τουσ μαθητασ ελεγεν

μακαριοι οι πτωχοι οτι υμετερα εστιν

η βασιλεια του θυ 21μακαριοι οι πεινωντεσ

νυν οτι χορτασθησεσθε

22μακαριοι εστε οταν μεισησουσιν υμασ

οι ανθρωποι και οταν αφορισωσιν

και εκβαλωσιν και ονιδισωσιν το ονομα υμω̅

ωσ πονηρον ενεκεν του υιου του ανθρωπου

23χαρητε εν εκεινη τη ημερα και

σκιρτησατε οτι υ μισθοσ υμων πολυσ

εν τω ουρανω κατα τα αυτα εποιουν

τοισ προφηταισ οι πατερεσ αυτων

24πλην ουαι υμειν τοισ πλουσιοισ {υτι}

απεχετε την παρακλησιν υμων

25ουαι υμειν οι ενπεπλησμενοι οτι

πεινασετε ουαι υμειν οι

γελωντεσ νυν οτι πενθησεται

και κλαυσεται 26ουαι υμειν οταν

καλωσ υμειν ειπωσιν οι ανθρωποι

κατα τα αυτα εποιουν τοισ

ψευδοπροφηταισ οι πατερεσ αυτων

27αλλα υμειν λεγω τοισ ακουουσιν

αγαπατε τουσ εχθρουσ υμων

καλωσ ποιειτε τοισ μεισουσιν υμασ

28ευλογειτε τουσ καταρωμενουσ υμασ

προσευχεσθε υπερ των επηρηαζοντων υμασ

29τω τυπτοντι σε εισ την σιαγονα

παρεχε αυτω και την αλλην

και απο του αιροντοσ σου το ιματιον

και τον χιτωνα μη κωλυσησ

30παντι δε τω αιτουντι σε διδου

______

24^{οτι}

Leaf 182v - Luke 6:30+ (image )

και απο του αιροντοσ τα σα μη απαιτει

31και καθωσ θελετε ινα ποιωσιν υμειν

οι ανθρωποι και υμεισ ποιειτε αυτοισ

32και ει αγαπατε τουσ αγαπωντασ υμασ

ποια υμειν χαρισ εστιν και γαρ οι αμαρτωλοι

τουτο ποιουσιν τουσ αγαπωντασ αυτουσ

αγαπωσιν 33και ει αγαθοποιειτε

τουσ αγαθοποιουντασ υμασ ποια χαρισ

υμειν εστιν και γαρ οι αμαρτωλοι

τουτο ποιουσιν 34καν δανιζετε

παρ ων ελπιζεται απολαβειν ποια χαρισ

υμειν εστιν και γαρ αμαρτωλοι

αμαρτωλοισ δανιζουσιν ινα

απολαβωσιν 35πλην αγαπατε τουσ

εχθρουσ υμων και αγαθοποιειτε

και δανιζετε μηδεν αφελπιζοντεσ

και εσται ο μισθοσ υμων πολυσ

και εσεσθαι υιοι υψιστου οτι αυτοσ

χρηστοσ εστιν επι τουσ αχαριστουσ

και πονηρουσ 36γεινεσθε οικτιρμονεσ

καθωσ και ο πατηρ υμων οικτειρμων

εστιν 37μη κρεινετε ινα μη κριθητε

μη καταδικαζετε ινα μη καταδικασθητε

απολυετε και απολυθησεσθαι

38διδοτε και δοθησεται υμειν

μετρον καλον σεσαλευμενον

πεπιεσμενον υπερεκχυννομενον

δωσουσιν εισ τον κολμων υμων

ω γαρ μετρω μετρειτε αντι

μετρηθησεται υμειν 39ελεγεν δε

και παραβολην αυτοισ μητι δυναται

τυφλοσ τυφλον οδαγειν ουχι αμφοτεροι

εισ βοθυνον ενπεσουνται 40ουκ εστιν μαθητησ

Leaf 183v - Luke 6:40+ (image )

υπερ τον διδασκαλον κατηρτισμενοσ δε

πασ εσται ωσ ο διδασκαλοσ αυτου

41τι δε βλεπεισ το καρφοσ εν τω οφθαλμω

του αδελφου σου την δε δοκον την

εν τω σω οφθαλμω ου κατανοεισ

42η πωσ δυνασαι λεγειν τω αδελφω σου

αφεσ εκβαλω το καρφοσ εκ του

οφθαλμου σου και ιδου η δοκοσ εν τω σω

οφθαλμω υποκειται {υποκρειται} εκβαλε

πρωτον την δοκον εκ του οφθαλμου σου

και τοτε διαβλεψεισ εκβαλειν

το καρφοσ εκ του οφθαλμου του αδελφου σου

43ουκ εστιν δενδρον καλον ποιουν

καρπουσ σαπρουσ ουδε δενδρον σαπρον

ποιουν καρπουσ καλουσ 44εκαστον

δενδρον εκ του καρπου αυτου γεινωσκεται

ου γαρ εκλεγονται εξ ακανθων συκα

ουδε εκ βατου σταφυλην τρυγωσιν

45ο αγαθοσ ανθρωποσ εκ του αγαθου

θησαυρου αυτου τησ καρδιασ προφερει

αγαθον και ο πονηροσ εκ του πονηρου

προφερει το πονηρον εκ γαρ

περισσευματοσ καρδιασ καλει το στομα αυτου

46τι δε με λεγεται κε κε και ου ποιειτε

α λεγω 47πασ ο ερχομενοσ προσ με

και ακουων μου των λογων και ποιων

αυτουσ υποδειξω υμειν τινι εστιν

ομοιοσ 48ομοιοσ εστιν ανθρωπω

οικοδομουντι οικειαν οσ εσκαψεν

και εβαθυνεν και εθηκεν θεμελιον

επι την πετραν πλημυρασ δε γενομενησ

προσερηξεν ο ποταμοσ τη οικεια κεινη

και ουκ ισχυσεν σαλευσαι αυτην τεθεμε

______

42^{υποκρειτα}

Leaf 184v - Luke 6:48+ (image )

λιωτο γαρ επι την πετραν 49ο δε ακουσασ

και μη ποιησασ ομοιοσ εστιν ανθρωπω

οικοδομησαντι οικειαν επι την γην

χωρισ θεμελιου συνερηξεν ο ποταμοσ

και συνεπεσεν και εγενετο το ρηγμα τησ

οικειασ εκεινησ μεγα

1και εγενετο οτε ετελεσεν ταυτα τα ρηματα λαλω̅

ηλθεν εισ καφαρναουμ 2εκατονταρχου δε

τινοσ τισ κακωσ εχων ημελλεν τελευταν

οσ ην αυτω τιμειοσ 3και ακουσασ περι του ιηυ

απεστειλεν πρεσβυτερουσ των ιουδαιων

ερωτων αυτον οπωσ ελθων διασωση

τον δουλον αυτου 4οι δε παραγενομενοι

ηρωτων αυτον σπουδαιωσ λεγοντεσ

οτι αξιοσ εστιν ω παρεξη τουτο 5αγαπα

γαρ το εθνοσ ημων και την συναγωγην

αυτοσ οικοδομησεν ημειν 6επορευετο δε

μετ αυτων ο ιησ ηδη δε ου μακραν

απεχοντοσ αυτου τησ οικειασ επεμψε̅

προσ αυτον ο εκατονταρχοσ φιλουσ

λεγων αυτω κε μη σκυλλου ου γαρ ειμι

ικανοσ ινα μου υπο την στεγην εισ

ελθησ 7αλλ ειπε λογω και ιαθησεται

ο παισ μου 8και γαρ εγω ανθρωποσ

ειμι υπ εξουσιαν τασσομενοσ εχων

υπ εμαυτον στρατιωτασ και λεγω τουτω

πορευου και πορευεται και αλλω ερχου και ερχεται

και τω δουλω μου ποιησον τουτο και ποιει

9ακουσασ δε ταυτα ο ιησ εθαυμασεν

και στραφεισ ειπεν τω ακολουθουντι

οχλω αμην λεγω υμειν ουδεποτε

τοσαυτην πιστιν ευρον εν τω ισραηλ

10και υποστρεψαντεσ εισ οικον οι πεμφθεντεσ

Leaf 185v - Luke 7:10+ (image )

δουλοι ευρον τον ασθενουντα υγιαινοντα

11και τη εξησ επορευετο εισ πολιν καλουμενην

ναιν και συνεπορευοντο αυτω οι μαθηται

αυτου και οχλοσ πολυσ 12εγενετο δε ωσ

ηγγιζεν τη πυλη τησ πολεωσ εξεκομιζετο

τεθνηκωσ υιοσ μονογενησ τη μητρι

αυτου χηρα ουση και πολυσ οχλοσ τησ

πολεωσ συνεληλυθι αυτη 13ιδων δε

ο ιησ εσπλαγχνισθη επ αυτη και ειπεν αυτη

μη κλαιε 14και προσελθων ηψατο τησ

σορου οι δε βασταζοντεσ εστησαν

και ειπεν νεανισκε νεανισκε σοι λεγω

εγερθητι 15και ανεκαθισεν ο νεκροσ

και ηρξατο λαλειν και εδωκεν αυτον

τη μητρι αυτου 16ελαβεν δε φοβοσ

παντασ και εδοξαζον τον θν λεγοντεσ

οτι προφητησ μεγασ εξηγερθη εν ημειν

και οτι επεσκεψατο ο θσ τον λαον αυτου

17και εξηλθεν ουτοσ ο λογοσ εν ολη

τη ιουδαια περι αυτου και εν παση

τη περιχωρω 18εν οισ και μεχρι ιωανου

του βαπτιστου οσ και προσκαλεσαμενοσ

δυο των μαθητων αυτου 19λεγει

πορευθεντεσ ειπατε αυτω συ ει ο

ερχομενοσ η αλλον προσδοκωμεν

20και παραγενομενοι οι ανδρεσ προσ

αυτον ειπαν ιωανησ ο βαπτιστησ

απεσταλκεν ημασ προσ σε λεγων

συ ει ο ερχομενοσ η ετερον προσ

δοκωμεν 21εν αυτη δε τη ωρα εθεραπευεν

πολλουσ απο νοσων και μαστειγων

και πονηρων πνευματων και τυφλουσ

εποιε βλεπειν 22και αποκρειθεισ ειπεν

Leaf 186v - Luke 7:22+ (image )

αυτοισ πορευθεντεσ ειπατε ιωανη

α ειδον υμων οι οφθι και α

ηκουσαν υμων τα ωτα οτι τυφλοι

αναβλεπουσιν χωλοι περιπατουσιν

λεπροι καθαριζονται και κωφοι

ακοουσιν νεκροι εγειρονται

πτωχοι ευαγγελιζονται 23και

μακαριοσ εστιν οσ αν μη σκανδαλισθη

εν εμοι 24απελθοντων δε των αγγελων

ιωανου ηρξατο λεγειν περι ιωανου τοισ

οχλοισ τι εξηλθατε εισ την ερημον

θεασασθαι καλαμον υπο

ανεμου σαλευομενον 25αλλα τι

εξηλθατε ειδειν ανθρωπον εν μαλακοισ

ιματιοισ ημφιεσμενον ιδου οι

εν ιματισμω ενδοξω και τρυφη

διαγοντεσ εν τοισ βασιλειοισ εισιν

26αλλα τι εξηλθατε ειδειν προφητην

ναι λεγω υμειν και περισσοτερον

προφητου οτι ουδεισ μειζων εν

γεννητοισ γυναικων προφητησ

ιωανου του βαπτιστου 27ουτοσ εστιν

περι ου γεγραπται ιδου αποστελλω τον

αγγελον μου προ προσωπου

οσ κατασκευασει την οδον σου

28λεγω δε υμειν οτι ο μεικροτεροσ

αυτου εν τη βασιλεια του θυ μειζων

αυτου εστιν 29και πασ ο λαοσ ακουσασ και οι τελω

ναι εδικαιωσαι τον θν βαπτισθεντεσ

το βαπτισμα ιωανου 30οι δε φαρισαιοι

και νομικοι την βουλην του θυ ηθετησαν

μη βαπτισθεντεσ υπ αυτου 31τινι ουν

ομοιωσω τουσ ανθρωπουσ τησ γενεασ

Leaf 187v - Luke 7:31+ (image )

ταυτησ και τινι εισιν ομοιοι 32ομοιοι

εισιν τοισ παιδιοισ τοισ εν τη αγορα

καθημενοισ και προσφωνουσιν

αλληλοισ λεγοντεσ ηυλησαμεν υμειν

και ουκ ωρχησασθαι εθρηνησαμεν

και {κεκλαυσατε} 33εληλυθεν γαρ ιωανησ

ο βαπτιστησ μητε εσθων μητε πεινων

και λεγετε δαιμονιον εχει

34εληλυθεν ο υιοσ του ανθρωπου

εσθων και πεινων και λεγετε

ιδου ανθρωποσ φαγοσ και

οινοποτησ φιλοσ τελωνων

και αμαρτωλων 35και εδικαιωθη

η σοφια απο των τεκνων αυτησ

36ηρωτησεν δε αυτον τισ των φαρισαιων

ινα φαγη μετ αυτου και εισελθων εισ τον

οικον του φαρισαιου κατεκλιθη

37και ιδου γυνη εν τη πολει αμαρτωλοσ

γνουσα οτι εν τη οικια του φαρισαιου

κατακειται κομισασα μυρου αλαβαστρον

38και στασα οπισω παρα τουσ ποδασ αυτου

κλαιουσα τοισ δακρυσι εβρεξε τουσ

ποδασ αυτου και ταισ θριξει τησ

κεφαλησ αυτησ εξεμαξεν και

κατεφιλει τουσ ποδασ αυτου

και ηλειφεν τω μυρω 39ιδων δε

ο φαρισαιοσ παρ ω κατεκειτο

ειπεν εν εαυτω ουτοσ ει ην προφητησ

εγεινωσκεν αν τισ και ποδαπη η γυνη

η απτομενη αυτου οτι αμαρτωλοσ

εστιν 40και αποκρειθεισ ο ιησ ειπεν

προσ αυτον σιμων εχω σοι τι ειπειν

ο δε εφη διδασκαλε ειπον ο δε ειπεν

______

32^{ουκ εκλαυσατε}

Leaf 188v - Luke 7:41+ (image )

41δυο χρεοφιλετε ησαν δανιστη τινι

ο εισ ωφειλεν δηναρια πεντακοσια

ο δε ετεροσ δηναρια πεντηκοντα

42μη εχοντων αυτων αποδουναι

αμφοτεροισ εχαρισατο τισ ουν αυτον

πλεον αγαπησει 43αποκριθεισ ο σιμων

ειπεν υπολαμβανω οτι ω το πλεον

εχαρισατο ο δε ειπεν αυτω ορθωσ

εκρεινασ 44και στραφεισ προσ την γυναικα

ειπεν τω σιμωνι βλεπεισ ταυτην

την γυναικα εισηλθον σου εισ την οικιαν

και υδωρ επι ποδασ μοι ουκ εδωκασ

αυτη δε τοισ δακρισιν εβρεξεν μου

τουσ ποδασ και ταισ θριξιν αυτησ

εξεμαξεν 45φιλημα μοι ουκ εδωκασ

αυτη δε αφ ησ εισηλθον ου διελιπεν

καταφιλουσα μου τουσ ποδασ 46ελεω την κεφαλη̅ μου

ουκ ηλειψασ αυτη δε

μυρω ηλειψεν 47ου χαριν δε λεγω σοι

αφεωνται αυτη πολλα 48ειπεν δε αυτη

αφεωνται σου αι αμαρτιαι 49και ηρξαντο

οι συνανακειμενοι λεγειν εν εαυτοισ

τισ εστιν ουτοσ οσ και αμαρτιασ αφιησιν

50ειπεν δε προσ την γυναικα γυναι

η πιστισ σου σεσωκεν σε πορευου εν ιρηνη

1και εγενετο εν τω καθεξησ και αυτοσ

διωδευεν κατα πολιν και κωμην

κηρυσσων και ευαγγελιζομενοσ

την βασιλειαν του θυ και οι ιβ μετ αυτου

2και γυναικεσ τινεσ αι ησα τεθεραπευμεναι

απο πνευματων πονηρων και

ασθενιων μαρια η καλουμενη

μαγδαληνη εξ ησ ζ δαιμονια εξεληλυθει

Leaf 189v - Luke 8:3+ (image )

3και ιωανα γυνη χουζα επιτροπου

ηρωδου και σουσαννα και ετεραι πολλαι

αιτινεσ και διηκονουν αυτοισ εκ των

υπαρχοντων αυτων 4συνελθοντοσ δε

οχλου πολλου και των την πολιν

επιπορευομενων προσ αυτον ειπεν

παραβολην τοιαυτην προσ αυτουσ

5εξηλθεν ο σπειρων σπειραι τον σπορον

αυτου και εν τω σπειρειν ο μεν επεσε̅

παρα την οδον και κατεπατηθη και τα

πετεινα κατεφαγεν αυτο 6και αλλο

επεσεν επι την πετραν και φυεν εξηρανθη

δια το μη εχειν ικμαδα 7και αλλο επεσεν

μεσον των ακανθων και συνφυεισαι

αι ακανθαι απεπνιξαν αυτο 8και αλλο

επεσεν επι την γην την αγαθην και καλην

και φυεν και εποιησεν καρπον εκατονταπλασιονα

ταυτα λεγων εφωνει ο εχων ωτα

ακουειν ακουετω 9επηρωτων δε

αυτον οι μαθηται αυτου το τισ ειη

η παραβολη αυτη 10ο δε ειπεν υμειν

δεδοται τα μυστηρια τησ βασιλειασ του θυ

γνωναι τοισ δε λοιποισ

εν παραβολαισ ινα βλεποντεσ μη ειδωσιν

και ακουοντεσ μη συνιωσιν 11εστιν δε

αυτη η παραβολη ο σποροσ εστιν ο λογοσ

ο του θυ 12οι δε παρα την οδον εισιν

οι ακολουθουντεσ ων ερχεται ο διαβολοσ

και αιρει απο τησ καρδιασ αυτων τον λογον

ινα μη πιστευσαντεσ σωθωσιν 13οι δε

επι την πετραν οι οταν ακουσωσιν μετα

χαρασ δεχονται τον λογον και ριζαν

ουκ εχουσιν οι προσ καιρον πιστευουσι

Leaf 190v - Luke 8:13+ (image )

και εν καιρω πειρασμου αφιστανται

14το δε εισ τασ ακανθασ πεσον ουτοι εισιν

οι ακουσαντεσ και υπο μεριμνων

πλουτου και ηδονων του βιου πορευομενοι

συνπνειγονται και ου τελεσφορουσιν

15το δε εισ την καλην γην ουτοι εισιν

οιτινεσ εν καρδια αγαθη ακουσαντεσ

τον λογον του θυ κατεχουσιν και

καρποφορουσιν εν υπομονη

16ουδεισ δε λυχνον αψασ καλυπτει αυτον

σκευει η υποκατω τησ κλεινησ τιθησιν

αλλα επι την λυχνιαν τιθι ινα οι εισ

πορευομενοι βλεπωσι το φωσ

17ου γαρ εστι κρυπτον ο ου φανερον εσται

ουδε αποκρυφον αλλα ινα γνωσθη

και εισ φανερον ελθη 18βλεπετε ουν

πωσ ακουετε οσ γαρ αν εχη δοθησεται

αυτω και οσ αν μη εχη αρθησεται

απ αυτου και ο δοκει εχειν 19παρεγενετο δε

προσ αυτον η μητηρ αυτου και οι αδελφοι

αυτου και ουκ ηδυναντο συντυχειν

αυτω δια τον οχλον 20απηγγελη δε αυτω

οτι η μητηρ σου και οι αδελφοι σου

εξω εστηκασιν ζητουντεσ σε 21ο δε

αποκριθεισ ειπεν αυτοισ η μητηρ μου και οι

αδελφοι μου ουτοι εισιν οι τον λογον του θυ

ακουοντεσ και ποιουντεσ 22εγενετο δε

εν μια των ημερων αναβηναι αυτον

εισ πλοιον και οι μαθηται αυτου

και ειπεν προσ αυτουσ διελθωμεν

εισ το περαν τησ λιμνησ και ανηχθησαν

23πλεοντων δε αυτων αφυπνωσεν

και κατεβη λελαψ ανεμου πολλη

Leaf 191v - Luke 8:23+ (image )

εισ την λιμνην και συνεπληρουντο

και εκινδυνευον 24προσελθοντεσ δε

διηγειραν αυτον λεγοντεσ κε κε

απολλυμεθα ο δε εγερθεισ επετειμησεν

τω ανεμω και τω κλυδωνι και επαυσαντο

και εγενετο γαληνη 25ειπεν δε αυτοισ

που εστιν η πιστισ υμων φοβηθεντεσ δε

εθαυμασαν λεγοντεσ προσ αλληλουσ

τισ αρα ουτοσ εστιν οτι και τοισ ανεμοισ

επιτασσει και τω υδατι και υπακουουσιν αυτω

26κατεπλευσαν δε εισ την χωραν των

γερασηνων ητισ εστιν αντιπερα τησ

γαλιλαιασ 27και εξηλθον επι την γην και

υπηντησεν αυτω ανηρ εκ τησ πολεωσ

οσ ειχεν δαιμονια απο χρονων εικανων

οσ ειματιον ουκ ενεδυδισκετο και

εν οικω ουκ εμενεν αλλ εν τοισ

{μνημνημειοισ} 28ειδων δε τον ιην ανεκραξεν

φωνη μεγαλη ειπεν

τι εμοι και σοι υιε του υψιστου δαιομαι σου

μη με βασανισησ 29ελεγεν γαρ τω

δαιμονιω τω ακαρτω εξελθε απο του

ανθρωπου πολλοισ γαρ χρονοισ

συνηρπακει αυτον εδεσμειτο γαρ

αλυσεσιν και παιδεσ φυλασσομενοσ

και διερησσε τα δεσμα ηλαυνετο γαρ

υπο του δαιμονιου εισ την ερημον

30επηρωτησεν δε αυτον ο ιησ λεγων

τι σοι ονομα εστιν ο δε ειπεν λεγιων

ονομα μοι πολλα γαρ ησαν δαιμονια

31παρεκαλουν δε ινα μη επιταξη

αυτοισ εισ την αβυσσον απελθειν

32ην δε εκει αγελη χοιρων βοσκομενη

______

27^{μνημειοισ}

Leaf 192v - Luke 8:32+ (image )

εν τω ορει παρεκαλουν δε αυτον

ινα εισ τουσ χοιρουσ εισελθωσιν

ο {δ επετρεψεν} αυτοισ 33εξελθοντα δε

τα δαιμονια απου ανθρωπου

ωρμησαν εισ τουσ χοιρουσ

ωρμησεν δε η αγελη κατα του

κρημνου εισ την λιμνην

και απεπνιγη 34ειδοντεσ δε οι βοσκοντεσ

το γεγονοσ εφυγαν και απηγγειλαν

εισ την πολιν και εισ τουσ αγρουσ

35παραγενομενων δε εκ τησ πολεωσ

και θεωρησαντων καθημενον

τον δαιμονιζομενον σωφρονουντα

και ιματισμενον καθημενον

παρα τουσ ποδασ του ιηυ εφοβηθησαν

36απηγγειλαν γαρ αυτοισ οι ιδοντεσ

πωσ εσωθη ο λιων 37ηρωτησαν δε

τον ιην παντεσ και η χωρα των

γερασηνων απελθειν απ αυτων

φοβω γαρ μεγαλω συνιχοντο

ενβασ δε υπεστρεψεν 38ηρωτα δε

αυτον ο ανηρ αφ ου εξεληλυθει

τα δαιμονια ειναι συν αυτω

απελυσεν δε αυτον λεγων 39πορευου

εισ τον οικον σου διηγουμενοσ οσα σοι

ο θσ εποιησεν και απελθων κατα την

πολιν εκηρυσσεν οσα εποιησεν αυτω

ο ιησ 40εγενετο δε εν τω υποστρεψε

τον ιην αποδεξασθαι αυτον τον οχλον

ησαν γαρ παντεσ προσδοκωντεσ αυτον

41και ελθων ανηρ τησ συναγωγησ πεσων

ουτοσ αρχων τησ συναγωγησ πεσων

υπο τουσ ποδασ του ιηυ παρεκαλει αυτον

______

32^{δε επετρεψεν}

Leaf 193v - Luke 8:41+ (image )

εισελθειν εισ την οικιαν αυτου 42ην γαρ

θυγατηρ αυτω μονογενησ ετων ιβ

αποθνησκου και εγενετο εν τω

πορευεσθαι αυτον οι οχλοι συνεπνιγαν

αυτον 43και γυνη ουσα εν ρυσι αιματοσ

απο αιτων βι ην ουδε εισ ισχυεν θεραπευσαι

44προσελθουσα ηψατο του ιματιου αυτου

και παραχρημα εστη η ρυσισ του αιματοσ

αυτησ 45ο δε ιησ γνουσ την εξελθουσαν

εξ αυτου δυναμιν επηρωτα τισ μου ηψατο

αρνουμενων δε παντων ειπεν ο πετροσ

και οι συν αυτω επιστατα οι οχλοι συνεχουσι̅ σε

και αποθλειβουσιν και λεγεισ τισ μου

ηψατο 46ο δε ειπεν ηψατο μου τισ εγω γαρ

εγνων δυναμιν εξελθουσαν απ εμου

47ιδουσα δε η γυνη οτι ουκ ελαθεν εντρομοσ ουσα

ηλθεν και προσπεσουσα αυτω

δι ην αιτιαν ηψατο αυτου απηγγειλεν

ενωπιον παντοσ του λαου και οτι ιαθη

παραχρημα 48ο δε ειπεν αυτη θυγατερ

η πιστισ σου σεσωκεν σε πορευου εν ιρηνη

49ετι αυτου λαλουντοσ ερχονται απο του

αρχισυναγωγου λεγοντεσ αυτω οτι

τεθνηκεν σου η θυγατηρ μηκετι σκυλλε

τον διδασκαλον 50ο δε ιησ ακουσασ

τον λογον απεκριθη αυτω λεγων

μη φοβου μονον πιστευε και σωθησεται

51εισελθων δε εισ την οικιαν ουκ αφηκεν

εισελθειν συν αυτω τινα ει μη πετρον

και ιωανην και ιακωβον και τον

πατερα του κορασιου και την μητερα

52εκλαιον δε παντεσ και εκοπτοντο

αυτην ο δε ειπεν μη καιετε

Leaf 194v - Luke 8:52+ (image )

ου γαρ απεθανεν αλλα καθευδει

53και {κατελουν} αυτου ειδοτεσ οτι

απεθανεν 54αυτοσ δε κρατησασ τησ χειροσ

αυτησ εφωνησεν λεγων η παισ εγειρε

55και υπεστρεψεν το πνευμα αυτησ

και ανεστη παραχρημα και επεταξεν

δοθηναι αυτη φαγειν 56οι δε γονεισ

αυτησ θεωρουντεσ εξεστησαν

παρηγγειλεν δε αυτοισ μηδε ειπειν

το γεγονοσ 1συνκαλεσαμενοσ δε

τουσ ιβ εδωκεν αυτοισ δυναμιν

και εξουσιαν επι πασαν δαιμονιον

και νοσουσ θεραπευειν 2και απεστειλεν

αυτουσ κηρυσσειν την βασιλειαν του θυ

και ιασθαι τουσ ασθενεισ 3και ειπεν προσ αυτουσ

μηδεν αιρετε εισ την οδον μητε ραβδον

μητε πηραν μητε αρτον μητε αργυριον

μητε ανα δυο χιτωνασ εχειν

4και εισ ην αν οικιαν εισελθητε

εκει μενετε κακειθεν εξερχεσθε

5και οσοι αν μη δεξωνται υμασ

εξερχομενοι εκ τησ πολεωσ εκεινησ

εκτειναξατε τον κονιορτον των ποδων υμω̅

εισ μαρτυριον επ αυτουσ

6εξερχομενοι δε κατα πολεισ και ηρχοντο

ευαγγελιζομενοι και θεραπευοντεσ

πανταχου 7ακουσασ δε ηρωδησ

ο τετραρχησ τα γεινομενα ηπορειτο

δια το λεγεσθαι υπο τινων οτι

ιωαννησ εκ νεκρων ανεστη

8υπο τινων δε οτι ηλειασ εφανη

αλλοι δε οτι προφητησ των αρχαιων

ηνεστη 9ειπεν δε ηρωδησ οτι

______

53^{κατεγελουν}

Leaf 195v - Luke 9:9+ (image )

ιωανην εγω απεκεφαλισα τισ δε

εστιν ουτοσ περι ου εγω ταυτα ακουω

και εζητει αυτον ειδειν 10και υποστρεψαντεσ

οι αποστολοι διηγησαντο αυτω οσα

εποιησαν και παραλαβων αυτουσ

ανεχωρησεν κατ ιδιαν εισ κωμην

λεγομενην βηδσαιδα 11οι δε οχλοι

γνοντεσ ηκολουθησαν αυτω και

αποδεξαμενοσ αυτουσ ελαλει

αυτοισ περι τησ βασιλιασ του θυ

και τουσ χρειαν εχοντασ θεραπειασ

αυτου παντασ ιατο

12η δε ημερα ηρξατο κλεινειν προσελθοντεσ δε

οι δωδεκα ειπον αυτω απολυσον τον οχλο̅

ινα πορευθεντεσ εισ τασ κυκλω

κωμασ και τουσ αγρουσ καταλυσωσιν

οτι ωδε εν ερημω τοπω εσμεν

13ειπεν δε προσ αυτουσ δοτε αυτοισυτοισ υμεισ

φαγειν οι δε ειπαν ουκ εισιν ημειν

πλεον η πεντε αρτοι και δυο ιχθυεσ

ει μητι ημεισ πορευθεντεσ αγορασωμεν

εισ παντα τον λαον τουτον βρωματα

14ησαν γαρ ανδρεσ ωσ πεντακισχιλιοι

ειπεν δε προσ τουσ μαθητασ αυτου

κατακλεινατε αυτουσ κλισιασ ωσει ανα

πεντηκοντα 15και εποιησαν ουτωσ

16λαβων δε τουσ πεντε αρτουσ και τουσ

δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον

προσηυξατο και ευλογησεν επ αυτουσ

και εδιδου τοισ μαθηταισ παρατιθεναι

τοισ οχλοισ 17και εφαγον και εχορτασθησαν

παντεσ και ηρθη το περισσευμα των

κλασματων κοφινοι δεκαδυο

Leaf 196v - Luke 9:18+ (image )

18και εγενετο εν τω ειναι αυτουσ κατα μονασ

συνησαν αυτω οι μαθηται και επηρωτησεν

αυτουσ λεγων τινα με λεγουσιν

οι οχλοι ειναι 19οι δε αποκριθεντεσ

ειπαν ιωανην τον βαπτιστην

αλλοι δε ηλειαν η ενα των προφητων

20ειπεν δε αυτοισ υμεισ δε τινα με

λεγετε ειναι αποκριθεισ δε ο πετροσ

ειπεν τον χρν υιον του θυ 21ο δε επιτειμησασ

αυτοισ παρηγγειλεν μηδενι λεγειν τουτο

22ειπων {τοδι} δει τον υιον του ανθρωπου

πολλα παθειν και αποδοκιμασθηναι

υπο των πρεσβυτερων και αρχιερεων

και γραμματεων και αποκτανθηναι

και μεθ ημερασ τρεισ αναστηναι

23ελεγεν δε προσ παντασ ει τισ θελει

οπισω μου ερχεσθε αρνησασθω

εαυτον και ακολουθειτω μοι

24οσ γαρ αν θελη την ψυχην αυτου σωσαι

απολεσει αυτην οσ δ αν απολεση

την ψυχην αυτου ενεκεν εμου

ουτοσ σωσει αυτην 25τι γαρ ωφελει

ανθρωπον κερδησαι τον κοσμον ολον

εαυτον δε απολεσαι η ζημιωθηναι

26οσ γαρ αν αιπεσχυνθη εμε και τουσ εμουσ

τουτον ο υιοσ του ανθρωπου επαισχυνθησεται

οταν ελθη εν τη δοξη αυτου και του πρσ αυτου

και των αγιων αγγελων 27λεγω δε

υμειν οτι αληθωσ εισιν τινεσ

των ωδε εστωτων οι ου μη γευσωνται

θανατου εωσ αν ειδωσιν τον υιον

του ανθρωπου ερχομενον εν τη δοξη αυτου

28εγενετο δε μετα τουσ λογουσ τουτουσ

______

22^{οτι}

Leaf 197v - Luke 9:28+ (image )

ωσει ημεραι οκτω και παραλαβων

πετρον και ιακωβον και ιωανην

ανεβη εισ το οροσ προσευξασθαι

29και εγενετο εν τω προσευχεσθαι αυτον

η ιδεα του προσωπου αυτου ηλλοιωθη

και ο ιματισμοσ αυτου λευκοσ εξαστραπτω̅

30και ιδου ανδρεσ δυο συνελαλουν αυτω

ην δε μωυσησ και ηλειασ 31οφθεντεσ εν δοξη

ελεγον δε την εξοδον αυτου ην μελλει

πληρουν εισ ιερουσαλημ 32ο δε πετροσ

και οι συν αυτω ησαν βεβαρημενοι υπνω

διαγρηγορησαντεσ δε ιδον την δοξαν αυτου

και τουσ δυο ανδρασ τουσ συνεστωτασ αυτω

33και εγενετο εν τω διαχωρισθηναι αυτουσ

απ αυτου ειπεν ο πετροσ τω ιηυ επιστατα

καλον εστιν ημασ ωδε ειναι θελεισ

ποιησω ωδε τρεισ σκηνασ μιαν σοι

και μιαν μωυσει και μιαν ηλεια

μη ειδωσ α λεγει 34ταυτα δε αυτου λεγοντοσ

εγενετο νεφελη και επεσκιασεν αυτουσ

εφοβηθησαν δε εν τω εκεινουσ

εισελθειν εισ την νεφελην 35και φωνη ηλθε̅

εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου

ο αγαπητοσ εν ω ηυδοκησα ακουετε αυτου

36και εν τω γενεσθαι την φωνην ευρεθη

ιησ μονοσ αυτοι δε εσειγησαν και ουδενι

απηγγειλαν εν εκειναισ ταισ ημεραισ

ων εθεασαν 37εγενετο δε δια τησ ημερασ

κατελθοντα αυτον απο του ορουσ συνελθειν

αυτω οχλον πολυν 38και ιδου ανηρ

απο του οχλου εβοησεν λεγων διδασκαλε

δεομαι σου επιβλεψον επι τον υιον μου

οτι μονογενησ μοι εστιν 39λαμβανει γαρ

Leaf 198v - Luke 9:39+ (image )

αυτον εξαιφνησ πνευμα και ρησσει

και σπαρασσει μετα αφρου και μογισ

αποχωρει απ αυτου και συντριβει αυτον

40και εδεηθην των μαθητων σου ινα

απαλλαξωσιν αυτον και ουκ ηδυνηθησαν

41αποκριθεισ δε ο ιησ ειπεν ω γενεα

απιστε και διεστραμμενη εωσ ποτε εσομαι

προσ υμασ και ανεξομαι υμων

προσενεγκε τον υιον σου 42ετι δε

προσερχομενου αυτου ερρηξεν αυτον

το δαιμονιον και συνεταραξεν

επετειμησεν δε ο ιησ τω ακαθαρτω

πνευματι και αφηκεν αυτον και

απεδωκεν τον παιδα τω πατρι αυτου

43παντεσ δε εξεπλησσοντο επι τη

μεγαλιοτητι του θυ παντων δε

θαυμαζοντων επι πασιν οισ εποιει

ειπεν προσ τουσ μαθητασ αυτου

44θεσθαι υμεισ εισ τα ωτα υμων τουσ λογουσ

τουτουσ ο γαρ υιοσ του ανθρωπου

μελλει παραδιδοσθαι εισ χειρασ

ανθρωπων 45οι δε ηγνοουν το ρημα

τουτο και ην κεκαλυμμενον απ αυτων

ινα μη αισθωνται αυτο και εφοβουντο

επερωτησαι περι του ρηματοσ τουτου

46το τισ αν ειη μειζων αυτων 47ο δε ιησ

ιδων τον διαλογισμον αυτων

τησ καρδιασ επιλαβομενοσ παιδιον

εστησεν παρ εαυτον 48και ειπεν οσ αν

δεξηται το παιδιον τουτο επι τω

ονοματι μου εμε δεχεται και τον

αποστειλαντα με ο γαρ μεκροτεροσ

εν πασιν υμειν ουτοσ εστε μεγασ

Leaf 199v - Luke 9:49+ (image )

49αποκριθεισ δε ιωανησ ειπεν επιστατα

ειδομεν τινα επι τω ονοματι σου

εκβαλλοντα δαιμονια και εκωλυσαμεν

αυτον οτι ουκ ακολουθει μεθ ημων

50ειπεν δε ο ιησ μη κωλυετε αυτον

οσ γαρ ουκ εστιν καθ υμων υπερ υμων

εστιν 51εγενετο δε εν τω πληρουσθαι

τασ ημερασ τησ αναλημψεωσ αυτου

και αυτοσ το προσωπον αυτου εστηριξεν

του πορευεσθαι εισ ιερουσαλημ

52και απεστειλεν αγγελουσ προ προσωπου

αυτου και πορευθεντεσ εισηλθον

εισ κωμην σαμαρειτων ωστε αιτοιμασαι

αυτω 53και ουκ εδεξαντο αυτον οτι

το προσωπον αυτου ην πορευομενον

εισ ιερουσαλημ 54ιδοντεσ δε οι μαθηται

αυτου ιακωβοσ και ιωανησ ειπον

κε θελεισ ειπωμεν πυρ καταβηναι

εκ του ουρανου και αναλωσαι αυτουσ

ωσ και ηλειασ εποιησεν 55στραφεισ δε

επετειμησεν αυτοισ και ειπεν

ουκ οιδατε ποιου πνευματοσ εστε

56και επορευθησαν εισ ετεραν κωμην

57και εγενετο πορευομενων αυτων

εν τη οδω ειπεν τισ προσ αυτον

ακολουθησω σοι οπου αν υπαγεισ

58και ειπεν αυτω ο ιησ αι αλωπεκεσ φωλεουσ

εχουσιν και τα πετεινα του ουρανου

κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου

ουκ εχει που την κεφαλην κλεινη

59ειπεν δε προσ ετερον ακολουθι μοι

ο δε ειπεν επιτρεψον μοι πρωτον

απελθοντα θαψαι τον πατερα μου

Leaf 200v - Luke 9:60+ (image )

60ο δε ειπεν αυτω αφεσ τουσ νεκρουσ

θαψαι τουσ εαυτων νεκρουσ συ δε

πορευθεισ διαγγελλε την βασιλειαν του θυ

61ειπεν δε και ετεροσ ακολουθησω σοι κε

επιτρεψον δε μοι πρωτον αποταξασθαι

τοισ εισ οικον μου 62ο δε ιησ ειπεν αυτω

ουδεισ εισ τα οπισω βλεπων και επιβαλλων

την χειρα αυτου επ αροτρον ευθετοσ εστιν

εισ την βασιλειαν του θυ 1απεδειξεν δε

και ετερουσ ο β και απεστιλεν αυτουσ ανα δυο

προ προσωπου αυτου εισ παντα τοπον και πολιν

ου εμελλεν ερχεσθαι 2ελεγεν δε προσ αυτουσ

ο θερισμοσ πολυσ οι δε εργαται ολιγοι

δεηθητε του {θυ} του θερισμου οπωσ

εργατασ εκβαλη εισ τον θερισμον αυτου

3υπαγεται ιδου εγω αποστελλω υμασ ωσ

αρνασ μεσον λυκων 4μη βασταζετε

βαλλαντιον μη πηραν μη υποδηματα

και μηδενα κατα την οδον ασπασησθε

5εισ ην αν δε εισελθητε πρωτον οικιαν

λεγετε ειρηνη τω οικω τουτω

6καν η εκει υιοσ ειρηνησ επαναπαυσετε

επ αυτον η ειρηνη υμων ει δε μη γε

εφ υμασ επιστρεψει η ειρηνη υμων

7εν αυτη δε τη οικεια μενετε εσθοντεσ

και πεινοντεσ τα παρ αυτων

αξιοσ γαρ ο εργατησ του μισθου αυτου

μη μεταβαινετε απο οικιασ εισ

οικιαν 8και εισ ην αν πολιν

εισερχησθε και δεχωνται υμασ

εσθιετε τα παρατιθεμενα υμειν

9και θεραπευετε ουσ εν αυτη

ασθενουντασ και λεγετε αυτοισ

______

2^{κυ}

Leaf 201v - Luke 10:9+ (image )

ηγγικεν εφ υμασ η βασιλεια του θυ

10εισ ην δ αν πολιν εισελθητε και μη

δεξωνται υμασ εξελθοντεσ εισ τασ

πλατειασ αυτησ ειπατε 11και τον κονιορτον

τον κολληθεντα ημειν εκ τησ

πολεωσ υμων εισ τουσ ποδασ

απομασσομεθα υμειν πλην τουτο

γεινωσκετε οτι ηγγικεν η

η βασιλεια του θυ 12λεγω δε υμειν

οτι σοδομοισ ανεκτοτερον εσται

εν τη βασιλεια του θυ η τη πολει εκεινη

13ουαι σοι χοροζαιν και βεδσαιδα οτι

ει εν τυρω και σιδωνι εγενηθησαν

αι δυναμεισ αι γενομεναι εν υμειν

παλαι αν εν σακκω και σποδω καθημεναι

μετενοησαν 14πλην τυρω και σιδωνι

ανεκτοτερον εσται ημειν

15και συ καφαρναουμ μη εωσ ουρανου

υψωθηση η εωσ αδου καταβηση

16ο ακουων υμων εμου ακουει

και ο αθετων υμασ εμε αθετει

ο δε εμου ακουων ακουει του

αποστειλαντοσ με 17υπεστρεψαν δε

οι ο β μετα χαρασ λεγοντεσ κε

και τα δαιμονια υποτασσεται ημειν

εν τω ονοματι σου 18ειπεν δε αυτοισ

εθεωρουν τον σαταναν ωσ

αστραπην εκ του ουρανου πεσοντα

19ιδου διδωμι υμειν την εξουσιαν

του πατειν επανω των οφεων

και των σκορπιων και επι πασαν

την δυναμιν του {εχθυου} και

ουδεν υμασ αδικησει 20πλην

______

19^{εχθρου}

Leaf 202v - Luke 10:20+ (image )

εν τουτω μη χερετε οτι τα δαιμονια υμειν

υποτασσεται χαιρετε δε οτι τα ονοματα

υμων εγραφη εν τω ουρανω

21εν αυτη δε τη ωρα ηγαλλιασατο

εν τω πνευματι τω αγιω και ειπεν

εξομολογουμε σοι πατερ κε του

ουρανου και τησ γησ οτι απεκρυψασ

ταυτα απο συνετων και σοφων

και απεκαλυψασ αυτα νηπιοισ

ναι ο πατηρ οτι ουτωσ εγενετο ευδοκια

ενπροσθεν σου 22παντα μοι παρεδοθη

απο του πατροσ και ουδεισ γεινωσκει

τισ εστιν ο υιοσ ει μη ο πατηρ και τισ

εστιν ο πατηρ ει μη ο υιοσ και ω αν

βουληται ο υιοσ αποκαλυψαι 23στραφεισ δε

προσ τουσ μαθητασ ειπεν αυτοισ μακαριοι

οι οφθαλμοι οι βλεποντεσ α βλεπετε

και ακουοντεσ α ακουετε 24λεγω γαρ υμειν

οτι πολλοι προφηται ηθελησαν ειδειν

α υμεισ βλεπετε και ουκ ειδον και ακουσαι

α υμεισ ακουετε και ουκ ηκουσαν

25ανεστη δε τισ νομικοσ εκπιραζων

αυτον και λεγων τι ποιησασ ζωην

αιωνιον κληρονομησω 26ο δε ειπεν

προσ αυτον εν τω {ονομα} γεγραπται

πωσ αναγεινωσκεισ

27ο δε αποκριθεισ ειπεν αγαπησεισ κν

τον θν σου εν ολη τη καρδια σου και

εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου

και τον πλησιον σου ωσ σεαυτον

28ειπεν δε αυτω ορθωσ απεκριθησ

τουτο ποιει και ζησεισ 29ο δε θελων

εαυτον δικαιωσαι ειπεν προσ τον ιην

______

26^{ονοματι}

Leaf 203v - Luke 10:29+ (image )

και τισ εστιν μου πλησιον 30υπολαβων δε

ο ιησ ειπεν αυτω ανθρωποσ τισ

κατεβενεν απο ιερουσαλημ εισ ιεριχω

και λησταισ περιεπεν οι και εκδυσαντεσ

και πληγασ επειθεντεσ απηλθον

αφεντεσ ημιθανη 31κατα τυχα

ιερευσ τισ καταβαινων εν τη οδω εκεινη

και ιδων αυτον αντιπαρηλθεν 32ομοιωσ

δε και λευειτησ γενομενοσ κατα τον

τοπον και ιδων αυτον αντιπαρηλθεν

33σαμαριτησ δε τισ οδευων ηλθεν κατ αυτον

και ιδων αυτον εσπλαγχισθη 34και

προσελθων κατεδησεν τα τραυματα αυτου

επιχεων ελεον και οινον και επιβιβασασ

αυτον επι το ιδιον κτηνοσ ηγαγεν αυτον

εισ πανδοχειον και επεμεληθη αυτου

35και επι την αυριον εκβαλων δηναρια δυο

εδωκεν τω πανδοκει και ειπεν

επιμεληθητι αυτου και ο τι αν προσ

δαπανησεισ εν τω επανερχεσθαι με

εγω αποδωσω 36τινα ουν δοκεισ πλησιον

γεγονεναι του ενπεσοντοσ εισ τουσ ληστασ

37ο δε ειπεν ο ποιησασ το ελεοσ μετ αυτου

ειπεν δε ο ιησ πορευου και συ ποιει ομοιωσ

38εγενετο δε εν τω πορευεσθαι αυτον

εισελθειν εισ κωμην τινα γυνη δε τισ

ονοματι μαρθα υπεδεξατο αυτον

εισ τον οικον αυτησ 39και τηδε ην αδελφη

καλουμενη μαρια η παρακαθισασα

παρα τουσ ποδασ του κυ ηκουε τον λογον

40η δε μαρθα περιεσπατο περι πολλην

διακονιαν επισταθεισ δε ειπεν κε

ου μελι σοι οτι η αδελφη μου κατελιπεν με

Leaf 204v - Luke 10:40+ (image )

μονην διακονειν ειπον ουν αυτη

ινα μου αντιλαβητε 41αποκριθεισ δε ο ιησ

ειπεν αυτη μαρθα μαρθα θορυβαζη 42μαρια τη̅

αγαθην μεριδα εξελεξατο η ουκ αφαιρεθησεται

αυτησ 1και εγενετο εν τω ειναι αυτον

εν τοπω τινι προσευχομενον και ωσ

επαυσατο ειπεν τισ των μαθητων αυτου

προσ αυτον κε διδαξον ημασ προσευχεσθαι

καθωσ και ιωανησ εδιδαξεν τουσ

μαθητασ αυτου 2ο δε ειπεν οταν

προσευχησθε μη βαττολογειτε ωσ οι λοιποι

δοκουσιν γαρ τινεσ οτι εν τη πολυλογεια

αυτων εισακουσθησονται αλλα προσευχομενοι

λεγετε πατερ ημων ο εν τοισ ουρανοισ

αγιασθητω ονομα σου εφ ημασ

ελθετω σου η βασιλεια γενηθητω το

θελημα σου ωσ εν ουρανω και επι γησ

3τον αρτον ημων τον επιουσιον

δοσ ημειν σημερον 4και αφεσ ημειν

τα οφιλεματα ημων ωσ και ημεισ

αφειομεν τοισ οφειλεταισ ημων

και μη εισενεγκησ ημασ εισ πειρασμον

αλλα ρυσαι ημασ απο του πονηρου

5και ειπεν τισ εξ υμων

εξει φιλον και πορευσεται προσ αυτον

μεσανυκτιου και ερει αυτω φιλε

χρησον μοι τρεισ αρτουσ 6επειδη

φιλοσ μοι παρεστιν απ αγρου και ουκ εχω

ο παραθησω αυτω 7εκεινοσ δε εσωθεν

αποκρειθεισ ερει μη μοι κοπουσ παρεχε

ηδη η θυρα κεκλισται και τα παιδια μου μετ εμου

εν τη κοιτη εστιν ου δυναμαι αναστασ

δουναι σοι 8λεγω υμειν ου δωσει αυτω

Leaf 205v - Luke 11:8+ (image )

αναστασ δια το ειναι αυτον φιλον αυτου

δια γε την αναιδιαν αυτου εγερθεισ

δωσει οσον χρηζει 9καγω υμειν λεγω

αιτειτε και δοθησεται υμειν ζητειτε

και ευρησεται κρουετε και ανοιχθησεται υμειν

10πασ γαρ ο αιτων λαμβανει και ο ζητων

ευρισκει και τω κρουοντι ανοιγεται

11τισ δε εξ υμων τον πατερα ο υιοσ αιτησει

αρτον μη λιθον αυτω επιδωσει η και

ιχθυν αιτησει μη αντι ιχθυοσ οφιν αυτω

επιδωσει 12εαν δε και ωον αιτησει μη

σκορπιον αυτω επειδωσει 13ει ουν υμεισ

πονηροι οντεσ οιδατε δοματα αγαθα

διδοναι τοισ τεκνοισ υμων ποσω μαλλο̅

ο πατηρ ο εξ ουρανου δωσει αγαθον δομα

τοισ αιτουσιν αυτον 14ταυτα δε ειποντοσ

αυτου προσφερετε αυτω δαιμονιζομενοσ

κωφοσ και εκβαλοντοσ αυτου παντεσ

εθαυμαζον 15και τινεσ εξ αυτων ειπον

εν βεελζεβουλ αρχοντι των δαιμονιων

εκβαλλει τα δαιμονια ο δε αποκριθεισ

ειπεν πωσ δυναται σατανασ σαναν

εκβαλειν 16ετεροι δε πειραζοντεσ σημειον

εξ ουρανου εζητουν παρ αυτου 17αυτοσ δε

ειδωσ αυτων τα διανοηματα

ειπεν αυτοισ πασα βασιλεια διαμερισθεισα

εφ εαυτην ερημουται και οικοσ επ οικον πεσιται

18ει δε και ο σατανασ εφ εαυτον διεμερισθη

ου σταθησεται η βασιλεια αυτου οτι λεγετε

εν βεελζεβουλ εκβαλλειν με τα δαιμονια

19ει δε εγω εν βεελζεβουλ εκβαλλω

τα δαιμονια υιοι υμων εν τι

εκβαλλουσιν δια τουτο αυτοι υμων

Leaf 206v - Luke 11:19+ (image )

κριται εσονται 20ει δε εγω εν δακτυλω θυ

εκβαλλω τα δαιμονια αρα εφθασεν

εφ υμασ η βασιλεια του θυ 21οταν ο ισχυροσ

καθωπλισμενοσ φυλασσει την αυλην

αυτου εν ιρηνη εστιν τα υπαρχοντα αυτου

22εαν δε ισχυροτεροσ επελθων την

πανοπλιαν αυτου αιρει εφ η πεποιθεν

και τα σκυλα αυτο διαδιδωσιν

23ο μη ων μετ εμου κατ εμου εστιν

και ο μη συναγων μετ εμου σκορπιζει

24οταν δε το ακαθαρτον πνευμα εξελθη

απο του ανθρωπου διερχεται δια των υδρων

τοπων ζητουν αναπαυσιν και μη

ευρισκον λεγει υποστρεψω εισ τον

οικον μου οθεν εξηλθον 25και ελθων

ευρισκι σεσαρωμενον κεκοσμημενον

26πορευεται και παραλαμβανει αλλα

επτα πνευματα πονηροτερα εαυτου

και εισελθοντα κατοικει και γεινεται

τα εσχατα του ανθρωπου εκεινου

χειρονα των πρωτων 27εγενετο δε

εν τω λεγειν αυτον ταυτα γυνη τισ

επαρασα φωνην εκ του οχλου ειπεν αυτω

μακαρια η κοιλια η βαστασασα σε

και μασθοι ουσ εθηλασασ 28ο δε ειπεν

μενουνγε μακαριοι οι ακουοντεσ

τον λογον του θυ και φυλασσοντεσ

29των δε οχλων επαθροζομενων

ηρξατο λεγειν η γενεα αυτη γενεα

πονηρα εστιν σημειον επειζητει

και σημειον ου δοθησεται αυτη

ει μη το σημειον ιωνα 30καθωσ γαρ

εγενετο ιωνασ σημιον τοισ νινευταισ

Leaf 207v - Luke 11:30+ (image )

ουτωσ εσται και ο υιοσ του ανθρωπου

τη γενεα ταυτη και καθωσ ιωνασ

εν τη κοιλια του κητουσ εγενετο

τρισ ημερασ και τρεισ νυκτασ

ουτωσ και ο υιοσ του ανθρωπου εν τη γη

31βασιλισσα νοτου εγερθησεται μετα των

ανδρων τησ γενεασ ταυτησ και

κατακρινει αυτουσ οτι ηλθεν εκ των

περατων τησ γησ ακουσαι την σοφιαν

σολομωνοσ και ιδου πλεον σολομωνοσ

ωδε 33ουδεισ λυχνον αψασ εισ κρυπτην

τιθησιν ουδε υπο τον μοδιον αλλα επι την

λυχνιαν ινα οι εισπορευομενοι το φωσ

βλεπωσιν 34ο λυχνοσ του σωματοσ σου

εστιν ο οφθαλμοσ σου οταν η ο οφθαλμοσ σου

απλουσ παν το σωμα σου φωτινον εστιν

οταν δε πονηροσ η και το σωμα σου εστιν

σκοτινον εστιν 35ει ουν το φωσ το εν σοι

σκοτοσ το σκοτοσ ποσον

37εδεηθη δε αυτου τισ φαρισαιοσ

ινα αριστηση μετ αυτου εισελθων δε

ανεπεσεν 38ο δε φαρισαιοσ ηρξατο

διακρεινομενοσ εν εαυτω λεγειν

δια τι ου πρωτον εβαπτισθη προ του

αριστου 39ειπεν δε ο κσ προσ αυτον

νυν υμεισ οι φαρισαιοι υποκριται

το εξωθεν του ποτηριου και του

πινακοσ καθαριζετε το δε εσωθεν

υμων γεμει αρπαγησ και πονηριασ

40αφρονεσ ουχ ο ποιησασ το εσωθεν

και το εξωθεν εποιησεν 41πλην

τα ενοντα δοτε ελεημοσυνην

και ιδου παντα καθαρα εσται υμειν

Leaf 208v - Luke 11:42+ (image )

42αλλα ουαι υμειν τοισ φαρισαιοισ

οτι αποδεκατουτε το ηδυοσμον

και το πηγανον και παν λαχανον

και παρερχεσθαι την κρισιν και την

αγαπην του θυ 43ουαι υμειν φαρισαιοι οτι αγαπατε

την πρωτοκαθεδριαν εν ταισ συναγωγαισ

και τουσ ασπασμουσ εν ταισ αγοραισ

και πρωτοκλισιασ εν τοισ δειπνοισ

44ουαι υμειν γραμματεισ και φαρισαιοι

οτι εστε μνημεια αδηλα και οι

ανθρωποι επανω περιπατουντεσ

ουκ οιδασιν 45αποκριθεισ δε τισ των

νομικων λεγει αυτω διδασκαλε

ταυτα λεγων και ημασ υβρειζεισ

46ο δε ειπεν και υμειν ουαι τοισ

νομικοισ οτι φορτιζετε τουσ

ανθρωπουσ φορτια δυσβακτατα

και αυτοι ενι των δακτυλων υμων

ου {προσψδυετε} 47ουαι υμειν οτι

οικοδομειτε τα μνημεια των

προφητων οι δε πατερεσ υμων

απεκτειναν αυτουσ 48αρα μαρτυρειτε

μη συνευδοκειν τοισ εργοισ των

πατερων υμων οτι αυτοι μεν

απεκτειναν αυτουσ υμεισ δε

οικοδομειτε 49δια τουτο αποστελλω

εισ αυτουσ προφητασ και αποστολουσ

και εξ αυτων αποκτενουσιν

και εκδιωξουσιν 50ινα εκζητηθη

το αιμα παντων των προφητων

το εκχυννομενον απο καταβολησ

κοσμου εωσ τησ γενεασ ταυτησ

51απο αιματοσ αβελ εωσ αιματοσ

______

46^{προσψυετε}

Leaf 209v - Luke 11:51+ (image )

ζαχαριου υιου βαραχειου ον εφονευσαν

ανα μεσον του θυσιαστηριου και του ναου

ναι λεγω υμειν {εζητησεται} απο τησ

γενεασ ταυτησ 52ουαι υμειν τοισ

νομικοισ οτι εκρυψατε την κλειν

τησ γνωσεωσ και αυτοι ουκ ισηλθατε

και τουσ εισπορευομενουσ εκωλυσατε

53λεγοντεσ δε ταυτα προσ αυτουσ

ενωπιον παντοσ του λαου ηρξαντο

οι φαρισαιοι και οι νομικοι δεινωσ

εχειν και συνβαλλειν αυτω περι

πλειονων 54ζητουντεσ αφορμην

τινα λαβειν αυτου ινα ευρωσιν

κατηγορησαι αυτου 1πολλων δε

οχλων συνπεριεχοντων κυκλω

ωστε αλληλουσ συνπνιγειν ηρξατο

λεγειν προσ τουσ μαθητασ πρωτον

προσεχετε εαυτοισ απο τησ ζυμησ

των φαρισαιων ητισ εστιν υποκρισισ

2ουδεν γαρ συνκεκαλυμμενον εστιν

ο ου φανερωθησεται και κρυπτον

ο ου γνωσθησεται 3ανθ ων οσα

εν τη σκοτεια ειπατε εν τω φωτι

ακουσθησεται και ο προσ το ουσ

ελαλησατε εν τοισ ταμειοισ κηρυχθησεται

επι των δωματων 4λεγω δε υμειν τοισ φιλοισ μου

μη φοβηθηται απο των αποκτενοντων

το σωμα την δε ψυχην μη δυναμενων

αποκτειναι μηδε εχοντων περισσον

τι ποιησαι 5υποδειξω δε υμειν τινα

φοβηθητε τον μετα το αποκτειναι

εχοντα εξουσιαν εισ γεενναν βαλειν

ναι λεγω υμειν τουτον φοβηθητε

______

51^{εκζητηθησεται}

Leaf 210v - Luke 12:6+ (image )

6ουχι πεντε στρουθεια πωλειται ασσαριων

δυο και εν εξ αυτων ουκ εστιν

επιλελησμενον ενωπιον του θυ

7αλλα και αι τριχεσ υμων πασαι τησ κεφαλησ

ηριθμημεναι εισιν μη ουν φοβηθητε

πολλων γαρ στρουθιων διαφερετε υμεισ

8λεγω δε υμειν οτι πασ οσ αν ομολογησει

εν εμοι ενπροσθεν των ανθρωπων

και ο υιοσ του ανθρωπου ομολογησει

εν αυτω ενπροσθεν των αγγελων

του θυ 9ο δε αρνησαμενοσ με

ενπροσθεν των ανθρωπων αρνηθησεται

ενπροσθεν των αγγελων του θυ

10και πασ οσ αν ερει λογον εισ τον υιον

του ανθρωπου αφεθησεται αυτω

εισ δε το πνα το αγιον ουκ αφεθησεται

αυτω ουτε εν τω αιωνι τουτω

ουτε εν τω μελλοντι 11οταν δε

φερωσιν υμασ εισ τασ συναγωγασ

και τασ αρχασ και τασ εξουσιασ

μη προμεριμνατε πωσ απολογησησθε

η τι ειπητε 12το γαρ αγιον πνα διδαξει

υμασ εν αυτη τη ωρα α δει ειπειν

13ειπεν δε τισ αυτω εκ του οχλου διδασκαλε

ειπον τω αδελφω μου μερισασθαι

μετ εμου την κληρονομιαν

14ο δε ειπεν αυτω ανθρωπε τισ με

κατεστησεν κριτην εφ υμασ

15ειπεν δε προσ αυτουσ ορατε και

φυλασσεσθαι απο πασησ πλεονεξιασ

οτι ουκ εν τω περισσευειν τινι εστιν

η ζωη εκ των υπαρχοντων αυτω

16ειπεν δε προσ αυτουσ παραβολην λεγων

Leaf 211v - Luke 12:16+ (image )

ανθρωπου τινοσ πλουσιου ηυφορησεν

η χωρα 17και διελογιζετο εν εαυτω λεγων

τι ποιησω οτι ουκ εχω που συναξω

τουσ καρπουσ μου 18και ειπεν τουτο

ποιησω καθελω μου τασ αποθηκασ

και ποιησω αυτασ μειζονασ

κακει συναξω παντα τα γενηματα μου

19και ερω τη ψυχη μου ψυχη εχεισ

πολλα αγαθα ευφραινου 20ειπεν δε αυτω ο θσ

αφρων ταυτη τη νυκτι απαιτουσιν την

ψυχην σου απο σου α ουν ητοιμασασ

τινοσ εσται 22ειπεν δε προσ τουσ μαθητασ

αυτου δια τουτο λεγω υμειν μη

μεριμνατε τη ψυχη τι φαγητε μηδε

τω σωματι τι ενδυσησθε 23η γαρ ψυχη

πλεον εστιν τησ τροφησ και το σωμα

του ενδυματοσ 24κατανοησατε τα πετεινα

του ουρανου οτι ουτε σπειρουσιν ουτε

θεριζουσιν οισ ουκ εστιν ουτε ταμειον

ουτε αποθηκη και ο θσ τρεφει αυτα

ουχι υμεισ διαφερεται των πετεινων

25τισ δε εξ υμων δυναται προσθειναι

επι την ηλικειαν αυτου πηχυν 26και περι τω̅

λοιπων τι μεριμνατε 27κατανοησατε

τα κρινα πωσ ουτε νηθει ουτε υφαινει

λεγω δε υμειν οτι ουδε σολομων

εν παση τη δοξη αυτου περιεβαλετο

ωσ εν τουτων 28ει δε τον χορτον του

αγρου σημερον οντα και αυριον

εισ κλειβανον βαλλομενον ο θσ

ουτωσ αμφιεζει ποσω μαλλον υμασ

ολιγοπιστοι 29και υμεισ μη ζητειτε

τι φαγητε η τι πιητε και μη μετεωριζεσθαι

Leaf 212v - Luke 12:30+ (image )

30ταυτα γαρ παντα τα εθνη του κοσμου

ζητει οιδεν γαρ ο πατηρ υμων

οτι χρηζεται τουτων 31ζητειτε δε την

βασιλειαν {αυτου} και ταυτα παντα

προστεθησεται υμειν 32μη φοβου

το μεικρον ποιμνιον οτι εν αυτω

ηυδοκησεν ο πατηρ υμων δουναι υμειν

την βασιλειαν 33πωλησαται τα υπαρχοντα

υμων και δοτε ελεημοσυνην

ποιησατε εαυτοισ βαλλαντια μη

παλαιουμενα θησαυρον ανεγλιπτον

εν τοισ ουρανοισ οπου κλεπτησ ουκ εγγιζει

ουδε σησ διαφθερει 34οπου γαρ εστιν

ο θησαυροσ υμων εκει εται και

η καρδια ημων 35εστω υμων η οσφυσ

περιεσζωσμενη και οι λυχλοι

καιομενοι 36και υμεισ ομοιοι ανθρωποισ

προσδεχομενοισ τον κν αυτων ποτε

αναλυση εκ των γαμων ινα ελθοντοσ

και κρουσαντοσ ευθεωσ ανυξουσιν

αυτω 37μακαριοι οι δουλοι εκεινοι ουσ ελθων

ο κσ ευρη γρηγορουντασ αμην λεγω

υμειν οτι περιζωσεται και ανακλινει

αυτουσ και παρελθων διακονησει

αυτοισ 38και εαν ελθη τη εσπερινη

φυλακη και ευρησει ουτωσ ποιησει

και εαν εν τη δευτερα και τη τριτη

μακαριοι εισιν εκεινοι 39τουτο δε

γεινωσκετε οτι ει ηδει ο οικοδεσποτησ

ποια ωρα ο κλεπτησ ερχεται ουκ αν

40και υμεισ δε γεινεσθαι ετοιμοι

οτι η ωρα η ου δοκειτε ο υιοσ του ανθρωπου

ερχεται 41και ειπεν ο πετροσ κε

______

31^{του θυ}

Leaf 213v - Luke 12:41+ (image )

προσ ημασ λεγεισ την παραβολην

ταυτην 42και ειπεν ο κσ τισ αρα εστιν

ο πιστοσ οικονομοσ ο φρονιμοσ

ο αγαθοσ ον καταστησει ο κσ επι την

θεραπειαν αυτου διδοναι εν καιρω

σιτομετριον 43μακαριοσ ο δουλοσ

εκεινοσ ον ελθων ο κσ αυτου ευρησει

αυτον ποιουντα ουτωσ 44αμην λεγω

υμειν οτι επι πασιν τοισ υπαρχουσιν

αυτου καταστησει αυτον 45εαν δε ειπη

ο δουλοσ εκεινοσ εν τη καρδια αυτου

χρονιζει ο κσ μου ερχεσθαι και αρξηται

τυπειν τουσ παιδασ και τασ παιδισκασ

εσθιων τε και πεινων μεθυσκομενοσ

46ηξει ο κσ αυτου εν ημερα η ου προσδοκα

και εν ωρα η ου γεινωσκει και διχοτομησει

αυτον και το μεροσ αυτου θησει

μετα των απιστων 47εκεινοσ δε

ο δουλοσ ο γνουσ το θελημα του κυ αυτου

και μη ποιησασ προσ το θελημα αυτου

δαρησεται πολλασ 48ο δε μη γνουσ

ποιησασ δε αξια πληγων δαρησεται

ολιγασ παντι δε ω εδωκαν πολυ

ζητησουσιν απ αυτου περισσοτερον

και ω παρεθεντο πολυ πλεον

απαιτησουσιν αυτον 49πυρ ηλθον βαλειν

εισ την γην και τι θελω ει ηδη ανηφθη

50βαπτισμα δε εχω βαπτισθηναι και

πωσ συνεχομαι εωσ οτου τελεσθη

51δοκειτε οτι ειρηνην παρεγενομην

ποιησαι εν τη γη ουχι λεγω υμειν

αλλα διαμερισμον 52εσονται γαρ απο του νυν

εν ενι οικω πεντε τρεισ διαμεμερισμενοι

Leaf 214v - Luke 12:52+ (image )

εν δυσιν και δυο εν τρισιν 53διαμερισθησονται

πατηρ εφ υιω και υιοσ επι πατρι αυτου

διαμερισθησονται μητηρ επι θυγατερα

και θυγατηρ επι την μητερα πενθερα

επι την νυμφην αυτησ και νυμφη

επι την πενθεραν 54ελεγεν δε και τοισ

οχλοισ οταν ειδητε την νεφελην

ανατελλουσαν απο δυσμων ευθεωσ λεγετε

ομβροσ ερχεται και γεινεται ουτωσ

55και οταν νοτον πλεοντα λεγετε

καυσων εσεται και γεινεται 56υποκριται

το μεν προσωπον του ουρανου

και τησ γησ οιδατε δοκειμαζειν πλην

τον καιρον τουτον ου δοκιμαζετε

57και αφ εαυτων ου κρινεται το δικαιον

58ωσ γαρ υπαγεισ μετα του αντιδικου σου

επ αρχοντα εν τω οδω δοσ εργασιαν

απαλλαγηναι απ αυτου μηποτε κατακρεινη σε

προσ τον κριτην και ο κριτησ παραδωσει σε

τω πρακτορι και ο πρακτωρ βαλει σε

εισ φυλακην 59λεγω σοι ου μη εξελθησ

εκειθεν εωσ ου αποδοισ τον εσχατον

κοδραντην 1παρησαν δε τινεσ

αυτω τω καιρω απαγγελλοντεσ αυτω

περι των γαλιλαιων ων το αιμα

πειλατοσ εμειξεν μετα των θυσιων αυτων

2και αποκριθεισ ο ιησ ειπεν αυτοισ

δοκειτε οτι ουτοι οι γαλιλαιοι παρα παντασ

τουσ γαλιλαιουσ εγενοντο αμαρτωλοι

οτι ταυτα πενπονθασιν 3ουχι λεγω υμειν

αλλα εαν μη μετανοησητε παντεσ

ομοιωσ απολεισθαι 4η εκεινοι οι δεκα

οκτω εφ ουσ επεσεν ο πυργοσ του σιλωαμ

Leaf 215v - Luke 13:4+ (image )

και απεκτεινεν αυτουσ δοκειτε οτι

οφειλεται εγενοντο παρα παντασ τουσ

ανθρωπουσ τουσ {ενοικουνταο} ιερουσαλημ

5ουχι λεγω δε υμειν οτι εαν μη μετανοησηται

παντεσ ομοιωσ απολεισθαι

6ελεγεν δε ταυτην την παραβολην συκην

τισ ειχεν πεφυτευμενην εν τω

αμπελωνι αυτου και ηλθεν ζητων

καρπον απ αυτησ και μη ευρων

7ειπεν προσ τον αμπελουργον ιδου

ετη τρια αφ ου ερχομαι ζητων καρπον

εν τη συκη ταυτη και ουκ ευρισκω

φερε την αξεινην εκκοψον αυτην

ινα τι και την γην καταργει 8ο δε

αποκριθεισ λεγει αυτω κε αφεσ αυτην

ετι τουτον τον ενιαυτον εωσ οτου

σκαψω περι αυτην και βαλω κοφινον

κοπριων 9και εαν μεν ποιηση καρπον

ει δε μη γε εισ το μελλον εκκοψεισ αυτην

10ην δε διδασκων εν μια των συναγωγων

σαββατω 11και ιδου γυνη εν ασθενεια ην

πνσ ετη ιη και ην συνκαπτουσα και

μη δυναμενη ανακυψαι εισ το

παντελεσ 12ειδων δε αυτην ο ιησ ειπεν

αυτη γυναι απολελυσαι απο τησ

ασθενειασ σου 13και επεθηκεν τασ

χειρασ αυτη και παραχρημα ανορθωθη

και εδοξαζεν τον θν 14αποκριθεισ δε

ο αρχισυναγωγοσ αγανακτων ελεγεν

τω οχλω οτι τω σαββατω εθεραπευσεν

ιησ εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι

εν ταυταισ ουν ερχομενοι θεραπευεσθαι

και μη τη ημερα του σαββατου

______

4^{ενοικουντασ}

Leaf 216v - Luke 13:15+ (image )

15απεκριθη δε αυτω ο ιησ και ειπεν υποκριτα

εκαστοσ υμων τω σαββατω ου λυει

τον βουν αυτου και τον ονον απο τησ

φατνησ και απαγαγων ποτειζει 16ταυτην

δε θυγατερα του αβρααμ ουσαν ην εδησεν

ο σατανασ ιδου ετη ιη ουκ εδει λυθηναι

απο του δεσμου τουτου τη ημερα του

σαββατου 17και κατησχυνθησαν οι

αντικειμενοι αυτω και πασ ο οχλοσ

εχαιρεν εν πασιν οισ εθεωρουν

ενδοξοισ υπ αυτου γεινομενοισ

18ελεγεν δε τινι ομοια εστιν η βασιλεια

του θυ και τινι ομοιωσω αυτην

19ομοια εστιν κοκκω σιναπεωσ ον

λαβων ανθρωποσ εβαλεν εισ τον κηπον

αυτου και ηυξησεν και εγενετο δενδρον

και τα πετεινα του ουρανου κατεσκηνωσαν

υπο τουσ κλαδουσ αυτου 20η τινι ομοια

εστιν η βασιλεια του θυ και τινι ομοιωσω

αυτην 21ομοια εστιν ζυμη ην λαβουσα

γυνη ενεκρυψεν εισ αλευρου σατα τρια

εωσ ου ζυμωθη ολον 22και διεπορευετο

κατα πολεισ και κωμασ διδασκων

και πορειαν ποιουμενοσ εισ ιερουσαλημ

23ειπεν δε τισ αυτω κε ει ολιγοι εισιν οι σωζομενοι

ο δε αποκριθεισ ειπεν 24αγωνιζεσθε

εισελθειν δια τησ στενησ θυρασ

οτι πολλοι λεγω υμειν ζητησουσιν

εισελθειν και ουχ ευρησουσιν 25αφ οτου

αν ο οικοδεσποτησ εισελθη και

αποκλειση την θυραν και αρξησθε

εξω εσταναι και κρουειν λεγοντεσ

κε κε ανοιξον ημειν και αποκριθεισ

Leaf 217v - Luke 13:25+ (image )

ερει υμειν ουκ οιδα υμασ ποθεν εστε

26τοτε αρξησθε λεγειν κε εφαγομεν

ενωπιον σου και επιομεν και εν ταισ

πλατειαισ ημων εδιδαξασ

27και ερει λεγω υμειν ουδεποτε ειδον

υμασ αποστητε απ εμου παντεσ

εργαται ανομιασ 28εκει εσται ο κλαυθμοσ

και ο βρυγμοσ των οδοντων οταν

οψεσθαι αβρααμ και ισακ και ιακωβ

και παντασ τουσ προφητασ εν τη βασιλεια

του θυ υμασ δε εκβαλλομενουσ εξω

29και ηξουσιν απο ανατολων και δυσμων

και βορρα και νοτου και ανακλειθησονται

εν τη βασιλεια του θυ 30και ειδου εισιν

εσχατοι οι εσονται πρωτοι και εισιν

πρωτοι οι εσονται εσχατοι

31εν ταυτη τη ωρα προσηλθαν αυτω τινεσ

των φαρισαιων λεγοντεσ εξελθε

και πορευου εντευθεν οτι ηρωδησ

ζητει σε αποκτειναι 32και ειπεν αυτοισ

πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη

ιδου εκβαλλω δαιμονια

και ειασισ αποτελουμαι σημερον

και αυριον και τη τριτη τελειουμαι

33πλην δει με σημερον και τη αυριον

και τη ερχομενη πορευεσθαι

οτι ουκ ενδεχεται απολεσθαι {προτην}

εξω ιερουσαλημ 34ιερουσαλημ ιερουσαλημ

η αποκτεινουσα τουσ προφητασ και

λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτη̅

ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου

ον τροπον ορνιξ τα νοσσια αυτησ υπο τασ

πτερυγασ και ουκ ηθελησατε 35ιδου

______

33^{προστην}

Leaf 218v - Luke 13:35+ (image )

αφιεται υμειν ο οικοσ υμων ερημοσ

λεγω δε υμειν ου μη με ιδητε εωσ ηξει

οτε ειπητε ευλογημενοσ ο ερχομενοσ

εν ονοματι κυ 1και εγενετο εν τω

εισελθειν αυτον εισ οικον τινοσ

των αρχοντων των φαρισαιων

σαββατω φαγειν αρτον και αυτοι ησαν

παρατηρουμενοι αυτον 2και ιδου ανθρωποσ

ην υδρωπικοσ ενπροσθεν αυτου

3και αποκριθεισ ο ιησ ειπεν προσ τουσ

νομικουσ και φαρισαιουσ εξεστιν τω

σαββατω θεραπευσαι η ου 4οι δε ησυχασαν

και επιλαβομενοσ αυτον και ιασαμενοσ

απελυσεν 5και ειπεν προσ αυτουσ

τινοσ εξ υμων προβατον η βουσ

εισ φρεαρ ενπεσειται τη ημερα του σαββατου

και ουκ ευθεωσ ανασπασει αυτον

6οι δε ουκ απεκριθησαν προσ ταυτα

7ελεγεν δε και προσ τουσ κεκλημενουσ

παραβολην επεχων πωσ τασ πρωτοκλισιασ

εξελεγοντο λεγων προσ αυτουσ

8οταν κληθησ εισ γαμον μη κατακλιθησ

εισ την πρωτοκλισιαν μηποτε

εντειμοτεροσ σου ηξει 9και ελθων

ο σε και αυτον καλεσασ ερει σοι δοσ

τουτω τοπον και τοτε εση μετα

αισχυνησ εσχατον τοπον κατεχειν

10αλλ οταν κληθησ εισ τον εσχατον τοπον

αναπειπτε ινα οταν ελθη ο κεκληκωσ σε

ειπη σοι φιλε προσαναβηθι ανωτερον

και τοτε εσται σοι δοξα ενωπιον των

συνανακειμενων 11οτι πασ ο υψων

εαυτον ταπεινουται και ο ταπεινων

Leaf 219v - Luke 14:11+ (image )

εαυτον υψουται 12ελεγεν δε και τω

κεκληκοτι αυτον οταν {ποιην} αριστον

η δειπνον μη φωνει τουσ φιλουσ

μηδε τουσ αδελφουσ σου μηδε

τουσ γειτονασ μηδε τουσ πλουσιουσ

μηποτε και αυτοι αντικαλεσωσιν σε

και γενηται ανταποδομα σοι

13αλλα οταν ποιησ δοχην καλει

πτωχουσ αναπειρουσ χωλουσ

τυφλουσ 14και μακαριοσ εση οτι

ουκ εχουσιν ανταποδουναι σοι

ανταποδοθησεται γαρ σοι εν τη

αναστασει των δικαιων

15ακουσασ δε τισ ταυτα των συνανακειμενων

ειπεν αυτω μακαριοσ οσ φαγετε αρτον

εν τη βασιλεια του θυ 16ου δε ειπεν

ανθρωποσ τισ εποιησεν {δειπον} μεγαν

και εκαλεσεν πολλουσ 17και απεστειλεν

τον δουλον αυτου τη ωρα του δειπνου

ειπειν τοισ κεκλημενοισ ερχεσθαι

οτι ηδη παντα ετοιμα εστιν 18και ηρξαντο

απο μειασ παντεσ παραιτεισθαι

ο πρωτοσ ειπεν αγρον ηγορασα και

αναγκην εχω εξελθων ειδειν αυτον

ερωτω σε εχε με παρητημενον

19και ετεροσ ειπεν ζευγη βοων ηγορα

πεντε και πορευομαι δοκιμασαι αυτα

διο ου δυναμαι ελθειν 20και αλλοσ ειπεν

γυναικα ελαβον διο ου δυναμαι ελθειν

21και παραγενομενοσ ο δουλοσ απηγγειλεν

τω κω αυτου παντα ταυτα και οργεισ

ο οικοδεσποτησ τω δουλω αυτου ειπεν

εξελθε ταχεωσ εισ τασ πλατειασ και ρυμασ

______

12^{ποιησ} 16^{δειπνον}

Leaf 220v - Luke 14:21+ (image )

τησ πολεωσ και πτωχουσ και αναπειρουσ

και τυφλουσ και χωλουσ ενεγκε ωδε

22και ο δουλοσ ειπεν γεγον ο επεταξασ

και ετι τοποσ εστιν 23και ειπεν ο κσ προσ τον

δουλον αυτου εξελθε εισ τασ οδουσ

και φραγμουσ και αναγκασον εισελθειν

ινα γεμισθη μου ο οικοσ 24λεγω γαρ υμειν

οτι ουδεισ των ανθρωπων των

κεκλημενων γευσεται μου του δειπνου

25συνεπορευοντο δε αυτω οχλοι

και στραφεισ ειπεν αυτοισ 26ει τισ ερχεται

προσ με και ου πεισει τον πατερα αυτου

και την μητερα αυτου και την γυναικα

και τα τεκνα και τουσ αδελφουσ

και τασ αδελφασ ετι δε και την εαυτου

ψυχην ου δυναται μου μαθητησ ειναι

27και οσ ου βασταζει τον σταυρον αυτου

και ερχεται οπισω μου ου δυναται μου

μαθητησ ειναι 28τισ δε εξ υμων

θελων πυργον οικοδομησαι

ουχι πρωτον καθισασ ψηφειζει

την δαπανην ει εχει εισ απαρτισμον

29ινα μηποτε θεντοσ αυτου θεμελειον

μη ισχυση οικοδομησαι και παντεσ

οι θεωρουντεσ μελλουσιν 30λεγειν

ουτοσ ο ανθρωποσ ηρξατο οικοδομειν

και ουκ ισχυσεν εκτελεσαι 31η τισ βασιλευσ

πορευομενοσ ετερω βασιλει συνβαλειν

εισ πολεμον ουκ ευθεωσ καθισασ

πρωτον βουλευεται ει δυνατοσ εστιν

εν δεκα χειλειασιν τω μετα εικοσι

χιλιαδων ερχομενω επ αυτον

υπαντησαι 32ει δε μη γε ετι αυτου πορρω

Leaf 221v - Luke 14:32+ (image )

οντοσ αποστειλασ πρεσβειαν ερωτα τα

προσ ειρηνην 33ουτωσ ουν και εξ υμων

πασ οσ ουκ αποτασσεται τοισ υπαρχουσιν

αυτου ου δυναται μου μαθητησ ειναι

34καλον το αλα εαν δε και το αλα μωρανθη

εν τινι αρτυθησεται 35ουτε εισ την γην

ουτε εισ κοπριαν ευθετον εστιν

εξω βαλλουσιν αυτον ο εχων ωτα

ακουειν ακουετω 1ησαν δε

εγγιζοντεσ αυτω παντεσ οι τελωναι

και αμαρτωλοι ακουειν αυτου

2και διεγογγυζον οι τε φαρισαιοι

και οι γραμματεισ λεγοντεσ

οτι ουτοσ αμαρτωλουσ προσδεται

και συνεσθιει αυτοισ 3ειπεν δε

προσ αυτουσ την παραβολην ταυτην

4τισ ανθρωποσ εξ υμων οσ εξει

εκατον προβατα και απολεση

εξ αυτων εν ουκ αφιησι τα

ενενηκοντα εννεα εν τη ερημω

και απελθων το απολωλοσ ζητει

εωσ ευρη αυτο 5και ευρων επιτιθησιν

επι τουσ ωμουσ αυτου χαιρων

6ελθω δε εισ οικον συνκαλειται

τουσ φιλουσ και τουσ γειτονασ

λεγων αυτοισ συνχαρητε μοι οτι

ευρον το προβατον μου το απολωλοσ

7λεγω δε υμειν οτι ουτωσ χαρα εσται

εν τω ουρανω επι ενι αμαρτωλω

μετανοουντι η επι ενενηκοντα

εννεα δικαιοισ οιτινεσ ουκ εχουσι

χρειαν μετανοιασ 8η τισ γυνη

εχουσα δραχμασ δεκα και απολεσασα

Leaf 222v - Luke 15:8+ (image )

μιαν ουχι απτει λυχνον και σαροι

την οικιαν και ζητει επιμελωσ

εωσ ευρη 9και ευρουσα συνκαλειται

τασ γειτονασ και φιλασ λεγουσα

συνχαρητε μοι οτι ευρον ην απωλεσα δραχμη̅

10ουτωσ λεγω υμειν χαρα εσται ενωπιον

των αγγελων του θυ επι ενι

αμαρτωλω μετανοουντι

11ειπεν δε ανθρωποσ τισ ειχεν δυο υιουσ

12και ειπεν ο νεωτεροσ αυτων τω πατρι

πατερ δοσ μοι το επιβαλλον μοι μεροσ

τησ ουσιασ και διειλεν αυτοισ

τον βιον 13και ου μετα πολλασ ημερασ

συναγαγων παντα ο νεωτεροσ υιοσ

απεδημησεν εισ χωραν μακραν

κακει διεσκορπισεν εαυτου τον βιον

ζων ασωτωσ 14δαπανησαντοσ δε

αυτου παντα εγενετο λειμοσ ισχυρα

κατα την χωραν εκεινην και αυτοσ

ηρξατο υστερισθαι 15και πορευθεισ

εκολληθη ενι των πολειτων

τησ χωρασ εκεινησ και επεμψεν

αυτον εισ τουσ αγρουσ βοσκειν χοιρουσ

16{κα πεθυμει} χορτασθηναι εκ των

κερατιων ων ησθιον οι χοιροι

και ουδεισ εδιδου τω 17εισ εαυτον δε

ελθων ειπεν ποσοι μισθιοι

του πατροσ μου περισσευουσιν αρτων

εγω δε ωδε λειμω απολλυμαι

18αναστασ πορευσομαι προσ τον πατερα μου

και ερω αυτω πατερ ημαρτον εισ τον

ουρανον και ενωπιον σου 19ουκετι

ειμι αξιοσ κληθηναι σου υιοσ ποιησον

______

{και επεθυμει}

Leaf 223v - Luke 15:19+ (image )

με ωσ ενα των μισθιων σου

20και αναστασ ηλθε προσ τον πατερα αυτου

ετι δε αυτου μακραν απεχοντοσ

ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη

και δραμων ενεπεπεσεν επι τον

τραχηλον αυτου κατεφιλησεν αυτον

21ο δε υιοσ ειπεν αυτω πατερ ημαρτον

εισ τον ουρανον και ενωπιον σου

ουκετι ειμι αξιοσ κληθηναι σου υιοσ

ποιησον με ωσ ενα των μισθιων σου

22ειπεν δε ο πατηρ προσ τουσ δουλουσ

αυτου ταχεωσ εξενεγκατε στολην

την πρωτην και ενδυσατε αυτον

και δοτε δακτυλιον εισ την χειρα αυτου

και υποδηματα εισ τουσ ποδασ αυτου

23και ενεγκατε τον σειτευτον μοσχον

και θυσατε και φαγωμεν

και ευφρανθωμεν 24οτι ουτοσ ο υιοσ μου

νεκροσ ην και ανεζησεν απολωλωσ

και αρτι ευρεθη και ηρξαντο

ευφραινεσθαι 25ην δε ο υιοσ αυτου

ο πρεσβυτεροσ εν αγρω ελθων δε

και εγγισασ τη οικεια ηκουσεν

συνφωνιασ και χορων 26και

προσκαλεσαμενοσ ενα των παιδων

επυνθανετο τι θελει τουτο ειναι

27ο δε ειπεν οτι ο αδελφοσ σου ηκει και

εθυσεν ο πατηρ σου τον σειτευτον μοσχον

αυτω οτι υγιενοντα αυτον απελαβεν

28ωργισθη δε και ουκ ηθελεν εισελθειν

ο δε πατηρ αυτου εξελθων ηρξατο αυτον

29ο δε αποκρειθεισ ειπεν τω πατρει αυτου

ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε

Leaf 224v - Luke 15:29+ (image )

παρεβην σου εντολην και ουδεποτε

εδωκασ μοι εριφον εξ αιγων ινα μετα των

φιλων μου αριστησω 30τω δε υιω σου

τω καφαγοντι παντα μετα των πορνων

και ελθοντι εθυσασ τον σειτευτον μοσχον

31ο δε ειπεν αυτω συ παντοτε μετ εμου ει

και παντα τα εμα σα εστιν 32ευφρανθηναι

δε εδει και χαρηναι οτι ο αδελφοσ σου ουτοσ

νεκροσ ην και ανεζησεν απολωλωσ

και ευρεθη 1ελεγεν δε και προσ τουσ

μαθητασ ανθρωποσ τισ ην πλουσιοσ

οσ ειχεν οικονομον και ουτοσ

διεβληθη αυτω ωσ διασκορπιζων τα

υπαρχοντα αυτου 2και φωνησασ

ειπεν αυτω τι τουτο ακουω περι σου αποδοσ

τον λογον τησ οικονομιασ ου γαρ δυνη

ετι οικονομειν 3ειπεν δε εν εαυτω

ο οικονομοσ τι ποιησω οτι ο κσ μου

αφαιρειται την οικονομιαν μου σκαπτειν

ουκ ισχυω επαιτειν αισχυνομαι 4εγνοιν

τι ποιησω ινα οταν μετασταθω εκ τησ

οικονομιασ δεξωνται μαι εισ τουσ οικουσ αυτω̅

5και προσκαλεσαμενοσ ενα εκαστον

των χρεοφιλετων του κυριου αυτου

ελεγεν τω πρωτω ποσον οφειλεισ

τω κω μου 6ο δε ειπεν εκατον

καδουσ ελαιου ειπεν δε αυτω δεξαι σου

τα γραμματα και γραψον πεντηκοντα

7επειτα τω ετερω ειπεν εκατον κορουσ

σειτου ο δε λεγει αυτω δεξε σου τα

γραμματα και γραψον ογδοηκοντα

8και επηνεσεν ο κσ τον οικονομον

τησ αδικιασ οτι φρονιμωσ εποιησεν

Leaf 225v - Luke 16:8+ (image )

διο λεγω υμειν οι υιοι του αιωνοσ

τουτου φρονιμωτεροι υπερ τουσ

υιουσ του φωτοσ εισ την γενεαν την εαυτων εισι̅

9καγω λεγω υμειν ποιησατε εαυτοισ

φιλουσ εκ του αδικου μαμωνα

ινα οταν εκλιπη δεξωνται υμασ

εισ τασ αιωνιουσ σκηνασ

10ο πιστοσ εν ελαχιστω και εν πολλω πιστοσ

εστιν και ο εν ολιγω αδικοσ και

εν πολλω αδικοσ γεινεται 11ει ουν

εν τω αδικω μαμονα πιστοι ουκ εγενεσθε

το αληθινον τισ υμειν πιστευσει

12και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε

το υμετερον τισ δωσει υμειν

13ουδεισ οικετησ δυναται δυσι κυριοισ

δουλευειν η γαρ τον ενα μεισησει

και τον ετερον αγαπησει η ενοσ ανθεξεται

και του ετερου καταφρονησει ου δυνασθε

θω δουλευειν και μαμονα 14ηκουον

δε ταυτα οι φαρισαιοι φιλαργυροι υπαρχοντεσ

και εξεμυκτηριζον αυτον 15και ειπεν αυτοισ

υμεισ εστε οι δικαιουντεσ εαυτουσ ενωπιον

των ανθρωπων ο δε θσ γεινωσκει

τασ καρδιασ υμων οτι το εν ανθρωποισ

υψηλον βδελυγμα ενωπιον του θυ 16ο νομοσ

και οι προφηται εωσ ιωανου επροφητευσαν

απο τε η βασιλεια του θυ ευαγγελιζεται

και πασ εισ αυτην βιαζεται 17ευκοπωτερον δε

εστιν τον ουρανον και την γην παρελθειν

η του νομου μιαν κερεαν πεσειν

18πασ ο απολυων την γυναικα αυτου

και γαμων ετεραν μοιχευει και ο

απολελυμενην γαμων μοιχευει

Leaf 226v - Luke 16:19+ (image )

19ειπεν δε και ετεραν παραβολην

ανθρωποσ τισ ην {πλουσιον} και

ενεδυδισκετο πορφυραν και βυσσον

και ευφραινομενοσ καθ ημεραν

λαμπρωσ 20πτωχοσ δε τισ ονοματι

λαζαροσ εβεβλητο προσ τον πυλωνα

αυτου ειλκωμενοσ 21και επιθυμων

χορτασθηναι απο των ψιχων των πειπτοντω̅

απο τησ τραπεζησ του πλουσιου αλλα και οι κυνεσ

ερχομενοι ελειχον τα ελκη αυτου

22εγενετο δε αποθανειν τον πτωχον και

απενεχθηναι αυτον εισ τον κολπον αβρααμ

υπο των αγγελων απεθανεν δε

και ο πλουσιοσ και εταφη 23και εν τω

αδη επαρασ τουσ οφθαλμουσ αυτου

υπαρχων εν βασανοισ ορα αβρααμ

απο μακροθεν και λαζαρον εν τω κολπω αυτου

αναπαυομενον 24και αυτοσ ενφωνησασ ειπεν

πατερ αβρααμ ελεησον με και πεμψον λαζαρο̅

ινα βαψη το ακρον του δακτυλου αυτου υδατο̅

και καταψυξη την γλωσσαν μου

οτι οδυνωμαι εν τη φλογι ταυτη

25ειπεν δε αβρααμ τεκνον μνησθητι

οτι απελαβεσ τα αγαθα σου εν τη

ζωη σου και λαζαροσ ομοιωσ τα κακα

νυν δε ωδε παρακαλειται συ δε

οδυνασαι 26και επι πασι τουτοισ μεταξυ ημων

και υμων χασμα μεγα εστηρικται οπωσ

οι θελοντεσ διαβηναι προσ υμασ μη δυνωνται

μητε εκειθεν ωδε διαπερασαι 27ειπεν δε

ερωτω σε ουν πατερ αβρααμ ινα πεμψησ αυτο̅

εισ τον οικον του πατροσ μου 28εχω γαρ πεντε

αδελφουσ οπωσ διαμαρτυρηται

______

19^{πλουσιοσ}

Leaf 227v - Luke 16:28+ (image )

αυτοισ μη και αυτοι ελθωσιν

εισ τουτον τον τοπον τησ βασανου

29ειπεν δε αυτω αβρααμ εχουσι μωυσεα

και τουσ προφητασ ακουσατωσαν αυτων

30ο δε ειπεν ουχι πατηρ αβρααμ αλλα εαν τισ

εκ νεκρων πορευθη προσ αυτουσ

μετανοησουσιν 31ειπεν δε αυτω

ει μωυσεωσ και των προφητων

ουκ ακουουσιν ουδ εαν τισ εκ νεκρων

αναστη και απελθη προσ αυτουσ

πιστευσουσιν 1ειπεν δε προσ τουσ

μαθητασ αυτου ανενδεκτον εστιν

του μη ελθειν τα σκανδαλα πλην ουαι

δι ου ερχεται 2συνφερει δε αυτω

ει λιθοσ μυλικοσ περιεκειτο περι τον τραχηλο̅

αυτου και εριπτο εισ την θαλασσαν

η ινα σκανδαλιση ενα των μεικρων τουτω̅

3προσεχεται εαυτοισ εαν αμαρτηση εισ σε

ο αδελφοσ σου επειτιμησον αυτω

και εαν {επτακεισ ετανοηση} αυτω

4και εαν επτακεισ τησ ημερασ αμαρτηση

εισ σε και το επτακισ επιστρεψη

προσ σε λεγων μετανοησω αφεσ αυτω

5και ειπαν οι αποστολοι τω κω προσθεσ

ημειν πιστιν 6ο δε ειπεν αυτοισ ει ειχετε πιστι̅

ωσ κοκκον σιναπεωσ ελεγετε αν

τω ορει τουτω μεταβα εντευθεν

εκει και μετεβαινεν και τη

συκαμεινω μεταφυτευθητι εισ την

θαλασσαν και υπηκουσεν αν υμειν

7τισ δε εχων υμων δουλον αροτριωντα

η ποιμενοντα οσ εισελθοντι

εκ του αγρου μη ερει αυτω ευθεωσ

______

3^{μετανοηση αφεσ}

Leaf 228v - Luke 17:7+ (image )

παρελθων αναπεσε 8αλλα ερει αυτω

ετοιμασον τι δειπνησω και

περιζωσαμενοσ διακονει μοι

εωσ φαγω και πιω και μετα ταυτα

φαγεσαι συ και πιεσαι 9μη εχει χαριν

τω δουλω οτι εποιησεν τα

διαταχθεντα αυτω ου δοκω 10ουτωσ και υμεισ

οταν ποιησητε οσα λεγω λεγεται

οτι δουλοι εσμεν αχριοι ο ωφιλομεν

ποιησαι πεποιηκαμεν

11και εγενετο εν τω πορευεσθαι αυτον

εισ ιερουσαλημ και αυτοσ διηρχετο

μεσον σαμαρειασ και γαλιλαιασ

12και εισερχομενου αυτου εισ τινα

κωμην οπου ησαν δεκα ανδρεσ

λεπροι και εστησαν πορρωθεν

13και εκραξαν φωνη μεγαλη ιηυ

επιστατα ελεησον ημασ 14και ιδων

αυτουσ ειπεν αυτοισ {τεθεραπευεσθε}

πορευθεντεσ επιδειξατε εαυτουσ

τοισ ιερευσιν εγενετο δε εν τω

υπαγειν αυτουσ εκαθαρισθησαν

15εισ δε εξ αυτων ιδων οτι εκαθαρισθη

υπεστρεψεν μετα μεγαλησ φωνησ

δοξαζων τον θν 16και επεσεν επι προσωπον

προσ τουσ ποδασ αυτου ην δε σαμαριτησ

17αποκριθεισ δε ο ιησ ειπεν αυτοισ ουτοι

δεκα εκαθαρισθησαν οι εννεα που

18εξ αυτων ουδεισ ευρεθη υποστρεφων

οσ δωσει δοξαν τω θω ει μη ο αλλογενησ ουτοσ

19και ειπεν αυτω αναστασ πορευου οτι η πιστισ σου

σεσωκεν σε 20επερωτηθεισ δε υπο των

φαρισαιων ποτε ερχετε η βασιλεια του θυ

______

14^{τεθεραπευσθε}

Leaf 229v - Luke 17:20+ (image )

απεκριθη αυτοισ {ο} ειπεν ουκ ερχεται

η βασεια του θυ μετα παρατηρησεωσ

21ουδε ερουσιν ιδου ωδε η ιδου εκει

μη πιστευσητε ιδου γαρ η βασιλεια

του θυ εντοσ υμων εστιν

22ειπεν ουν προσ τουσ μαθητασ ελευσονται

ημεραι του επιθυμησαι υμασ

μιαν των ημερων τουτων του υιου

του ανθρωπου και ουκ οψεσθαι

23και ερουσιν υμειν ιδου ωδε ιδου εκει

μη απελθητε μηδε διωξητε

24ωσπερ γαρ η αστραπη η αστραπτουσα

εκ τησ υπο τον ουρανον αστραπτει

ουτωσ εσται και ο υιοσ του ανθρωπου

25πρωτον δε δι αυτον πολλα παθειν

και αποδοκιμασθηναι απο τησ

γενεασ ταυτησ 26και καθωσ εγενετο

εν ταισ ημεραισ νωε ουτωσ εσται

και εν ταισ ημεραισ του υιου του ανθρωπου

27ησθιον επινον εγαμουν εγαμιζοντο

αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτο̅

και εγενετο κατακλυσμοσ και απωλεσε̅

παντασ 28ομοιωσ και ωσ εγενετο

εν ταισ ημεραισ λωτ ησθιον επινον

ηγοραζον επωλουν εφυτευον

ωκοδομουν 29η ημερα εξηλθε λωτ

απο σοδομων εβρεξε θειον και πυρ

απ ουρανου και απωλεσε παντασ

30κατα τα αυτα εσται εν τη ημερα

του υιου του ανθρωπου η αποκαλυφθη

31εκεινη τη ημερα οσ εσται επι του

δωματοσ και τα σκευη αυτου εν τη οικια

μη καταβατω αραι αυτα και ο εν τω αγρω

______

20^{και}

Leaf 230v - Luke 17:31+ (image )

ομοιωσ μη επιστραφητω εισ τα οπισω

32μνημονευετε τησ γυναικοσ {λωη}

33οσ αν θεληση ζωογονησαι την ψυχην αυτου

απολεσει αυτην και οσ αν απολεση

ζωογονησει αυτην 34λεγω υμειν ταυτη

τη νυκτι εσονται επι κλινησ μιασ δυο

εισ παραλαμβανετε και ο ετεροσ αφιεται

35εσονται δυο αληθουσαι επι το αυτο

η μια παραληφθησεται και η ετερα

αφεθησεται 36δυο εγρω εισ παραληφθησεται

και ο ετεροσ αφεθησεται

37και αποκριθεντεσ λεγουσιν που κε

ο δε ειπεν αυτοισ οπου το σωμα

εκει συναχθησονται οι αετοι

37{εκει συναχθησονται} 1αυτοισ προσ το δειν

παντοτε προσευχεσθαι και μη ενκακειν

2κριτησ τισ ην εν τη πολει τον θν μη

φοβουμενοσ και ανθρωπον μη

εντρεπομενοσ 3χηρα δε ην εν τη

πολει εκεινη και ηρχετο προσ αυτον λεγουσα

εκδικησον με απο του αντιδικου μου

4και ουκ ηθελεν επι χρονον τινα

μετα δε ταυτα ηλθεν εισ εαυτον

και λεγει ει τον θν ου φοβουμαι

και ανθρωπον ουκ εντρεπομαι

5δια γε το παρεχειν μοι κοπον την χηραν

ταυτην απελθων εκδικησω αυτην

ινα μη εισ τελοσ ερχομενη υπωπιαζη με

6ειπεν δε ο κσ ακουσατε τι ο κριτησ τησ

αδικιασ λεγει 7ο δε θσ ου μη ποιηση

την εκδικησιν των εκλεκτων αυτου

βοωντων αυτων νυκτοσ και

ημερασ και μακροθυμει εν αυτοισ

______

32^{λωθ} 1^{ελεγεν δε και παραβολην}

Leaf 231v - Luke 18:8+ (image )

8λεγω υμειν ποιησει την εκδικησιν αυτων

εν ταχει πλην αρα ο υιοσ του ανθρωπου

ελθων ευρησει πιστιν επι τησ γησ

9ειπεν δε και προσ τινασ τουσ πεποιθοτασ

εφ εαυτοισ οτι εισιν δικαιοι και

εξουθενουντασ τουσ λοιπουσ ανθρωπουσ

10δυο ανθρωποι ανεβησαν εισ το ιερον

προσευξασθαι εισ φαρισαιοσ και εισ

τελωλωνησ 11ο φαρισαιοσ σταθεισ καθ εαυτον

ταυτα προσηυχετο ο θσ ευχαριστω σοι

οτι ουκ ειμι ωσ οι λοιποι των ανθρωπων

αρπαγεσ αδικοι μοιχοι η και ωσ ουτοσ

ο τελωνησ 12{νηστευσ} δισ του σαββατου

αποδεκατω παντα οσα κτωμαι

13και ο τελωνησ μακροθεν εστωσ ουκ ηθελεν

ουδε τουσ οφθαλμουσ εισ τον ουρανον επαραι

αλλ ετυπτε το στηθοσ αυτου λεγων

ο θσ ειλασθητι μοι τω αμαρτωλω

14λεγω υμειν κατεβη ουτοσ δεδικαιωμενοσ

μαλλον παρ αικεινον τον φαρισαιον

οτι πασ ο υψων αυτον ταπεινωθησεται

ο δε ταπεινων εαυτον υψωθησεται

15προσεφερον δε αυτω παιδια ινα αυτων

απτηται ιδοντεσ δε οι μαθηται

επετειμων αυτοισ 16ο δε ιησ

προσεκαλειτο αυτα λεγων αφετε

τα παιδια ερχεσθαι προσ με

και μη κωλυσηται αυτα των γαρ

τοιουτων εστιν η βασιλεια του θυ

17αμην γαρ λεγω υμειν οσ αν μη

δεξηται την βασιλειαν του θυ ωσ

παιδιον ου μη εισελθη εισ αυτην

18και επηρωτησεν τισ αυτον αρχων

______

12^{νηστευω}

Leaf 232v - Luke 18:18+ (image )

διδασκαλε αγαθε τι ποιησασ

ζωην αιωνιον κληρονομησω

19ο δε ειπεν αυτω τι με λεγεισ αγαθον

ουδεισ αγαθοσ ει μη εισ ο θσ

20τασ εντολασ οιδασ ο δε ειπεν ποιασ

ειπεν δε ο ιησ το ου μοιχευσεισ

ου φονευσεισ ου κλεψεισ

ου ψευδομαρτυρησεισ τειμα τον

πατερα σου και την μητερα 21ο δε ειπεν

ταυτα παντα εφυλαξαμην εκ νεοτητοσ

22ακουσασ δε ο ιησ ειπεν αυτω ετι εν σοι

λειπει παντα οσα εχεισ πωλησον

και δοσ τοισ πτωχοισ και εξεισ θησαυρον

εν τοισ ουρανοισ και δευρο ακολουθι μοι

23ο δε ακουσασ ταυτα περιλυποσ εγενετο

ην γαρ πλουσιοσ σφοδρα 24ιδων δε αυτον

περιλυπον γενομενον ειπεν ο ιησ

πωσ δυσκολωσ οι τα χρηματα εχοντεσ

εισ την βασιλειαν του θυ εισελευσονται

25ευκοπωτερον γαρ εστιν καμηλον

δια τρηματοσ βελονησ διελθειν

η πλουσιον εισελθειν εισ την βασιλειαν

του θυ 26ειπον δε οι ακουοντεσ και τισ

δυναται σωθηναι 27ο δε ειπεν τα αδυνατα

παρα ανθρωποισ δυνατα παρα θω εστιν

28ειπεν δε ο πετροσ ιδου ημεισ τα ιδια

αφεντεσ ηκολουθησαμεν σοι

29ο δε ειπεν αυτοισ αμην λεγω υμειν

ουδεισ εστιν οσ αφηκεν οικιασ

η γονισ η αδελφουσ η αδελφασ

η γυναικα η τεκνα εν τω καιρω τουτω

ενεκεν τησ βασιλειασ του θυ

30εαν μη λαβη επταπλασιονα εν τω

Leaf 233v - Luke 18:30+ (image )

καιρω τουτω και εν τω αιωνι

τω ερχομενω ζωην αιωνιον

31παραλαβων δε τουσ ιβ ειπεν αυτοισ

ιδου αναβαινομεν εισ ιερουσαλημ

και τελεσθησεται παντα τα γεγραμμενα

δια των προφητων περι του υιου του ανθρωπου

32οτι παραδοθησεται τοισ {εταιεσιν} και

ενπαιχθησεται και ενπτυσθησεται

33και μαστιγωσαντεσ αποκτεινουσιν

αυτον και τη ημερα τη τριτη

αναστησεται 34αυτοι δε τουτων ουδεν

συνηκαν αλλ ην το ρημα κεκρυμμενον

απ αυτων και ουκ εγεινωσκον τα

λεγομενα 35εγενετο δε εν τω ενγειζειν

αυτον εισ ιερειχω τυφλοσ τισ

επαιτων εκαθητο παρα την οδον

36ακουσασ δε οχλου παραπορευομενου

επυνθανετο τι αν ειη τουτο

37απηγγειλαν δε αυτω οτι ιησ ο ναζαρηνοσ

παρερχεται 38ο δε εβοησεν λεγων

ιηυ υιε δαυειδ ελεησον με 39οι δε

προαγοντεσ επετειμων αυτω ινα

σειγηση αυτοσ δε μαλλον εκραζεν

υιοσ δαυειδ ελεησον με 40σταθεισ δε ιησ

εκελευσεν αυτον αχθηναι

εγγισαντοσ δε αυτου επηρωτησεν

αυτον 41τι σοι θελεισ ποιησω ο δε ειπε

κε ινα αναβλεψω 42και αποκριθεισ

ειπεν αυτω αναβλεψον η πιστισ σου

σεσωκεν σε 43και παραχρημα

ανεβλεψεν και ηκολουθει αυτω

δοξαζων τον θν και πασ ο λαοσ

ιδων εδωκεν δοξαν τω θω και

______

32^{εθνεσιν}

Leaf 234v - Luke 19:1+ (image )

1και εισελθων διηρχετο την ιερειχω

2και ιδου ανηρ ονοματι ζακχαιοσ

ουτοσ ην αρχιτελωνησ πλουσιοσ

3και εζητει ιδειν τον ιην τισ εστιν

και ουκ ηδυνατο απο του οχλου

οτι τη ηλικια μεικροσ ην 4και προλαβων

ενπροσθεν ανεβη επι συκομωρεαν

ινα ιδη αυτον οτι εκεινη ημελλεν

διερχεσθαι 5και εγενετο εν τω

διερχεσθαι αυτον ειδεν και ειπεν αυτω

ζακχαιε σπευσον καταβηθι οτι σημερον

εν τω οικω σου δει με μειναι

6και σπευσασ κατεβη και υπεδεξατο

αυτον χαιρων 7και ειδοντεσ παντεσ

διεγογγυζον οτι παρα αμαρτωλω

ανδρι εισηλθεν καταλυσαι 8σταθεισ δε

ο ζακχαιοσ ειπεν προσ τον κν ιδου

τα ημυσοι των υπαρχοντων μοι κε

τοισ πτωχοισ διδωμι και ει τινοσ τι

εσυκοφαντησα αποδιδωμι

τετραπλουν 9ειπεν δε ο ιησ προσ αυτον

οτι σημερον σωτηρια εν τω οικω

τουτω εγενετο καθοτι και αυτοσ

υιοσ αβρααμ εστιν 10ηλθεν γαρ ο υιοσ

του ανθρωπου ζητησαι και σωσαι

το απολωλοσ 11ακουοντων δε αυτων

ταυτα προσθεισ ειπεν παραβολην

δια το ειναι αυτον εγγυσ ιερουσαλημ

και δοκειν οτι μελλει παραχρημα

η βασιλεια του θυ αναφαινεσθαι

12ειπεν δε ανθρωποσ τισ ευγενησ

επορευετο εισ χωραν μακραν λαβειν

βασιλειαν και υποστρεψε 13καλεσασ δε

Leaf 235v - Luke 19:13+ (image )

δεκα δουλουσ αυτου εδωκεν αυτοισ

δεκα μνασ και ειπεν προσ αυτουσ

πραγματευεσθαι εν ω ερχομαι 14οι δε

πολειται εμεισουν αυτον και ενεπεμψα̅

πρεσβιαν οπεισω αυτου λεγοντεσ

ου θελομεν τουτον βασιλευσαι εφ ημασ

15και εγενετο επανελθειν αυτον λαβοντα

την βασιλειαν και ειπεν φωνηθηναι

αυτου τουσ δουλουσ οισ δεδωκει το

αργυριον ινα γνοι τι διεπραγματευσαντο

16παρεγενετο δε ο πρωτοσ λεγων κε

η μνα σου δεκα μνασ προσηργασατο

17ο δε ειπεν αυτω ευγε αγαθε δουλε

οτι εν ελαχιστω πιστοσ εγενου ισθι

εξουσιαν εχων επανω δεκα πολεων

18και ο ετεροσ ελθων ειπεν κε η μνα σου

πεντε εποιησεν μνασ 19ειπεν δε

και τουτω γεινου και συ επανω πεντε

πολεων 20και ο ετεροσ {ηλθε} λεγων

κε ιδου η μνα σου ην ειχον αποκειμενην

εν σουδαριω 21οτι εφοβηθην σε

ανθρωποσ γαρ ει αυστηροσ αιρεισ

ο ουκ εθηκασ και θεριζεισ ο ουκ εσπιρασ

22ο δε ειπεν αυτω εκ του στοματοσ σου

κρεινω σε πονηρε δουλε ηδεισ οτι

εγω ανθρωποσ αυστηροσ ειμι αιρω

ο ουκ εθηκα και θεριζω ο ουκ εσπειρα

23δια τι ουν ουκ εδωκασ το αργυριον μου

επι τραπεζαν καγω ελθων συν τοκω αν

επραξα αυτο 24ειπεν δε τοισ παρεστωσι

αρατε απ αυτου και απενενκατε τω τασ

δεκα μνασ εχοντι 26λεγω γαρ υμειν

οτι παντι τω εχοντι προστιθεται

______

20^{ηλθεν}

Leaf 236v - Luke 19:26+ (image )

απο δε του μη εχοντοσ και ο εχει

αρθησεται απ αυτου 27πλην εκεινουσ

τουσ εχθρουσ μου τουσ μη θελοντασ με

βασιλευειν επ αυτουσ αγαγατε ωδε

και κατασφαξατε ενπροσθεν μου

και τον αχρειον δουλον εκβαλετε

εισ το σκοτοσ το εξωτερον εκει εσται

ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων

28και ειπων ταυτα επορευετο αναβαινων

δε εισ ιερουσαλημ 29και εγενετο ωσ ηγγισεν

εισ βηθφαγη και βηθανια προσ το οροσ

των ελαιων καλουμενον

απεστειλεν δυο των μαθητων αυτου

30λεγων υπαγεται εισ την κατεναντι

κωμην και εισπορευομενοι ευρησεται πωλον

{}

31και αν τισ υμασ ερωτα ουτωσ ερειτε οτι ο κσ

αυτου χρειαν εχει 32και απελθοντεσ απεκριθησα̅

34οτι ο κσ αυτου χρειαν εχει 35και αγαγοντεσ

τον πωλον επεριψαν τα ιματια αυτων

επ αυτον και επεβιβασαν τον ιην

36πορευομενου δε αυτου υπεστρωννυον

τα ιματια αυτων 37εγγιζοντων δε αυτων

προσ την καταβασιν του ορουσ των ελαιων

ηρξατο παν το πληθοσ των μαθητων

χαιροντεσ αινειν τον θν περι παντων

ων ειδον γεινομενων 38λεγοντεσ

ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυ

ευλογημενοσ ο βασιλευσ ειρηνη

εν ουρανω και δοξα εν υψιστοισ

39τινεσ δε των φαρισαιων απο του οχλου

ειπαν προσ αυτον διδασκαλε επιτιμησον

τοισ μαθηταισ σου 40αποκριθεισ δε

λεγει αυτοισ λεγω υμειν οτι {ουτοι}

______

30^{εφ ον ουδεισ ανθρωπων εκαθισεν και λυσαντεσ αγαγατε} 40^{εαν ουτοι}

Leaf 237v - Luke 19:40+ (image )

σειγησουσιν οι λιθοι κραξονται

41και ωσ ηγγισεν ιδων την πολιν

εκλαυσεν επ αυτην 42λεγων οτι

ει εγνωσ και συ εν τη ημερα ταυτη

τα προσ ειρηνην σοι νυν δε εκρυβη απο

οφθαλμων σου 43οτι ηξουσιν ημεραι

και βαλουσιν επι σε οι εχθροι σου χαρακα

και περικυκλωσιν σε και

συνεξουσιν σε παντοθεν

44και εδαφιουσιν σε και τα τεκνα σου

και ουκ αφησουσιν λιθον επι λιθον

εν ολη σοι ανθ ων ουκ εγνωσ

εισ καιρον επισκοπησ σου

45ελθων δε εισ το ιερον ηρξατο εκβαλλειν

τουσ πωλουντασ εν αυτω και αγοραζοντασ

και τασ τραπεζασ των κολλυβιστων

εξεχεεν και τασ καθεδρασ των πωλουντω̅

τασ περιστερασ 46λεγων αυτοισ γεγραπται

οτι ο οικοσ μου οικοσ προσευχησ εστιν

υμεισ δε εποιησατε αυτον σπηλαιον ληστω̅

47και ην διδασκων το καθ ημεραν

εν τω ιερω οι δε αρχιερεισ

και οι γραμματισ και οι πρωτοι

του λαου εζητουν αυτον απολεσαι

48και ουχ ηυρισκον τι ποιησωσιν αυτω

ο γαρ λαοσ απασ εκρεματο ακουειν

αυτου 1εγενετο δε εν μια των

ημερων διδασκοντοσ αυτου εν τω

ιερω τον λαον και ευαγγελιζομενου

επεστησαν οι αρχιερισ και οι

γραμματεισ συν τοισ πρεσβυτεροισ

2και ειπον προσ αυτον ειπε ημειν

εν ποια εξουσια ταυτα ποιεισ

Leaf 238v - Luke 20:2+ (image )

και τισ εστιν ο δουσ σοι ταυτην την εξουσιαν

3αποκριθεισ δε ειπεν προσ αυτουσ επερωτησω υμασ

καγω ενα λογον ον ειπατε μοι

4το βαπτισμα το ιωανου εξ ουρανου ην

η εξ ανθρωπων 5οι δε συνελογιζοντο

προσ εαυτουσ λεγοντεσ οτι εαν

ειπωμεν εξ ουρανου ερι δια τι ουν

ουκ επιστευσατε αυτω 6και εαν ειπωμεν

απο των ανθρωπων λιθασει ημασ

ο λαοσ απασ πεπεισμενοι γαρ εισιν

ιωανην προφητην γεγονεναι

7και απεκριθησαν μη ειδεναι αυτουσ

το ποθεν 8και ο ιησ ειπεν αυτοισ

ουδε εγω λεγω υμειν εν ποια εξουσια

ταυτα ποιω 9ελεγεν δε την παραβολην ταυτην

απελωνα εφυτευσεν ανθρωποσ

και εξεδοτο αυτον γεωργοισ

αυτοσ δε απεδημησεν χρονουσ ικανουσ

10καιρω δε απεστειλεν προσ τουσ γεωργουσ

δουλον ινα απο του καρπου του αμπελωνοσ

δωσιν αυτω δειραντεσ δε αυτον

εξαπεστειλαν κενον 11και επεμψεν

ετερον δουλον οι δε κακεινον δειραντεσ

και ατειμασαντεσ εξαπειλαν καινον

12τριτον επεμψεν και τουτον τραυματισαντεσ

εξαπεστειλαν καινον 13ο δε κσ του

αμπελωνοσ ειπεν τι ποιησω πεμψω

τον υιον μου τον αγαπητον τυχον τουτον

εντραπησονται 14ιδοντεσ δε αυτον

διελογιζοντο προσ αλληλουσ λεγοντεσ

ουτοσ εστιν ο κληρονομοσ δευτε

αποκτεινωμεν αυτον ινα ημων

γενηται η κληρονομια 15και εκβαλοντεσ

Leaf 239v - Luke 20:15+ (image )

αυτον εξω του αμπελωνοσ απεκτειναν

τι ουν ποιησει ο κσ του αμπελωνοσ

16ελευσεται και απολεσει τουσ γεωργουσ

και δωσει τον αμπελωνα αλλοισ

οι δε ακουσαντεσ ειπαν μη γενοιτο

17ο δε ενβλεψασ αυτοισ ειπεν τι ουν εστιν

το γεγραμμενον τουτο λιθον ον

απεδοκιμασαν οι οικοδομουντεσ

ουτοσ εγενηθη εισ καιφαλην γωνιασ

18πασ ο πεσων επ εκεινον τον λιθον

συνθλασθησεται εφ ον δ αν πεση

λικμησει αυτον 19και εζητουν

οι αρχιερεισ και οι γραμματεισ

επιβαλιν επ αυτον τασ χειρασ

αυτη τη ωρα εφοβηθησαν δε τον λαον

εγνωσαν γαρ οτι προσ αυτουσ

ειρηκεν την παραβολην ταυτην

20και αποχωρησαντεσ απεστειλαν

ενκαθετουσ υποκρεινομενουσ

εαυτουσ δικαιουσ ινα επιλαβωνται

αυτου των λογων ωστε παραδουναι

αυτον τω ηγεμονι 21και επηρωτησαν

αυτον λεγοντεσ διδασκαλε οιδαμεν

οτι λεγεισ ορθωσ και διδασκεισ

και ουδενοσ λαμβανεισ προσωπον

αλλα επ αληθειασ την οδον του θυ

διδασκεισ 22εξεστιν ημειν φορον

διδοναι καισαρι η ου 23επιγνουσ δε

αυτων την πονηριαν ειπεν προσ αυτουσ

τι με πειραζετε 24δειξατε μοι το

νομισμα τινοσ εχει εικονα και την

επιγραφην αποκριθεντεσ ειπον καισαροσ

25ειπεν δε αυτοισ αποδοτε τα του καισαροσ τω

Leaf 240v - Luke 20:25+ (image )

καισαρι και τα του θυ τω θω

26ουκ εισχυσαν δε αυτου ρημα

επιλαβεσθαι εναντιον του λαου

και θαυμασαντεσ επι τη αποκρισει

αυτου εσειγησαν 27προσελθοντεσ δε

τινεσ των σαδδουκαιων οι λεγοντεσ

αναστασιν μη ειναι επηρωτησαν

αυτον 28λεγοντεσ διδασκαλε μωυσησ

εγραψεν ημειν εαν τινοσ αδελφοσ

αποθανη ατεκνοσ εχων γυναικα

ινα λαβη ο αδελφοσ αυτου την γυναικα

και εξαναστηση σπερμα τω αδελφω αυτου

29ησαν παρ ημειν επτα αδελφοι

και ο πρωτοσ λαβων γυναικα απεθανεν

ατεκνοσ 30και ο δευτεροσ 31και ο τριτοσ

ωσαυτωσ οι επτα ουκ αφηκαν τεκνον

και απεθανον 32υστερον και η γυνη

απεθανεν 33εν τη ουν αναστασει τινοσ

αυτων εσται γυνη οι γαρ επτα εχον αυτην

γυναικα 34και ειπεν προσ αυτουσ

οι υιοι του αιωνοσ τουτου γεννωνται

και γεννωσιν γαμουσιν και γαμουνται

35οι δε καταξιωθεντεσ του αιωνοσ εκεινου

τυχειν και τησ αναστασεωσ τησ εκ

νεκρων ουτε γαμουσιν ουτε

γαμιζονται 36ουδε γαρ αποθανειν

ετι μελλουσιν εισαγγελοι γαρ εισιν τω θω

τησ αναστασεωσ υιοι οντεσ 37οτι δε

εγειρονται οι νεκροι μωυσησ εδηλωσεν

επι τησ βατου ωσ λεγει κν τον θν

αβρααμ και θν ισακ και θν ιακωβ

38θσ νεκρων ουκ εστιν αλλα ζωντων

παντεσ γαρ αυτω ζωσιν

Leaf 241v - Luke 20:39+ (image )

39αποκριθεντεσ δε τινεσ των γραμματεων

ειπαν διδασκαλε καλωσ ειπασ

40ουκετι δε ετολμων επερωταν αυτον

ουδεν 41ειπεν δε προσ αυτουσ πωσ

λεγουσιν τον χρν υιον δαυειδ 42και αυτοσ

δαυειδ λεγει εν τη βυβλω των ψαλμων

λεγει κσ τω κω μου καθου εκ δεξιων μου

43εωσ τιθω τουσ εχθρουσ σου υποκατω

των ποδων σου 44δαυειδ κν αυτον λεγει

πωσ υιοσ αυτου εστιν 45ακουοντοσ δε

παντοσ του λαου ειπεν τοισ μαθηταισ 46προσεχετε

απο των γραμματεων των θελοντων

περιπατειν εν στολαισ και φιλουντων

ασπασμουσ εν ταισ αγοραισ

και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ

και πρωτοκλισιασ εν τοισ δειπνοισ

47οι κατεσθοντεσ τασ οικιασ των χηρων

προφασει μακρα προσευχομενοι

ουτοι λημψονται περισσοτερον κριμα

1αναβλεψασ δε ειδεν τουσ βαλλοντασ

εισ το γαζοφυλακιον τα δωρα αυτων

τουσ πλουσιουσ 2ειδεν δε και τινα χηραν

πενιχραν βαλλουσαν δυο λεπτα

ο εστιν κοδραντησ 3και ειπεν αληθωσ

λεγω υμειν οτι η χηρα αυτη η πτωχη

πλειω παντων εβαλεν 4{παντερ} γαρ

ουτοι εκ του περισσευοντοσ αυτοισ εβαλον

εισ τα δωρα του θυ αυτη δε εκ του

υστερηματοσ αυτησ παντα τον βιον

ον ειχεν εβαλεν 5και τινων λεγοντων

περι του ιερου οτι λιθοισ καλοισ

κεκοσμηται και αναθεμασιν

ειπεν 6ταυτα θεωρειτε ελευσονται

______

4^{παντεσ}

Leaf 242v - Luke 21:6+ (image )

ημεραι εν αισ ουκ αφεθησεται

λιθοσ επι λιθω εν τοιχω ωδε

οσ ου καταλυθησεται

7επηρωτησαν δε αυτον οι μαθηται

λεγοντεσ διδασκαλε ποτε ταυτα εσται

και τι το σημειον τησ σησ ελευσεωσ

8ο δε ειπεν βλεπετε μη πλανηθητε

πολλοι γαρ ελευσονται επι τω ονοματι

μου λεγοντεσ οτι εγω ειμι και ο καιροσ

ηγγικεν μη πορευθητε οπισω αυτων

9οταν δε ακουσητε πολεμουσ

και ακαταστασιασ μη φοβηθητε

δει γαρ γενεσθαι ταυτα πρωτον

αλλ ουκ ευθεωσ το τελοσ 10εγερθησεται γαρ

εθνοσ επ εθνοσ και βασιλεια επι βασιλειαν

11σεισμοι τε μεγαλοι κατα τοπουσ και

λειμοι και λοιμοι εσονται φοβηθρα τε

απ ουρανου και σημεια μεγαλα εστε

12προ δε τουτων παντων επιβαλουσιν

εφ υμασ τασ χειρασ αυτων και

διωξουσιν παραδιδοντεσ εισ τασ

συναγωγασ και φυλακασ απαγομενουσ

επι βασιλεισ και ηγεμονασ

ενεκα του ονοματοσ μου 13αποβησεται

υμειν ισ μαρτυριον 14θετε ουν εν ταισ

καρδιαισ υμων μη προμελετωντεσ

απολογηθηναι 15εγω γαρ υμειν δωσω

στομα και σοφιαν η ου δυνησονται

αντιστηναι παντεσ οι αντικειμενοι

υμειν 16παραδοθησεσθε δε

και υπο γονεων και αδελφων και

συνγενων και φιλων και θανατωσουσιν

εξ υμων 17και εσεσθαι μεισουμενοι

Leaf 243v - Luke 21:17+ (image )

υπο παντων δια το ονομα μου 18και θριξ

εκ τησ κεφαλησ υμων ου μη αποληται

19εν τη υπομονη υμων κτησασθε

τασ ψυχασ υμων 20οταν δε ιδητε

κυκλουμενην ιερουσαλημ υπο

στρατοπεδων τοτε γνωσεσθε

οτι ηγγικεν η ερημωσισ αυτησ

21τοτε οι εν τη ιουδαια φευγετωσαν

εισ τ ορη και οι εν μεσω αυτησ

μη εκχωριτωσαν και οι εν ταισ χωραισ

μη εισερχεσθωσαν εισ αυτην 22οτι

ημεραι εκδικησεωσ αυται εισιν

του πλησθηναι παντα τα γεγραμμενα

23ουαι ταισ εν γαστρι εχουσαισ και ταισ

θηλαζομεναισ εν εκειναισ ταισ ημεραισ

εσται γαρ αναγκη μεγαλη επι τησ γησ

και οργη τω λαω τουτω 24και πεσουνται

εν στοματι ρομφαιασ και αιχμαλωτισθησο̅

ται εισ παντα τα εθνη και ιερουσαλημ

εσται πατουμενη υπο εθνων αχρισ ου

πληρωθωσιν 25και εσονται σημεια

εν ηλιω και σεληνη και αστροισ

και επι τησ γησ συνοχη εθνων

και απορια ηχουσησ θαλασσησ

και σαλου 26αποψυχοντων ανθρωπων

απο φοβου και προσδοκιασ των

επερχομενων τη οικουμενη

αι γαρ δυναμισ η εν τω ουρανω

σαλευθησονται 27και τοτε οψονται

τον υιον του ανθρωπου ερχομενον

εν νεφελη και δυναμει πολλη και δοξη

28ερχομενων δε τουτων γεινεσθαι

ανακυψατε και επαρατε τασ κεφαλασ

Leaf 244v - Luke 21:28+ (image )

διοτι εγγιζει η απολυτρωσισ υμων

29και ειπεν παραβολην αυτοισ ειδετε την

συκην και παντα τα δενδρα 30οταν

{προβασωσιν} τον καρπον αυτων

γεινωσκεται ηδη οτι εγγυσ ηδη το θεροσ

εστιν 31ουτωσ και υμεισ οταν ειδητε

ταυτα γεινωσκεται οτι εγγυσ εστιν

η βασιλεια του θυ 32αμην λεγω υμειν

οτι ου μη παρελθη η γενεα αυτη

εωσ ταυτα παντα γενηται 33ο ουρανοσ

και η γη παρελευσονται οι δε λογοι μου

ου μη παρελευσονται 34προσεχετε

εαυτοισ μηποτε βαρυνθωσιν υμων

αι καρδιαι εν κραιπαλη και μεθη

και μεριμναισ βιωτικαισ και

επιστη εφ υμασ ενιφνιοσ ημερα

εκεινη 35ωσ παγισ επισελευσεται γαρ

επι τουσ καθημενουσ επι προσωπον

πασησ τησ γησ 36αγρυπνειτε δε εν

παντι καιρω δεομενοι ινα καταξιω

θητε εκφυγειν ταυτα παντα τα

μελλοντα γεινεσθαι και στησεσθε

ενπροσθεν του υιου του ανθρωπου

37ην δε τασ ημερασ εν τω ιερω διδασκων

εισ το οροσ ηυλησετο το καλουμενον

ελαιων 38και πασ ο λαοσ ωρθριζεν

προσ αυτον ακουειν αυτου εν τω ιερω

1ηγγισεν δε η εορτη των αζυμων

η λεγομενη πασχα 2οι δε αρχιερισ

και γραμματεισ εζητουν πωσ

απολεσωσιν αυτον εφοβουτο δε

τον λαον 3εισηλθεν δε σατανασ

εισ τον ιουδαν τον καλουμενον

______

30^{προβαλωσιν}

Leaf 245v - Luke 22:3+ (image )

ισκαριωδ οντα εκ του αριθμου

εκ των ιβ 4και απελθων συνελαλησεν

τοισ αρχιερευσιν πωσ παραδοι

αυτον 5και εχαρησαν και συνεθεντο αυτω

αργυριον δουναι 6και ωμολογησεν

και εζητει ευκαιριαν του παραδουναι αυτον

ατερ οχλου 7ηλθεν δε η ημερα του πασχα

η εδει θυεσθαι το πασχα 8και απεστειλεν

τον πετρον και ιωανην ειπων

πορευθεντεσ ετοιμασατε ημειν

το πασχα ινα φαγωμεν 9οι δε

ειπαν αυτω που θελεισ ετοιμασωμεν

σοι 10ο δε ειπεν ιδου εισερχομενων

υμων εισ την πολιν απαντησει

υμειν ανθρωποσ βασταζων κεραμιον υδατοσ

ακολουθησατε αυτω εισ την οικειαν ου εισ

πορευετε 11και ερειτε τω οικοδεσποτη τησ οικιασ

λεγει ο διδασκαλοσ που εστι το καταλυμα

οπου το πασχα μετα των μαθητων μου φαγω

12εκεινοσ υμειν δειξει αναγαιον οικον

εστρωμενον εκει ετοιμασατε

13απελθοντεσ δε ευρον καθωσ ειρηκει αυτοσ

και ητοιμασαν το πασχα 14και οτε

εγενετο η ωρα ανεπεσεν και οι

αποστολοι συν αυτω 15και ειπεν προσ αυτουσ

επιθυμια επεθυμησα τουτο το πασχα

φαγειν μεθ υμων προ του με παθειν

16λεγω γαρ υμειν ουκετι μη φαγομαι

απ αυτου εωσ οτου καινον βρωθη

εν τη βασιλεια του θυ 17και δεξαμενοσ

το ποτηριον ευχαριστησασ ειπεν

λαβετε τουτο διαμερισατε εαυτοισ

18λεγω γαρ υμειν απο του νυν ου μη πιω

Leaf 246v - Luke 22:18+ (image )

απο του γενηματοσ τησ αμπελου

εωσ οτου ελθη η βασιλεια του θυ

19και λαβων αρτον ευχαριστησασ εκλασεν

και εδωκεν {αυτον} λεγων τουτο εστιν

το σωμα μου 21πλην ιδου η χειρ του

παραδιδοντοσ με επι τησ τραπεζησ

22οτι μεν ο υιοσ του ανθρωπου κατα το

ωρισμενον πορευεται πλην ουαι εκεινω

δι ου παραδιδοται 23αυτοι δε ηρξαντο

συνζητειν προσ εαυτουσ τισ αρα ειη ο μελλω̅

τουτο πρασσειν 24εγενετο δε και

φιλονικεια εν αυτοισ το τισ ανιη

μειζων 25ο δε ειπεν αυτοισ

οι βασιλεισ των εθνων κυριευουσιν

αυτων και οι εξουσιαζοντεσ αυτων

ευεργεται καλουνται

26υμεισ δε ουχ ουτωσ αλλ ο μειζων

εν υμειν γεινεσθω ωσ μεικροτεροσ

και ο ηγουμενοσ ωσ ο διακονοσ

27μαλλον η ο ανακειμενοσ εγω γαρ

εν μεσω υμων ηλθον ουχ ωσ ο ανακειμενοσ

αλλ ωσ ο διακονων 28και υμεισ ηυξηθητε

εν τη διακονια μου ωσ ο διακονων

οι διαμεμενηκοτεσ μετ εμου εν τοισ

πειρασμοισ μου 29καγω διατιθεμε υμειν

καθωσ διεθετο μοι ο πατηρ βασιλειαν 30ινα

εσθητε και πεινηται επι τησ τραπεζησ μου

εν τη βασιλεια και καθεζησθε επι ιβ

θρονουσ κρεινοντεσ ιβ φυλασ

του ισραηλ 31ειπεν δε ο κσ σιμων

σιμων ιδου ο σατανασ εξητησατο υμασ

του σινιασαι ωσ τον σιτον 32εγω δε

εδεηθην περι σου ινα μη εκλιπη η

______

19^{αυτοισ}

Leaf 247v - Luke 22:32+ (image )

πιστισ σου συ δε επιστρεψον και

στηριξον τουσ αδελφουσ σου 33ο δε ειπεν

αυτω κε μετα σου ετοιμοσ ειμι

και εισ φυλακην και εισ θανατον πορευεσθαι

34ο δε ειπεν λεγω σοι πετρε ου μη φωνησει

σημερον αλεκτωρ εωσ οτου τρισ με

απαρνηση μη ειδεναι με

35και ειπεν αυτοισ οτε απεστειλα υμασ

ατερ βαλλαντιου και πηρασ και

υποδηματων μη τινοσ υστερησατε

οι δε ειπαν ουδενοσ 36ο δε ειπεν

αλλα νυν ο εχων βαλλαντιον αρει ομοιωσ

και πηραν και ο μη εχων πωλησαι

το ιματιον αυτου και αγορασει μαχαιραν

37λεγω γαρ οτι τουτο το γεγραμμενον

δει τελεσθηναι εν εμοι το και μετα των

ανομων ελογισθη και το περι εμου

τελοσ εχει 38οι δε ειπαν ιδου κε δυο

μαχαιραι ωδε ο δε ειπεν αυτοισ

αρκει 39και εξελθων επορευετο

κατα το εθοσ εισ το οροσ των ελαιων

ηκολουθησαν δε αυτω και οι μαθηται

40γενομενοσ δε επι τοπου ειπεν αυτοισ

προσευχεσθαι μη εισελθητε εισ πειρασμον

41αυτοσ δε απεσταθη απ αυτων ωσει

λιθου βολην και θεισ τα γονατα προσευχετο

42λεγων πατερ μη το θελημα μου αλλα

το σον γενεσθω ει βουλει παρενεγκε

τουτο το ποτηριον απ εμου 43ωφθη δε

αυτω αγγελοσ απο του ουρανου

ενισχυων αυτον 44και γενομενοσ

εν αγωνια εκτενεστερον προσηυχετο

εγενετο δε ο ιδρωσ αυτου ωσ θρομβοι

Leaf 248v - Luke 22:44+ (image )

αιματοσ καταβαινοντεσ επι την γην

45και αναστασ απο τησ προσευχησ

ελθων επι τουσ μαθητασ ευρεν

κοιμωμενουσ αυτουσ απο τησ

λυπησ 46και ειπεν αυτοισ καθευδετε

ανασταντεσ προσευχεσθε ινα μη

εισ πειρασμον εισελθητε 47ετι δε

αυτου λαλουντοσ ιδου οχλοσ πολυσ

και ο {καλουμενου} ιουδασ {ισκαριωθ}

εισ των ιβ προηγεν αυτουσ και

εγγισασ εφιλησεν τον ιην τουτο γαρ

σημειον δεδωκει αυτοισ ον αν φιλησω

αυτοσ εστιν 48ο δε ιησ ειπεν τω ιουδα

φιληματι τον υιον του ανθρωπου παραδιδωσ

49ιδοντεσ δε οι περι αυτον το γενομενον

ειπαν τω κω ει παταξομεν εν μαχαιρη

50και επαταξεν εισ τισ εξ αυτων τον δουλον

του αρχιερεωσ και αφειλατο αυτου

το ωτιον το δεξιον 51αποκριθεισ δε ο ιησ

ειπεν εατε εωσ τουτου και εκτεινασ

την χειρα ηψατο αυτου και απεκατεσταθη

το ουσ αυτου 52ειπεν δε προσ τουσ

παραγενομενουσ επ αυτον χ�

αρχιερεισ και στρατηγουσ του λαου

και πρεσβυτερουσ ωσ επι ληστην εξηλθατε

μετα μαχαιρων και ξυλων 53το καθ ημεραν

οντοσ μου εν τω ιερω μεθ υμων

ουκ εξεστινατε τασ χειρασ επ εμε

αλλα αυτη εστιν υμων η ωρα και εξουσια

το σκοτοσ 54συνλαβοντεσ δε αυτον

ηγαγον εισ τον οικον του αρχιερεωσ

ο δε πετροσ ηκολουθει αυτω απο

μακροθεν 55αψαντων δε πυρ

______

47^{καλουμενοσ} {εισκαριωθ}

Leaf 249v - Luke 22:55+ (image )

εν μεσω τησ αυλησ και περικαθισαντων

εκαθητο και ο πετροσ μετ αυτων

θερμαινομενοσ 56ιδουσ δε αυτον

παιδισκη τισ καθημενον προσ το φωσ

και ατενισασα αυτω ειπεν και ουτοσ

συν αυτω ην 57ο δε ηρνησατο αυτον λεγων

ουκ οιδα αυτον 58και μετα βραχυ ετεροσ

ειδων αυτον ειπεν το αυτο ο δε ειπεν

ανθρωπε ουκ ειμι 59και διαστησασ ωσει

ωρασ μιασ αλλοσ τισ διισχυριζετο

επ αληθειασ λεγω και ουτοσ μετ αυτου ην

και γαρ γαλιλαιοσ {ετιν} 60ειπεν δε ο

πετροσ ανθρωπε ουκ οιδα τι λεγεισ

και παραχρημα ετι λαλουντοσ αυτου

εφωνησεν αλεκτωρ 61στραφεισ δε ο ιησ

ενεβλεψεν τω {πετωπετρω} υπεμνησθη

του λογου του κυ ωσ ειπεν αυτω

πριν αλεκτορα φωνησαι τρεισ

απαρνηση με μη ειδεναι με 62και εξελθων

εξω εκλαυσαι πικρωσ 63οι δε ανδρεσ

οι συνεχοντεσ αυτον ενεπεζον αυτω

64και περικαλυψαντεσ αυτου το προσωπον

ετυπτον αυτον και ελεγον προφητευσον

τισ εστιν ο παισασ σε 65και αλλα πολλα

βλασφημουντεσ ελεγον εισ εαυτουσ

66και ωσ εγενετο ημερα συνηχθη

το πρεσβυτεριον του λαου και αρχιερεισ

και γραμματεισ και απηγαγον αυτον εισ το

συνεδριον αυτων 67λεγοντεσ συ ει ο χρσ

ο δε ειπεν αυτοισ εαν υμειν ειπω ου μη

πιστευσητε 68εαν ερωτησω ου μη

αποκριθητε μοι η απολυσητει

69απο του νυν δε εσται ο υιοσ του ανθρωπου

______

59^{εστιν} 61^{πετρω και}

Leaf 250v - Luke 22:69+ (image )

καθημενοσ εκ δεξιων τησ δυναμεωσ

του θυ 70ειπον δε παντεσ συ ει ο υιοσ του θυ

ο δε ειπεν αυτοισ υμεισ λεγετε οτι

εγω ειμι 71οι δε ειπαν τι ετι χρειαν

εχομεν μαρτυρων ηκουσαμεν γαρ

απο του στοματοσ αυτου 1και ανασταντεσ

ηγαγον αυτον αυτον επι πειλατον

2ηρξαντο δε κατηγορειν αυτου λεγοντεσ

τουτον ευρον διαστρεφοντα

το εθνοσ ημων και κωλυοντα

φορουσ διδοναι καισαρι λεγοντα δε

εαυτον χρν βασιλεα ειναι

3ο δε {πιλατοσ} επηρωτησεν αυτον λεγων

συ ει ο βασιλευσ των ιουδαιων

ο δε απεκριθη αυτω λεγων συ λεγεισ

4ο δε πειλατοσ ειπεν προσ τουσ αρχιερεισ

και τουσ οχλουσ ουδεν ευρισκω αιτιον

εν τω ανθρωπω τουτω 5οι δε ενισχυον

λεγοντεσ ανασειει τον λαον διδασκων

καθ ολησ τησ γησ αρξαμενοσ απο τησ

γαλιλαιασ εωσ ωδε 6ακουσασ δε ο

πειλατοσ την γαλιλαιαν επηρωτησεν

ει απο τησ γαλιλαιασ ο ανθρωποσ

εστιν 7επιγνουσ δε οτι εκ τησ εξουσιασ

ηρωδου εστιν ανεπεμψεν αυτον

τω ηρωδη οντι αυτω εν ιεροσολυμοισ

εν εκειναισ ταισ ημεραισ 8ο δε ηρωδησ

ειδων τον ιην εχαρη λειαν ην γαρ

θελων ειδειν αυτον εξ ικανων χρονων

δια το ακουειν περι αυτου και ηλπιζεν

τι σημειον ειδειν υπ αυτου {γεινομενων}

9επηρωτα δε αυτον εν λογοισ εικανοισ

αυτοσ δε ουκ απεκρινατο αυτω ουδεν

______

3^{πειλατοσ} 8^{γεινομενον}

Leaf 251v - Luke 23:10+ (image )

10ειστηκεισαν δε οι αρχιερεισ

και οι γραμματισ ευτονωσ

κατηγορουντεσ αυτου 11εξουθενησασ δε

αυτον ο ηρωδησ συν τοι στρατευμασιν

αυτου και ενπαιξασ περιβαλων αυτον

α εσθητα λαμπραν ανεπεμψεν αυτον

τω πειλατω 12οντεσ δε εν αηδια

ο πιλατοσ και ο ηρωδησ εγενοντο

φιλοι εν αυτη τη ημερα 13ο δε πειλατοσ

συνκαλεσασ τουσ αρχιερεισ και τουσ

αρχοντασ και παντα τον λαον 14ειπεν

προσ αυτουσ κατηνεγκατε μοι τον

ανθρωπον τουτον ωσ αποστρεφοντα

τον λαον καγω δε ανακρινασ ενωπιον

υμων ουδεν ευρον αιτιον εν αυτω

15αλλ ουδε ηρωδησ ανεπεμψα γαρ υμασ

προσ αυτον και ουδεν αξιον θανατου

πεπραγμενον εστιν εν αυτω 16παιδευσασ ου̅

αυτον απολυσω 17αναγκην δε ειχεν κατα

εορτην απολυειν αυτοισ ενα 18ανεκραξαν δε παν

πληθει λεγοντεσ αιρε τουτον αιραι τουτον

απολυσον δε ημειν τον βαραββαν

19οστισ ην δια στασιν τινα γενομενην

εν τη πολει και φονον βεβλημενοσ

εισ φυλακην

20παλιν δε ο πειλατοσ προσεφωνησεν

αυτουσ θελων απολυσαι τον ιην

21οι δε εκραξαν σταυρου σταυρου τον

22ο δε τριτον ειπεν προσ αυτουσ τι γαρ

κακον εποιησεν ουτοσ ουδεμιαν

αιτιαν θανατου ευρισκω εν αυτω

παιδευσασ ουν απολυσω αυτον

23οι δε επεκειντο φωναισ μεγαλαισ

Leaf 252v - Luke 23:23+ (image )

αιτουμενοι σταυρωθηναι αυτον

και κατισχυον αι φωναι αυτων και των

των αρχιερεων 24επεκρεινεν δε

ο πειλατοσ γενεσθαι το αιτημα αυτων

25απελυσεν δε τον ενεκα φονου

βεβλημενον εισ φυλακην

ον ητουντο τον δε ιην παρεδωκεν

τω θεληματι αυτων 26ωσ δε

απηγαγον αυτον επιλαβομενοι

τινα σιμωνα κυρηναιον

ερχομενον απο αγρου επεθηκαν αυτω

τον σταυρον φερειν οπεισοθεν του ιηυ

27ηκολουθει δε το πληθοσ αυτω

του λαου και γυναικεσ

αι εκοπτοντο αυτον και εθρηνουν

28στραφεισ δε ο ιησ ειπεν προσ αυτασ

θυγατερεσ ιερουερουσαλημ μη

κλαιετε εμε μηδε πενθειτε

αλλ εαυτασ κλαιετε και τα τεκνα

υμων 29οτι ελευσονται ημεραι

εν αισ ερουσιν μακαριαι αι στειραι

και κοιλιαι αι ουκ εγεννησαν

και μασθοι οι ουκ εξεθρεψαν

30τοτε αρξονται λεγειν τοισ ορεσι

πεσεται εφ ημασ και τοισ βουνοισ

καλυψατε ημασ 31οτι ει εν τω υγρω ξυλω

ταυτα ποιουσιν εν τω ξηρω τι γενησεται

32ηγοντο δε και ετεροι δυο κακουργοι

συν αυτω ανερεθηναι 33και οτε ηλθαν

επι τον τοπον τον καλουμενον κρανιον

εκει εσταυρωσαν αυτον και τουσ κακουργουσ

ομου ον μεν εκ δεξιων ον δε

εξ αριστερων 34διεμεριζοντο δε

Leaf 253v - Luke 23:34+ (image )

τα ιματια αυτου βαλοντεσ

κληρον 35και ειστηκει ο λαοσ ορων

εμυκτηριζον δε αυτον και ελεγαν αυτω

αλλουσ εσωσασ σεαυτον σωσον

ει υιοσ ει του θυ ει χρσ ει ο εκλεκτοσ

36ενεπεζον δε αυτω και οι στρατιωται

προσερχομενοι οξοσ τε προσεφερον

37λεγοντεσ χαιρε ο βασιλευσ των ιουδαιων

περιτεθεντεσ αυτω και ακανθινον

στεφανον 38ην δε και η επιγραφη

επιγεγραμμενη επ αυτω γραμμασιν

ελληνικοισ ρωμαικοισ εβραικοισ

ο βασιλευσ των ιουδαιων ουτοσ εστιν

39εισ δε των κακουργων {εφλασφημει}

αυτον 40αποκριθεισ δε ο ετεροσ

επετειμα αυτω λεγων οτι ου φοβη συ

τον θν οτι εν τω αυτω κριματι ει

και ημεισ εσμεν 41και ημεισ μεν

δικαιωσ αξια γαρ ων επραξαμεν

απολαμβανομεν ουτοσ δε ουδεν

πονηρον επραξεν 42και στραφεισ

προσ τον κν ειπεν αυτω μνησθητι μου

εν τη ημερα τησ ελευσεωσ σου

43αποκριθεισ δε ο ιησ ειπεν αυτω τω επλησοντι

{θαρσι} σημερον μετ εμου εση

εν τω παραδεισω 44και ην ωσει

ωρα εκτη και σκοτοσ εγενετο

εφ ολην την γην εωσ ωρασ

ενατησ 45εσκοτισθη δε ο ηλιοσ

46και φωνησασ ο ιησ μεγαλη φωνη

ειπεν πατερ εισ χειρασ σου παρατιθημι

το πνευμα μου τουτο δε ειπων εξεπνευσε̅

και το καταπετασμα του ναου

______

39^{εβλασφημει} 43^{θαρσει}

Leaf 254v - Luke 23:46+ (image )

εσχισθη 47και ο εκατονταρχοσ φωνησασ

εδοξαζεν τον θν λεγων οντωσ

δικαιοσ ην ο ανθρωποσ ουτοσ 48και παντεσ

οι συνπαραγενομενοι επι θεωρεια

οχλοι θεωρησαντεσ τα γενομενα

τυπτοντεσ τα στηθη και τα μετωπα

υπεστρεφαν 49ειστηκεισαν δε παντεσ οι

γνωστοι αυτου απο μακροθεν και γυναικεσ

αι συνακολουθησασαι αυτω

απο τησ γαλιλαιασ ορωσαι ταυτα

50και ιδου ανηρ ονοματι ιωσηφ

βουλευτησ υπαρχων αγαθοσ και δικαιοσ

51ουτοσ ουκ ην συνκατατιθεμενοσ τη βουλη

και τη πραξη αυτων απο αριμαθιασ

πολεωσ των ιουδαιων οσ προσεδεχετο

την βασιλειαν του θυ 52{} προσελθων τω πειλατω

ητησατο το σωμα του ιηυ 53και καθελων

ενετυλιξεν το σωμα του ιηυ εν σινδονι

και εθηκεν αυτον εν μνημειω

λελατομημενω ου ουκ ην ουπω

ουδεισ κειμενοσ και θεντοσ αυτου επεθηκε̅

τω μνημειω λειθον ον μογισ εικοσι

εκυλιον 54ην δε η ημερα προ σαββατου

55κατηκολουθησαν δε δυο

γυναικεσ αιτινεσ ησαν συνεληλυθυιαι

απο τησ αγαλιλαιασ και εθεασαντο

το μνημα αυτου 56υποστρεψασαι δε

ητοιμασαν αρωματα και μυρα

και το μεν σαββατον ησυχασαν 1μια δε

των σαββατων ορθρου βαθεωσ

ηρχοντο επει το μνημα φαιρουσαι

α ητοιμασαν και τινεσ συν αυταισ

ελογιζοντο δε εν εαυταισ

______

52^{και}

Leaf 255v - Luke 24:1+ (image )

τισ αρα {αποκαλυψεν} τον λιθον

2ελθουσαι δε ευρον τον λιθον

αποκεκυλισμενον απο του μνημειου

3εισελθουσαι δε ουχ ευρον το σωμα

4και εγενετο εν τω απορεισθαι αυτασ

περι αυτου ιδου δυο ανδρεσ επεστησαν

αυταισ εν εσθητι αστραπτουση

5ενφοβοι δε γενομεναι εκλειναν τα

προσωπα εισ την γην οι δε ειπαν προσ αυτασ

τι ζητειτε τον ζωντα μετα των νεκρων

6μνησθητε δε οσα ελαλησεν υμειν

ετι ων εν τη γαλιλαια 7οτι δει τον υιον

του ανθρωπου παραδοθηναι εισ χειρασ

ανθρωπων και σταυρωθηναι και τη τριτη

ημερα αναστηναι 8και εμνησθησαν των

ρηματων αυτου 9και υποστρεψασαι

απηγγειλαν παντα ταυτα τοισ ενδεκα

και πασι τοισ λοιποισ

10μαρια η μαγδαληνη και ιωανα

και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ

ελεγαν προσ αυτουσ αποστολουσ ταυτα

11και εφανησαν ενωπιον αυτων

ωσει ληροσ τα ρηματα ταυτα και ηπιστουν αυταισ

13ησαν δε δυο πορευομενοι εξ αυτων

εν αυτη τη ημερα εισ κωμην απεχουσαν

σταδιουσ εξηκοντα απο {ιερουσαλημημα}

ονοματι ουλαμμαουσ

14ωμειλουν δε προσ εαυτουσ

περι παντων συνβεβηκοτων τουτων

15και εγενετο εν τω ομειλειν αυτουσ

και συνζητειν και ο ιησ εγγισασ

συνεπορευετο αυτοισ 16οι δε οφθαλμοι αυτω̅

εκρατουντο του μη επιγνωναι αυτον

______

1^{αποκυλισει} 13^{ιερουσαλημ}

Leaf 256v - Luke 24:17+ (image )

17ο δε ειπεν τινεσ οι λογοι ουτοι ουσ αντιβαλλεται

προσ εαυτουσ περιπατουντεσ σκυθρωποι

18αποκριθεισ δε εισ ω ονομα κλεοπασ

ειπεν προσ αυτον συ {μονοσ} παροικεισ

ιερουσαλημ ουκ εγνωσ τα γενομενα εν αυτη

εν ταισ ημεραισ ταυταισ 19ο δε ειπεν αυτω ποια

τα περι ιηυ του ναζωραιου οσ εγενετο ανηρ

προφητησ δυνατοσ εν λογω και εργω

ενωπιον του θυ και παντοσ του λαου

20ωσ τουτον παρεδωκαν οι αρχιερεισ

και οι αρχοντεσ ημων εισ κριμα

θανατου και εσταυρωσαν αυτον

21ημεισ δε ηλπιζομεν οτι αυτοσ ην

ο μελλων λυτρουσθαι τον ισραηλ

αλλα γε και συν πασιν τουτοισ

τριτην ημεραν σημεραν αγει αφ ου ταυτα

γεγονεν 22αλλα και γυναικεσ τινεσ

εξεστησαν ημασ γενομεναι

ορθριναι επει το μνημειον 23και μη

ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι

οπτασιαν αγγελων εωρακεναι

οι λεγουσιν αυτον ζην 24και απηλθον

τινεσ εκ των συν ημειν

επι το μνημειον και ευρον ουτωσ

ωσ ειπον αι γυναικεσ αυτον δε

ουκ ειδομεν 25ο δε ειπεν προσ αυτουσ

ω ανοητοι και βραδεισ τη καρδια επι πασιν

οισ ελαλησαν οι προφηται

26οτι ταυτα εδει παθειν τον χρν

και εισελθειν εισ την δοξαν αυτου

27και ην αρξαμενοσ απο μωσεωσ και παντων

των προφητων ερμηνευειν

αυτοισ εν ταισ γραφαισ τα περι αυτου 28και ηγγισα̅

______

18^{μονοισ}

Leaf 257v - Luke 24:28+ (image )

εισ την κωμην ου επορευοντο

και αυτοσ προσεποιησατο πορρωτερω

πορευεσθαι 29και παραβιασαντο αυτον λεγοντεσ

μεινον μεθ ημων οτι προσ εσπεραν

καικλεικεν η ημερα και εισηλθεν

μειναι μετ αυτων 30και εγενετο

εν τω κατακλιθηναι αυτον

λαβων αρτον ηυλογησεν

και προσεδιδου αυτοισ 31{λαβων} δε

αυτων τον αρτον απ αυτου

ηνυγησαν οι οφθαλμοι αυτων

και επεγνωσαν αυτον και αυτοσ αφαντοσ

εγενετο απ αυτων 32οι δε ειπον προσ εαυτουσ

ουχι η καρδια ην ημων κεκαλυμμενη

ωσ ελαλει ημειν εν τη οδω

ωσ ηνυγεν ημειν {η γραφ}

33και ανασταντεσ λυπουμενοι αυτη τη ωρα

υπεστρεψαν εισ ιερουσαλημ και ευρον

ηθροισμενουσ τουσ ια και τουσ συν αυτοισ

34λεγοντεσ οτι οντωσ ηγερθη

ο κσ και ωφθη σιμωνι 35και αυτοι

εξηγουντο τα εν τη οδω και οτι εγνωσθη

αυτοισ εν τη κλασει του αρτου 36ταυτα δε

αυτων λαλουντων αυτοσ εσταθη

εν μεσω αυτων 37αυτοι δε πτοηθεντεσ

και ενφοβοι γενομενοι εδοκουν φαντασμα

θεωρειν 38ο δε ειπεν αυτοισ τι τεταραγμενοι

εσται και εινα τι διαλογισμοι

αναβαινουσιν εν τη καρδια υμων

39ιδετε τασ χειρασ μου και τουσ ποδασ μου

οτι εγω αυτοσ ειμι ψηλαφησατε και ιδετε

το πνα οστα ουκ εχει και σαρκασ

καθωσ εμε εβλεπετε εχοντα

______

31^{λαβοντων} 32^{τασ γραφασ}

Leaf 258v - Luke 24:41+ (image )

41ετι δε απιστουντων αυτων

απο τησ χαρασ και θαυμαζοντων

ειπεν εχετε τι βρωσιμον ενθαδε

42κα επεδωκαν αυτω ιχθυοσ οπτου

μεροσ 43και λαβων ενωπιον

αυτων εφαγεν 44και ειπεν αυτοισ

ουτοι οι λογοι μου ουσ ελαλησα

προσ υμασ εν ω ημην συν υμειν

οτι δει πλησθηναι παντα τα γεγραμμενα

εν τω νομω μωυσεωσ και προφηταισ

και ψαλμοισ περι εμου 45τοτε διηνυξεν

αυτων τον νουν του συνιεναι τασ γραφασ

και ειπεν αυτοισ 46οτι ουτωσ γεγραπται τον

χρν παθειν και αναστηναι τη τριτη ημερα

47και κηρυχθηναι επι τω ονοματι αυτου

μετανοιαν και αφεσιν αμαρτιων

ωσ επι παντα τα εθνη αρξαμενων

απο ιερουσαλημ 48και υμεισ δε

μαρτυρεσ τουτων 49και εγω αποστελλω

την επαγγελιαν μου εφ υμασ

υμεισ δε καθισατε εν τη πολει εωσ οτου

ενδυσησθε δυναμιν εξ υψουσ

50εξηγαγεν δε αυτουσ εξω προσ

βηθανιαν επαρασ δε τασ χειρασ

ηυλογησεν αυτουσ 51και εγενετο

εν τω ευλογειν αυτον αυτουσ

απεστη απ αυτων 52και αυτοι υπεστρεψαν

εισ ιερουσαλημ μετα χαρασ μεγαλησ

53και ησαν δια παντοσ εν τω ιερω

αινουντεσ τον θν

Leaf 259v - Mark 1:1+ (image )

1αρχη του ευαγγελιου ιηυ χρυ υιου θυ

2ωσ γεγραπται εν ησαια τω προφητη

ιδου αποστελλω τον αγγελον μου

προ προσωπου σου οσ κατασκευασει

την οδον σου 3φωνη βοωντοσ εν τη

ερημω ετοιμασατε την οδον κυ

ευθειασ ποιειτε τασ {τριβου} του θυ υμω̅

4εγενετο ιωαννησ εν τη ερημω βαπτιζων

και κηρυσσων βαπτισμα μετανοιασ

εισ αφεσιν αμαρτιων

5και εξεπορευετο προσ αυτον πασα η ιουδαια

χωρα και ιεροσολυμειτε παντεσ

και εβαπτιζοντο εν ιορδανη υπ αυτου

εξομολογουμενοι τασ αμαρτιασ αυτων

6ην δε ιωαννησ ενδεδυμενοσ δερρην καμελου

και εσθιων ακριδασ και μελι αγριον

7και ελεγεν αυτοισ εγω μεν υμασ

βαπτιζω εν υδατι

ερχεται δε οπισω μου ο ισχυροτεροσ μου

ου ουκ ιμι ικανοσ λυσαι τον ιμαντα

των υποδηματων αυτου

8και αυτοσ υμασ βαπτιζει εν πνι αγειω

9και εγενετο εν ταισ ημεραισ εκειναισ

ηλθεν ο ιησ απο ναζαρεθ τησ γαλιλαιασ

και εβαπτισθη ισ την ιορδανην υπο ιωαννου

10και αναβαινων εκ το υδατοσ

ειδεν ηνυγμενουσ τουσ ουρανουσ

και το πνα ωσ περιστεραν καταβαινων

εισ αυτον 11και φωνη εκ των ουρανων

συ ει ο υιοσ μου ο αγαπητοσ εν σοι ευδοκησα

12και ευθεωσ το πνα το αγιον εκβαλλει αυτον

εισ την ερημον 13και ην εν τη ερημω ημερασ μ

και πειραζομενοσ υπο του σατανα

______

3^{τριβουσ}

Leaf 260v - Mark 1:13+ (image )

και ην μετα των θηριων και οι αγγελοι

διηκονουν αυτω 14και μετα το παραδοθηναι

τον ιωαννην ηλθεν ο ιησ εισ την γαλιλαιαν

κηρυσσων το ευαγγελιον τησ βασιλειασ του θυ

15λεγων οτι πεπληρωνται οι καιροι

και ηγγικεν η βαβασιλεια του θυ

μετανοειτε και πιστευεται εν τω ευαγγελιω

16και παραγων παρα την θαλασσαν τησ γαλιλαιασ

ειδεν τον σιμωνα και ανδρεαν

τον αδελφον αυτου αμφιβαλλοντασ

τα δικτυα εν τη θαλασση ησαν γαρ αλειεισ

17και ειπεν αυτοισ ο ιησ δευτε οπισω μου

και ποιησω υμασ γενεσθαι αλιεισ ανθρωπω̅

18και ευθεωσ αφεντεσ παντα ηκολουθησαν αυτω

19και προσβασ ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου

και ιωαννην τον αδελφον αυτου

και αυτουσ εν τω πλοιω καταρτιζοντασ

τα δικτυα 20και ευθεωσ εκαλεσεν αυτουσ

και αφεντεσ τον πατερα αυτων

ζεβαιδεον εν τω πλοιω μετα των μεισθωτων

ηκολουθησαν αυτω 21και εισεπορευοντο

εισ καφαρναουμ και ευθεωσ τοισ σαββασιν

εισελθων εισ την συναγωγην εδιδασκεν αυτουσ

22και εξεπλησσοντο επι τη διδαχη αυτου

ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν

εχων ουχ ωσ οι γραμματεισ

23και ην εν τη συναγωγη ανθρωποσ

εν πνι ακαθαρτω και ενεκραξεν 24λεγων

τι ημειν και σοι ιηυ ναζαρηναι

ηλθεσ απολεσαπολεσαι ημασ

οιδα σε τισ ει ο αγιοσ του θυ

25και επετειμησεν αυτω λεγων φιμωθητι

και εξελθε εκ του ανθρωπου πνα ακαθαρτον

Leaf 261v - Mark 1:26+ (image )

26και εξηλθεν το πνα το ακαθαρτον

σπαραξασ αυτον και κραξασ φωνη μεγαλη

εξηλθεν απ αυτου 27και εθαμβησαν παντεσ

ωστε συνζητειν προσ εαυτουσ λεγοντασ τισ

η διδαχη εκεινη η καινη αυτη η εξουσια

οτι και τοισ πνευνα τοισ ακαθαρτοισ επιτασσει

και υπακουουσιν αυτω

28και εξηλθεν η ακοη αυτου ευθυσ

εισ ολην την περιχωρον τησ γαλιλαιασ

29εξελθων δε εκ τησ συναγωγησ

ηλθεν εισ την οικιαν σιμωνοσ

και ανδρεου μετα ιακωβου και ιωανου

30κατεκειτο δε η πενθερα σιμωνοσ πυρεσσουσα

και ευθυσ λεγουσιν αυτω περι αυτησ

31και προσελθων εκτεινασ την χειρα

κρατησασ ηγειρεν αυτην και ευθεωσ

αφηκεν αυτην ο πυρετοσ και διηκονει αυτοισ

32οψιασ δε γενομενησ οτε εδυσεν ο ηλιοσ

εφεροσαν προσ αυτον παντασ τουσ κακωσ εχοντασ

νοσοισ ποικιλαισ και τουσ δαιμονιζομενουσ

33και ην ολη η πολισ επισυνηγμενη

προσ την θυραν αυτου 34και εθεραπευσεν αυτουσ

και τουσ δαιμονια εχοντασ εξεβαλεν αυτα

απ αυτων και ουκ ηφιεν αυτα λαλειν

{τι} ηιδισαν αυτον και εθεραπευσεν πολλουσ

κακωσ εχοντασ ποικιλαισ νοσοισ

και δαιμονια πολλα εξεβαλεν

35και πρωι εννυχα λειαν εξηλθεν

και απηλθεν εισ τον ερημον τοπον

και εκει {προσηυχοτο} 36και κατεδιωξαν αυτον

{τε} σιμων και οι μετ αυτου

37και οτε ευρον αυτον λεγουσιν αυτω

οτι παντεσ ζητουσιν σε 38και λεγει αυτοισ αγωμε̅

______

34^{οτι} 35^{προσηυξετο} 36^{τοτε}

Leaf 262v - Mark 1:38+ (image )

εισ τασ ενγυσ κωμασ και εισ τασ πολεισ

ινα κακει κηρυξω εισ τουτο γαρ εξεληλυθα

39και ην κηρυσσων εισ τασ συναγωγασ αυτων

εισ ολην την γαλειλαιαν και τα δαιμονια εκβαλλω̅

40και ερχεται προσ αυτον λεπροσ ερωτων αυτον

και λεγων εαν θελεισ δυνασαι με καθαρισαι

41και οργισθεισ εκτεινασ την χειρα αυτου

ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι

42και ευθεωσ απηλθεν απ αυτου η λεπρα

και εκαθαρισθη 43και ενεβρισαμενοσ αυτω

ευθυσ εξεβαλεν αυτον 44και λεγει αυτω

ορα μηδενι ειπησ αλλα υπαγε δειξον σεαυτον

τω ιερει και προσενενκε περι του καθαρισμου σου

α προσεταξεν μωυσησ εισ μαρτυριον αυτοισ

45ο δε εξελθων ηρξατο κηρυσσειν

και διαφημειζειν τον λογον

ωστε μηκετι δυνασθαι φανερωσ εισελθειν

εισ πολιν αλλα εξω εν ερημοισ τοποισ ην

και ηρχοντο προσ αυτον παντοθεν

1και εισελθων παλιν εισ καφαρναουμ

δι ημερων και ηκουσθη οτι εν οικω εστιν

2και ευθεωσ συνηκθησαν πολλοι

ωστε μηκετι χωρειν μηδε τα προσ την θυραν

και ελαλει προσ αυτουσ λογον

3και ερχονται προσ αυτον φεροντεσ παραλυτικο̅

αιρομενον υπο τεσσαρων 4και μη δυναμενοι

προσενγεισαι απο του οχλου

απεστεγασαν την στεγην οπου ην ο ιησ

και χαλωσει τον κραβαττον οπου ην

ο παραλυτικοσ κατακειμενοσ

5ειδων δε ο ιησ την πιστιν αυτων

λεγει τω παραλυτικω

τεκνον αφεωντε σου αι αμαρτιαι

Leaf 263v - Mark 2:6+ (image )

6ησαν δε τινεσ των γραμματεων

εκει καθημενοι και διαλογιζομενοι

εν ταισ καρδιαισ αυτων λεγοντεσ

7{π} ουτοσ ουτωσ λαλει βλασφημει

τισ δυναται αφιεναι τασ αμαρτιασ ει μη ο θσ

8και επιγνουσ ο ιησ τω πνι οτι ουτωσ διαλογιζονται

εν εαυτοισ ειπεν αυτοισ

τι ταυτα διαλογιζεσθαι εν ταισ καρδιαισ υμων

9τι εστιν ευκοπωτερον ειπειν τω παραλυτω

εγειρε αρον τον κραβαττον σου

και υπαγε εισ τον οικον σου

η ειπειν αφαιωνται σοι αι αμαρτιαι

10ινα δε ειδητε οτι εξουσιαν εχει

ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι

αμαρτιασ λεγει τω παραλυτικω 11σοι λεγω

εγειρε αρον τον κραβαττον σου

και υπαγε εισ τον οικον σου 12και ευθεωσ ηγερθη

και αρασ τον κραβαττον εξηλθεν εναντιον

παντων ωστε εξιστασθαι παντασ

και δοξαζειν τον θν και λεγειν

οτι ουτωσ ουδεποτε ειδαμεν

13και εξηλθεν παρα την θαλασσαν και πασ οχλοσ

ηρχετο προσ αυτον και εδιδασκεν αυτουσ

14και παραγων ειδεν ιακωβον τον του αλφαιου

καθημενον επι το τελωνιον

και λεγει αυτω ακολουθει μοι

και αναστασ ηκολουθησεν αυτω

15και εγενετο κατακειμενων αυτων

εν τη οικεια αυτου πολλοι τελωναι

και αμαρτωλοι συνανεκειντο τω ιηυ

και τοισ μαθηταισ αυτου ησαν γαρ πολλοι

οι και ηκολουθησαν αυτω

16και οι γραμματεισ και οι φαρισαιοι

______

7^{τι}

Leaf 264v - Mark 2:16+ (image )

και ειδαν οτι ησθιεν μετα των αμαρτωλων

και των τελωνων και ελεγον τοισ μαθηταισ

αυτου δια τι μετα των αμαρτωλων

και των τελωνων εσθιει

17και ακουσασ ο ιησ λεγει ου χρειαν εχουσιν

οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ

ουκ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ

18και ησαν οι μαθηται ιωαννου

και οι φαρισαιοι νηστευοντεσ

και ερχονται και λεγουσιν αυτω

δια τι οι μαθηται ιωαννου

και οι των φαρεισαιων νηστευουσιν

οι δε σοι μαθηται ου νηστευουσιν

19και ειπεν αυτοισ μη δυνανται οι υιοι

του νυμφωνοσ εν ω ο νυμφιοσ

μετ αυτων εστιν νηστευειν

20ελευσονται δε ημεραι οταν απαρθη

απ αυτων ο νυμφιοσ και τοτε {νηστευουσιν}

εν εκεινη τη ημερα

21ουδεισ δε επιβλημα ρακκουσ αγναφου

επισυνραπτει επι ιματιον παλαιον

ει δε μη ερει το πληρωμα

το καινον απο του παλαιου

και χειρων σχισμα γεινεται

22και ουδεισ βαλλει οινον νεον

εισ ασκουσ παλαιουσ

ει δε μη ρηξει ο οινοσ τουσ ασκουσ

και ο οινοσ και οι ασκοι απολουνται

23και εγενετο παλιν αυτον εν τοισ σαββασιν

διαπορευεσθε δια των σποριμων

και οι μαθηται ηρξαντο τιλλειν τουσ

σταχυασ 24οι δε φαρισαιοι ελεγον

ιδε τι ποιουσιν οι μαθηται σου

______

20^{νηστευσουσιν}

Leaf 265v - Mark 2:24+ (image )

τοισ σαββασιν ο ουκ εξεστιν αυτοισ

25και αποκριθεισ ειπεν αυτοισ ουδεποτε

ανεγνωτε τι εποιησεν δαυειδ

οτε χρειαν εσχεν και επινασεν

αυτοσ και οι μετ αυτου οντεσ

26εισηλθεν εισ τον οικον του θυ

και τουσ αρτουσ τησ προσθεσεωσ εφαγεν

και εδωκεν τοισ μετ αυτου ουσιν

ουσ ουκ εξεστιν φαγειν ει μη τοισ

ιερευσιν 27λεγω δε υμειν

28κσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου

1και εισηλθεν παλιν εισ την συναγωγην

και ην εκει ανθρωποσ ξηραν εχων την χειρα

2και παρετηρουντο αυτον ει εν τοισ σαββασιν

θεραπευσει ινα κατηγορησουσιν αυτον

3και λεγει τω ανθρωπω

τω εχοντι την χειρα εξηραμενην

εγειρε και στηθει εν μεσω 4και ειπεν προσ

αυτουσ εξεστιν εν τοισ σαββασιν

τι αγαθον ποιησαι η κακοποιησαι

ψυχην σωσαι μαλλον

η {απολεσαι}

οι δε εσιωπων 5και περιβλεψαμενοσ αυτουσ

μετ οργησ συνλυπουμενοσ

επι τη νεκρωσει τησ καρδιασ αυτων

λεγει τω ανθρωπω εκτεινον την χειρα σου

και εξετεινεν και αποκατεσταθη

η χειρ αυτου ευθεωσ

6εξελθοντεσ δε οι φαρισαιοι μετα των ηρωδιανω̅

συνβουλιον ποιουντεσ κατ αυτου

οπωσ αυτον {απολοσωσιν}

7ο δε ιησ μετα των μαθητων αυτου

ανεχωρησεν εισ την θαλασσαν

______

4^{αποκτειναι} 6^{απολεσωσιν}

Leaf 266v - Mark 3:7+ (image )

και πολυσ οχλοσ απο τησ γαλειλαιασ

και τησ ιουδαιασ 8και απο ιεροσολυμων

και τησ ιδουμεασ και οι περαν του ιορδανου

και οι περι τυρον

και οι περι σιδωνα πληθοσ πολυ

ακουσαντεσ α εποιει ηλθαν προσ αυτον

9και ειπεν τοισ μαθηταισ αυτου ινα πλοιαριον

προσκαρτερη αυτω δια τον οχλον

ινα μη θλιβωσιν αυτον πολλοι

10πολλουσ γαρ εθεραπευσεν

ωστε επιπιπτειν εν αυτω ινα αυτου αψωνται

οσοι ειχον μαστειγασ 11και πνα ακαθαρτα

οταν ουν αυτον εθεωρουν

προσεπιπτον αυτω και εκραζον λεγοντεσ

συ ει ο υιοσ του θυ

12και πολλα επετειμα αυτοισ

ινα μη αυτον φανερον ποιωσιν

13και αναβαινει εισ το οροσ και προσκαλειται

ουσ ηθελεν αυτοσ και ηλθον προσ αυτον

14και εποιησεν ινα ωσιν ιβ μετ αυτου

και ινα αποστελη αυτουσ κηρυσσειν το

ευαγγελιον 15και εδωκεν αυτοισ εξουσιαν

θεραπευειν τασ νοσουσ

και εκβαλλειν τα δαιμονια

16και επεθηκεν σιμωνι ονομα πετρον

17και τον ιακωβον του ζεβεδαιου

και τον ιωαννην τον αδελφον {αυτου}

και επεθηκεν αυτοισ ονομα βοανεργησ

ο εστιν υιοι βροντησ 18και ανδρεαν

και φιλιππον και βαρθολομαιον και μαθθαιον

και θωμαν και ιακωβον τον του αλφαιου

και λεββαιον και σιμωνα το καναναιον

19και ιουδασ σκαριωθ

______

17^{του ιακωβου}

Leaf 267v - Mark 3:19+ (image )

οσ και παρεδωκεν αυτον

20και εισερχονται εισ οικον και συνερχεται

παλιν ο οχλοσ ωστε μη δυνασθαι

μητε αρτουσ φαγειν 21και οτε ηκουσαν

περι αυτου οι γραμματειν και οι λοιποι

εξηλθον {κρατησαισαι} αυτον ελεγον γαρ

οτι εξεσταται αυτουσ 22και οι γραμματεισ

οι απο ιεροσολυμων καταβαντεσ ελεγον

οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι

των δαιμονιων εκβαλλει τα δαιμονια

23και προσκαλεσαμενοσ αυτουσ

εν παραβολαισ ελεγεν ο κσ ιησ

πωσ δυναται σατανασ σαταναν εκβαλειν

24και εαν βασιλεια εφ εαυτην μερισθη

ου δυναται σταθηναι η βασιλεια εκεινη

25και εαν οικια εφ εαυτην μερισθη

ου δυναται η οικεια εκεινη εσταναι

26και εαν ο σατανασ σαταναν εκβαλλει

μεμερισθαι εφ εαυτον ου δυναται σταθηναι

η βασιλεια αυτου αλλα το τελοσ εχει

27ουδεισ δυναται τα σκευη του ισχυρου

εισελθων εισ την οικιαν διαρπασαι

εαν μη πρωτον τον ισχυρον δηση

και τοτε την οικιαν αυτου διαρπαζει

28αμην λεγω υμειν οτι παντα

{αφιθησεται} τοισ υιοισ των ανθρωπων

τα αμαρτηματα και βλασφημιαι

οσα αν βλασφημησωσιν

29οσ αν δε τισ βλασφημηση

το πνα το αγιον ουκ εχει αφεσιν

αλλα {ενοσ} εσται αιωνιου αμαρτιασ

30οτι ελεγον πνα ακαθαρτον εχειν

31και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου

______

21^{κρατησαι} 28^{αφεθησεται} 29^{ενοχοσ}

Leaf 268v - Mark 3:31+ (image )

και εξω εστωτεσ απεστειλαν προσ αυτον

φωνουντεσ αυτον 32και εκαθητο προσ τον οχλο̅

και λεγουσιν αυτω ιδου η μητηρ σου

και οι αδελφοι σου και αι αδελφαι σου

εξω ζητουσιν σε

33και απεκριθη αυτοισ λεγων τισ εστιν η μητηρ μου

η αδελφοι 34και περιβλεψαμενοσ

τουσ κυκλω καθημενουσ ειπεν

ιδου η μητηρ μου και οι αδελφοι μου

35οσ γαρ αν ποιηση το θελημα του θυ

ουτοσ μου αδελφοσ και αδελφη και μητηρ εστιν

1και ηρξατο παλιν διδασκειν προσ την θαλασσαν

και συνηχθη προσ αυτον ο λαοσ πολυσ

ωστε αυτον εισ το πλοιον ενβαντα

καθησται περαν τησ θαλασσησ και πασ ο οχλοσ

περαν τησ θαλασσησ ην 2και εδιδασκεν αυτουσ

εν παραβολαισ πολλαισ και ελεγεν αυτοισ

εν τη διδαχη αυτου 3ακουετε

ιδου εξηλθεν ο σπειρων 4και εν {τωτ} σπειραι

ο μεν επεσεν παρα την οδον

και ηλθαν τα πετεινα του ουρανου

και κατεφαγαν αυτο

5και αλλα επεσαν επει τα πετρωδη

και οτι ουκ ειχεν γην πολλην

και ευθυσ εξανεστειλεν

δια το μη εχειν βαθοσ την γην

6και οτε ανετειλεν ο ηλιοσ εκαυματισθησαν

και δια το μη εχειν ριζαν εξηρανθησαν

7και αλλο επεσεν επι τασ ακανθασ

και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο

και καρπον ουκ εδωκεν

8και αλλο επεσεν εισ την γην την καλην

και εδιδου καρπον

______

4^{τω}

Leaf 269v - Mark 4:8+ (image )

αναβαινοντα και αυξανομενον

και φερει εν λ και εν ξ και εν ρ

9και ελεγεν οσ εχι ωτα ακουειν ακουετω

και ο συνειων συνειετω

10και οτε εγενετο κατα μονασ

επηρωτων αυτον οι μαθηται αυτου

τισ η παραβολη αυτη

11και λεγει αυτοισ υμειν δεδοται

γνωναι το μυστηριον τησ βασιλειασ του θυ

εκεινοισ δε τοισ εξω εν παραβολαισ

παντα λεγεται 12ινα βλεποντεσ {ακουωσιν}

και μη ιδωσιν και ακουοντεσ ακουωσιν

και μη συνωσιν μηποτε επιστρεψωσιν

και αφεθησομαι αυτοισ τα αμαρτηματα

13και λεγει αυτοισ

ουκ οιδατε την παραβολην ταυτην

και πωσ πασασ τασ παραβολασ γνωσεσθαι

14ο σπειρων τον λογον σπειρει

15ουτοι δε εισιν οι παρα την οδον

οισ σπειρεται ο λογοσ

και οταν {ακουωσιν}

ευθεωσ ερχεται ο σατανασ

και αφερει τον λογον τον εσπαρμενον

εν ταισ καρδιαισ αυτων

16και ουτοι εισιν οι επει τα πετρωδησ σπειρομενοι

οι οταν ακουσωσιν τον λογον

μετα χαρασ λαμβανουσιν αυτον

17και ουκ εχουσιν ριζαν εν εαυτοισ

αλλα προσκαιροι εισιν

ειτα γενομενησ θλιψεωσ και διωγμου

δια τον λογον ευθεωσ

σκανδαλισθησονται 18και αλλοι εισιν

οι εισ τασ ακανθασ σπειρομενοι

______

12^{βλεπωσιν} 15^{ακουσωσιν}

Leaf 270v - Mark 4:18+ (image )

ουτοι εισιν οι τον λογον ακουσαντεσ

19και αι μεριμναισ του βιου

και απαται του κοσμου εισπορευομεναι

συνπνιγουσιν τον λογον

και ακαρποι γεινονται

20και ουτοι εισιν οι επι την γην την καλην

σπαρεντεσ οιτινεσ ακουουσιν τον λογον

και παραδεχονται και καρποφορουσιν

εν λ και εν ξ και εν ρ

21και ελεγεν αυτοισ μητι απτεται ο λυχνοσ

ινα υπο τον μοδιον τεθη

η υπο την κλεινην

και ουχι ινα επι την λυχνιαν τεθη

22ου γαρ εστιν κρυπτον αλλ ινα

φανερωθη ουδε εγενετο αποκρυφον

αλλ ινα ελθη εισ φανερον

23ει τισ εχει ωτα ακουειν ακουετω

24και ελεγεν αυτοισ βλεπετε τα ακουετε

εν ω μετρω μετρειτε μετρηθησεται υμειν

25οσ γαρ αν εχει προστεθησεται αυτω

και οσ ουκ εχει και ο εχει αρθησεται απ αυτου

26και ελεγεν ουτωσ εστιν η βασιλεια του θυ

ωσ ανθρωποσ σπορον βαλη επι τησ γησ

27και καθευδη και εγερθη νυκτα και ημερα̅

και ο σποροσ βλαστα και μηκυνεται

ωσ ουκ οιδεν αυτοσ

28οτι αυτοματη η γη καρποφορει

πρωτον χορτον ειτα σταχυασ

ειτα πληρησ ο σειτοσ εν τω σταχυι

29και οταν παραδοι ο καρποσ

ευθεωσ αποστελλει το δρεπανον

οτι παρεστηκεν ο θερεισμοσ

30και ελεγεν τινι ομοιωσωμεν την βασιλειαν

του θυ

Leaf 271v - Mark 4:30+ (image )

η εν ποια παραβολη παραβαλωμεν αυτην

31ομοια εστιν κοκκω σιναπεωσ

{} οτι αν σπαρη επι την γην μεικροτερον {} εστιν

παντων των σπερματων α εισιν επι τησ γησ

32και γεινεται μειζων παντων των λαχανω̅

και ποιει κλαδουσ μεγαλουσ ωστε δυνασθαι

υπο την σκειαν αυτου

τα πετεινα του ουρανου κατασκηνουν

33και τοιαυταισ πολλαισ παραβολαισ

ελαλει τον λογον καθωσ εδυναντο ακουειν

34χωρεισ δε παραβολησ ουκ ελαλει αυτοισ

καθ ιδιαν δε τοισ μαθηταισ αυτου επελυε αυτασ

35και λεγει αυτοισ εν εκεινη τη ημερα

οψιασ γενομενησ διελθωνμεν εισ το περα̅

36και αφιουσιν τον οχλον και παραλαμβανουσιν

αυτον ωσ ην εν τω πλοιω και αλλαι δε

πλοιαι πολλαι ησαν μετ αυτου

37και εγενετο λαιλαψ μεγαλη ανεμου

και τα κυματα εβαλεν εισ το πλοιον

ωστε ηδη γεμειζεσθαι το πλοιον

38και ην αυτοσ εν τη πρυμνη

επι προσκαιφαλαιου καθευδων

και διεγειραντεσ αυτον λεγουσιν αυτω

διδασκαλε ου μελει σοι οτι απολλυμεθα

39και εγερθεισ επετειμησεν

τω ανεμω και τη θαλασση και ειπεν

σιωπα και φιμωθητι και εκοπασεν ο ανεμοσ

και εγενετο γαληνη μεγαλη

40και ειπεν αυτοισ τι δειλοι εσται

ουπω εχετε πιστιν

41και εφοβηθησαν φοβον μεγαν

και ελεγον προσ αλληλουσ τισ αρα εστιν ουτοσ

οτι και η θαλασσα και οι ανεμοι

______

31^{ο} {μεν}

Leaf 272v - Mark 4:41+ (image )

υπακουουσιν 1και ηλθον εισ το περαν

και εισ την χωραν των {γεραν}

2και εξελθοντων αυτων εκ του πλοιου

ευθεωσ υπηντησεν αυτω ανθρωποσ

εκ των μνημιων εν πνι ακαθαρτω

3οσ ειχεν την κατοικησιν εν τοισ μνημειοισ

και ουδε αλυσεσιν ουκετι ουδεισ αυτον

εδυνατο δησαι 4οτι πολλακισ αυτον

δεδεμενον πεδεσ και αλυσεσιν

εν αισ εδησαν διεσπακεναι

και τασ πεδασ συντετριφεναι

και μηδενα αυτον {ισχυν} δαμασαι

5νυκτοσ δε και ημερασ εν τοισ ορεσιν

και εν τοισ μνημειοισ ην κραζον

και κατακοπτων εαυτον λιθοισ

6ιδων δε τον ιην απο μακροθεν

εδραμεν και προσεκυνησεν αυτω

7και κραξασ φωνη μεγαλη ειπεν

τι εμοι και σοι ιηυ υιε του θυ του υψιστου

ορκιζω σε τον θν μη με βασανισησ

8ελεγεν γαρ αυτω ο ιηυ εξελθε το πνα το ακαθαρτο̅

εκ του ανθρωπου 9και επηρωτα αυτον

τι σοι ονομα εστιν και απεκριθη

εστιν μοι ονομα λεγιων οτι πολλοι εσμεν

10και παρεκαλει αυτον πολλα

ινα μη αυτουσ αποστειλη εξω τησ χωρασ

11ην δε εκει προσ τω ορει αγελη χοιρων

βοσκομενη 12και {παρεκαλου τον} τα δαιμονια

ειποντα πεμψον ημασ εισ τουσ χοιρουσ

ινα εισ αυτουσ απελθωμεν

13και ευθεωσ κσ ιησ επεμψεν αυτουσ

εισ τουσ χοιρουσ και εξελθοντα τα πνα

τα ακαθαρτα εισηλθον εισ τουσ χοιρουσ

______

1^{γερασηνων} 4^{ισχυιν} 12^{παρεκαλουν αυτον}

Leaf 273v - Mark 5:13+ (image )

και ωρμησεν η αγελη κατα του κρημνου

εισ την θαλασσαν ωσ δισχειλιοι

και επνιγοντο εν τη θαλασση

14οι δε βοσκοντεσ αυτοσ εφυγον

και απηγγειλαν εισ την πολιν και εισ τουσ αγρουσ

και εξηλθον ειδειν τι εστιν το γεγονοσ

15και ερχονται προσ τον ιην και θεωρουσιν αυτο̅

τον δαιμονιζομενον καθημενον

ειματισμενον και σωφρονουντα

και εφοβηθησαν 16διηγησαντο δε αυτοισ

οι ειδοντεσ πωσ εγενετο

αυτω τω δαιμονιζομενω

και περι των χοιρων 17και παρακαλουν αυτον

ινα απελθη απο των οριων αυτων

18και ενβαινοντοσ αυτου εισ το πλοιον

ηρξατο παρακαλειν αυτον

ο δαιμονισθεισ ινα η μετ αυτου

19ο δε ιιησ ουκ αφηκεν αυτον και ειπεν αυτω

υπαγε εισ τον οικον σου προσ τουσ σουσ

και διαγγειλον αυτοισ οσα σοι ο θσ εποιησεν

και οτι ηλεησεν σε 20και απηλθεν

και ηρξατο κηρυσσειν εν τη δεκαπολει

οσα εποιησεν αυτω ο ιησ και παντεσ εθαυμαζο̅

21και διαπερασαντοσ του ιηυ εισ το περαν

παλιν συνηχθη οχλοσ πολυσ

προσ αυτον παρα την θαλασσαν

22και ερχεται τισ των αρχισυναγωγων

και προσεπεσεν προσ τουσ ποδασ αυτου

23παρακαλων αυτον και λεγων

το θυγατριον μου εσχατωσ εχει

ελθε αψαι αυτησ εκ των χειρων σου

ινα σωθη και ζηση 24και υπηγεν μετ αυτου

και ηκολουθει αυτω οχλοσ πολυσ

Leaf 274v - Mark 5:24+ (image )

και συνεθλειβον αυτον

25και γυνη τισ ουσα εν ρυσει αιματοσ

ετη ιβ 26η πολλα παθουσα υπο πολλων ιατρω̅

και δαπανησασα τα εαυτησ παντα

και μηδεν ωφελιθεισα αλλα μαλλον

επι το χειρον 27ακουσασα πε του ιηυ

ελθουσα οπισθεν και ηψατο του ιματιου αυτου

εν τω οχλω 28λεγουσα εν εαυτη

οτι καν του ιματιου εαυτου

αψωμαι σωθησομαι

29και ευθεωσ εξηρανθη η πηγη

του αιματοσ αυτησ και εγνω τω σωματι

οτι ειαται απο τησ μαστιγοσ

30και ευθεωσ επιγνουσ και ο ιησ

την δυναμιν εξελθουσαν απ αυτου

και επιστραφεισ εν τω οχλω ειπεν

τισ ηψατο των ιματιων μου

31οι δε μαθηται αυτου λεγουσιν αυτω

βλεπεισ τον οχλον συνθλειβοντα σε

και λεγεισ τισ μου ηψατο

32και περιεβλεπετο ειδειν την τουτο ποιησασα̅

33η δε γυνη φοβηθισα και τρεμουσα

διο πεποιηκει λαθρα ειδυια ο γεγονεν

αυτη ηλθεν και προσεπεσεν αυτω

και ειπεν αυτω πασαν την αληθειαν

34ο δε ιησ ειπεν αυτη θυγατηρ η πιστισ σου

σεσωκεν σε υπαγε εισ ειρηνην

κα ισθι υγειησ απο τησ μαστιγοσ σου

35ετι αυτου λαλουντοσ ερχονται

απο του αρχισυναγωγου λεγοντεσ αυτω

οτι η θυγατηρ σου απεθανεν

τι ετι σκυλλεισ τον διδασκαλον

36ο δε ιησ ακουσασ τουτον τον λογον

Leaf 275v - Mark 5:36+ (image )

λεγει τω αρχισυναγωγω μη φοβου

μονον πιστευε 37και ουκ αφηκεν ουδε ενα

παρακολουθησαι αυτω ει μη πετρον και

ιακωβον και ιωαννην τον αδελφον αυτου

38και ερχονται εισ την οικειαν του αρχισυναγωγου

και εθεωρει θορυβον κλαιοντων

και αλαλαζοντων πολλα 39και εισελθων

λεγει αυτοισ τι θορυβισθαι και τι κλαιετε

το παιδιον ουκ απεθανεν αλλα καθευδει

40οι δε κατεγελων αυτου

αυτοσ δε εκβαλων τουσ οχλουσ εξω

παραλαμβανει τον πατερα

και την μητερα του παιδιου

και τουσ μετ αυτου οντασ

και εισεπορευετο οπου ην το παιδιον

41και κρατησασ την χειρα του παιδιου

λεγει αυτη ραββι θαβιτα κουμι

ο εστιν μεθηρμενευομενον

το κορασιον σοι λεγω εγειρε

42και ευθεωσ ανεστη το κορασιον

και περιεπατει ην δε ετων ιβ

και εξεστησαν παντεσ εκστασι μεγαλη

43και διεστειλατο αυτοισ ινα μηδεισ γνοι

τουτο και ειπεν δουναι αυτη φαγειν

1και εξηλθεν εκειθεν καπ ηλθεν

εισ την πατριδα αυτου και ακολουθουσιν αυτω

οι μαθηται αυτου 2και ημερα σαββατων

ηρξατο διδασκειν εν τη συναγωγη

και πολλοι ακουσαντεσ εξεπλησσοντο

επι τη διδαχη αυτου λεγοντεσ

ποθεν τουτω ταυτα και τισ η σοφια

η δοθεισα αυτω ινα και δυναμισ τοιαυται

δια των χειρων αυτου γεινωνται

Leaf 276v - Mark 6:3+ (image )

3ουκ ουτοσ εστιν ο τεκτων ο υιοσ μαριασ

και ο αδελφοσ ιακωβου και ιωσητοσ και ιουδα

και σιμωνοσ ουχι και αι αδελφαι αυτου

ωδε προσ ημασ εισιν

και εσκανδαλιζοντο εν αυτω

4και ελεγεν αυτοισ ο ιησ

οτι ουκ εστιν προφητησ ατιμοσ

ει μη εν τη πατριδι αυτου και εν τυισ συνγενεσι̅

και εν τη οικια αυτου 5και ουκ ηδυνατο εκει

ουδεμιαν ποιησαι δυναμιν

ει μη ολιγοισ αρρωστοισ

επιθεισ τασ χειρασ εθεραπευσεν

6και εθαυμαζεν δια την πιστιν αυτων

και περιηγεν τασ κωμασ κυκλω διδασκων

7και προσκαλεσαμενοσ τουσ ιβ μαθητασ

απεστειλεν αυτουσ ανα β

δουσ αυτοισ εξουσιαν

των πνευματων των ακαθαρτων

8και παρηγγειλεν αυτοισ εινα μηδεν ερωσιν

εισ οδον ει μη ραβδον μονον

μητε πηραν μητε αρτον

μητε εισ την ζωνην χαλκον

9αλλα υποδεδεμενουσ σανδαλια

και μη ενδυσησθαι β χιτωνασ

10και ελεγεν αυτοισ οπου αν εισελθητε

εκει μενεται εωσ αν εξελθητε εκειθεν

11και οσοι εαν μη δεξωνται υμασ

μηδε ακουσωσιν υμων εκπορευομενοι

εκειθεν εκτειναξατε τον χουν

των ποδων υμων εισ μαρτυριον αυτοισ

12και εξελθοντεσ εκηρυξαν

ινα μετανοωσιν 13και δαιμονια πολλα

εξεβαλον και αλειψαντεσ ελεω

Leaf 277v - Mark 6:13+ (image )

πολλουσ αρωστουσ εθεραπευον

14και ηκουσεν ηρωδησ ο βασιλευσ

φανερον γαρ εγενετο

το ονομα αυτου και ελεγοσαν

οτι ιωαννησ ο βαπτιστησ εγηγερται

εκ νεκρων και δια τουτο ενεργουσιν

αι δυναμισ εν αυτω

15αλλοι δε ελεγον οτι ηλιασ εστιν

αλλοι δε ελεγον οτι εισ των προφητων

16ακουσασ δε ηρωδησ ειπεν ον εγω απεκεφαλισα

ουτοσ εκ νεκρων ηγερθη 17αυτοσ γαρ ηρωδησ

αποστειλασ εκρατησεν

τον ιωαννην και εδησεν αυτον

και εβαλεν εισ φυλακην δια ηρωδιαδα

την γυναικα φιλιππου του αδελφου αυτου

οτι εγαμησεν αυτην

18ελεγεν γαρ ιωαννησ τω ηρωδη

ουκ εξεστιν σε εχειν {αυ

την} γυναικα του αδελφου σου

19η δε ηρωδιασ ηνιχεν αυτω

και ηθελεν αποκτειναι αυτον

και ουκ ηδυνατο

20ο γαρ ηρωδησ εφοβειτο τον ιωαννην

ειδωσ αυτον ανδρα δικαιον

και αγιον ειναι και συνετηρει αυτον

και ακουσασ αυτου πολλα εποιει

και ηδεωσ αυτου ηκουεν

21και γενομενησ δε ημερασ ευκαιρου

ηρωδησ τοισ γενεχλιοισ αυτου

δειπνον εποιησεν τοισ μεγειστασιν

και τοισ χειλιαρχοισ

και τοισ πρωτοισ τησ γαλιλαιασ

22εισελθουσησ δε τησ θυγατροσ αυτου

______

18^{την}

Leaf 278v - Mark 6:22+ (image )

ηρωδιαδοσ και ορχησαμενησ και αρεσασησ

τω ηρωδη και τοισ συνανακειμενοισ

ειπεν ο βασιλευσ τω κορασιω

αιτησον με ο θελεισ και δωσω σοι

23και ωμοσεν αυτη πολλα ει τι αν με αιτησησ

δωσω σοι και το ημεισυ τησ βασιλειασ μου

24η δε εξελθουσα ειπεν τη μητρι αυτησ

τι αιτησωμαι η δε ειπεν

την κεφαλην ιωαννου του βαπτιστου

25και εισελθουσα προσ τον βασιλεα ειπεν

δοσ μοι επι πινακι ωδε

την κεφαλην ιωανου του βαπτιστου

26περιλυποσ γενομενοσ ο βασιλευσ

ωσ ηκουσεν δια τουσ ορκουσ

και δια τουσ συνανακειμενουσ

ουκ ηθελησεν αυτην αθετησαι

27αλλα ευθεωσ αποστειλασ σπεκολατοραν

επεταξεν ενεχθηναι την κεφαλην αυτου

ο δε απελθων απεκεφαλισεν αυτον

εν τη φυλακη 28και ηνεγκεν την κεφαλην

επι πινακει και εδωκεν αυτην τω κορασιω

και το κορασιον εδωκεν τη μητρι αυτησ

29ακουσαντεσ δε οι μαθηται αυτου ηλθον

και ηραν το πτωμα αυτου

και εθηκαν αυτο εν τω μνημειω

30και συναγονται οι αποστολοι προσ τον ιην

και απηγγειλαν αυτω παντα

οσα εποιησαν και οσα εδιδαξαν

31και ειπεν αυτοισ ο ιησ δευτε υπαγωμεν

εισ ερημον τοπον και αναπαυεσθαι ολιγον

ησαν γαρ οι ερχομενοι

και οι υπαγοντεσ πολλοι

και ουδε φαγειν ευκαιροσ ειχον

Leaf 279v - Mark 6:32+ (image )

32και αναβαντεσ εισ το πλοιον

απηλθον εισ ερημον τοπον κατ ιδιαν

33και ειδαν αυτουσ υπαγοντασ

και εγνωσαν πολλοι

και πεζη απο παντων πολεων

συνεδραμον εκει και συνηλθον αυτου

34και εξελθων και ειδων πολυν οχλον ο ιησ

{επλαννισθη} επ αυτουσ οτι ησαν ωσ προβατα

μη εχοντα {πομενα}

και ηρξατο διδασκειν αυτουσ πολλα

35ηδη δε ωρασ πολλησ γεινομενησ

προσελθοντεσ οι μαθηται αυτου

λεγουσιν αυτω οτι ερημοσ εστιν τοποσ

ηδη ωρα πολλη 36απολυσον αυτουσ

ινα απελθοντεσ εισ τουσ εγγιστα αγρουσ

και εισ τασ κωμασ ινα αγορασωσιν εαυτοισ

τι φαγειν 37και αποκριθεισ ειπεν αυτοισ ο ιησ

δοτε αυτοισ υμεισ φαγειν και λεγουσιν αυτω

απελθοντεσ αγορασωμεν

διακοσιων δηναριων αρτουσ

και δωσωμεν αυτοισ φαγειν

38και λεγει αυτοισ ο ιησ ποσουσ αρτουσ εχετεσ

υπαγετε ειδετε και γνοντεσ λεγουσιν αυτω

ε αρτουσ και δυω ιχθυασ 39και επεταξεν ο ιησ

ανακλειναι παντασ κατα την συνποσιαν

επι τω χλωρω χορτω 40και ανεπεσον

πρασιαι πρασιαι κατα ρ και κατα πεντηκοντα

41και λαβων ε αρτουσ και τουσ β ιχθυασ

αναβλεψασ εισ τον ουρανον ευλογησεν

και κατεκλασεν τουσ ε αρτουσ

και εδιδου τοισ μαθηταισ αυτου

ινα παραθωσιν κατεναντι αυτων

και τουσ β ιχθυασ εμερισεν πασιν

______

34^{εσπλαγνισθη} {ποιμενα}

Leaf 280v - Mark 6:42+ (image )

42και εφαγον παντεσ και εχορτασθησαν

43και ηραν κλασματων

ιβ κοφινουσ πληρεισ και απο των ιχθυων

44και ησαν οι φαγοντεσ ε ανδρεσ

45και ευθεωσ εξεγερθεισ ηναγκασεν

τουσ μαθητασ αυτου ενβηναι εισ το πλοιον

και προσαγειν αυτον εισ το περαν

προσ βησσαιδαν

αυτοσ δε απολυει τον οχλον 46και αποταξαμενοσ

αυτοισ απηλθεν εισ το οροσ προσευξασθαι

47και οψιασ γενομενησ ην παλαι το πλοιον

εν μεση τη θαλασση

και αυτοσ μονοσ επι τησ γησ

48και ειδων αυτουσ βασανιζομενουσ

και ελαυνοντασ ην γαρ ο ανεμοσ

εναντιοσ αυτοισ και περι τεταρτην φυλακην

τησ νυκτοσ ερχεται ο ιησ περιπατων

επι τησ θαλασσησ

και ηθελησεν παρελθειν αυτουσ

49οι δε ειδοντεσ αυτον περιπατουντα

επι τησ θαλασσησ εδοξαν φαντασμα ειναι

και ανεκραξαν 50παντεσ και εταραχθησαν

και ελαλησεν προσ αυτουσ λεγων

θαρσειτε εγω ειμι μη φοβεισθαι

51και ανεβη εισ το πλοιον προσ αυτουσ

και εκοπασεν ο ανεμοσ και περισσωσ εν ε

αυτοισ εξεσταντο και εθαυμαζον

52ου γαρ συνηκαν επι τοισ αρτοισ

ην γαρ η καρδια αυτων πεπωρωμενη

53και διαπερασαντεσ εκειθεν

ηλθον επι την γην γεννησαρ

54και εξελθοντων αυτων εκ του πλοιου

ευθεωσ επεγνωσαν αυτον

Leaf 281v - Mark 6:55+ (image )

55περιδραμοντεσ δε ολην την περιχωρον

εκεινην ηρξαντο επι γραβαττοισ

φερειν παντασ τουσ κακωσ εχοντασ

περιεφερον γαρ αυτουσ

οπου αν ηκουσαν τον ιην ειναι

56και που αν εισεπορευετο εισ κωμασ

η εισ αγρουσ η εισ τασ πολισ

εν ταισ πλατειαισ ετειθουν τουσ ασθενουντασ

και παρεκαλουν αυτον ινα καν του κρασπεδου

του ιματιου αυτου αψωνται

και οσοι ηψαντο αυτον εσωζοντο

1και συναγονται προσ αυτον οι φαρισαιοι

και τινεσ των γραμματαιων

ελθοντεσ απο ιεροσολυμων

2και ειδοτεσ τινασ των μαθητων αυτου

κοινεσ χερσιν τουτ εστιν ανιπτοισ

εσθιοντασ τουσ αρτουσ κατεγνωσαν

3οι γαρ φαρισαιοι και παντεσ οι ιουδαιοι

εαν μη {πυγμη} νιψωνται

τασ χειρασ ουκ εσθειουσιν αρτον

κρατουντεσ την {παραδοσιν}

των πρεσβυτερων

4και απ αγορασ οταν ελθωσιν

εαν μη βαπτισωνται ουκ εσθιουσιν

και αλλα πολλα εστιν α παρελαβον

αυτοισ τηρειν βαπτισμουσ ποτηριων

και ξεστων και χαλκιων και κλεινων

5και επερωτωσιν αυτον οι φαρισαιοι

και οι γραμματεισ λεγοντεσ

δια τι οι μαθηται σου ου περιπατουσιν

κατα την παραδοσιν των πρεσβυτερων

αλλα κοιναισ ταισ χερσιν αισθιουσιν

τον αρτον 6ο δε αποκριθεισ ειπεν αυτοισ

______

3^{πυκμη} {παραδοσιαν}

Leaf 282v - Mark 7:6+ (image )

οτι καλωσ επροφητευσεν ησαιασ περι υμω̅

υποκριτων και ειπεν ο λαοσ ουτοσ

τοισ χειλεσιν με αγαπα η δε καρδια αυτων

πορρω αφεστηκεν αφ εμου

7ματην δε σεβονται με διδασκοντεσ

διδασκαλειασ ενταλματα ανθρωπων

8βαπτισμουσ ξεστων και ποτηριων

και αλλα παρομοια α ποιειται τοιαυτα πολλα

αφεντεσ την τολην του θυ

κρατειτε την παραδοσιν των ανθρωπων

9και ελεγεν αυτοισ καλωσ ατεθειτε

την εντολην του θυ

ινα την παραδοσιν υμων στησηται

10μωυσησ γαρ ειπεν τειμα τον πατερα σου

και την μητερα και ο κακολογων

πατερα η μητερα θανατω τελευτειτω

11υμεισ δε λεγεται εαν ειπη ανθρωποσ

τω πατρι αυτου η τη μητρι

κορβαν ο εστιν δωρον

ο αν μου ωφεληθησ

12ουκ {εναφιεφαι} αυτον ουδεν ποιησαι

τω πατρι η τη μητρι 13ακυρουντεσ τον λογον

του θυ τη παραδοσει υμων

τη μωρα η παρεδωκατε και παρομοια

τα αυτα πολλα ποιειτε 14και προσκαλεσαμενοσ

παλιν τον οχλον ελεγεν αυτοισ

ακουσατε μου παντεσ και συνιτε

15ουδ εστιν εξωθεν του ανθρωπου

εισπορευομενον εισ αυτον ο δυναται αυτο̅

κοινωσαι αλλα τα εκ του ανθρωπου

εκπορευομενα εκεινα εστιν

τα κοινουντα τον ανθρωπον

16ει τισ εχει ωτα ακουειν ακουετω

______

12^{εναφιεται}

Leaf 283v - Mark 7:17+ (image )

17και οτε εισηλθεν εισ την οικειαν

απο του οχλου επηρωτων αυτον

οι μαθηται αυτου την παραβολην

18και λεγει αυτοισ ουτωσ και υμεισ

{ανυνετοι} εσται ου νοειτε

οτι παν το εξωθεν

εισπορευομενον εισ τον ανθρωπον

ου δυναται αυτον κοινωσαι

19ου γαρ εισερχεται εισ την καρδιαν αυτου

αλλ εισ την κοιλειαν και εισ τον οχετον

εξερχεται καθαριζει παντα τα βρωματα

20ελεγον δε οτι το εκ του ανθρωπου

εκπορευομενον εκεινα κοινοι τον ανθρωπο̅

21εσωθεν γαρ εκ τησ καρδιασ των ανθρωπων

οι διαλογισμοι κακοι εκπορευονται

πορνεια κλεμματα μοιχειαι φονοσ

22πλεονεξια δολοσ πονηρια ασελγεια

οφθαλμοσ πονηροσ βλασφημιαι υπερηφανιαι

αφροσυνη 23παντα ταυτα τα πονηρα

εσωθεν εκπορευεται και κοινοι

τον ανθρωπον 24και αναστασ εκειθεν

απηλθεν εισ τα ορια τυρου και εισελθων

εισ την οικειαν ουδενα {ηθελε} γνωναι

και ουκ ηδυνηθη λαθειν 25γυνη δε ευθεωσ

ωσ ακουσασα περι αυτου ησ ειχεν το θυγατριο̅

πνα ακαθαρτον ελθουσα και προσεπεσεν

προσ τουσ ποδασ αυτου 26η δε γυνη ην

ελληνισ {φυνισσα} τω γενει

και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη

απο τησ θυγατροσ αυτησ 27και λεγει αυτη

αφεσ πρωτον χορτασθηναι τα τεκνα

ου γαρ εστιν καλον λαβειν τον αρτον των

τεκνων και βαλιν τοισ κυναριοισ

______

18^{ασυνετοι} 24^{ηθελεν} 26^{φοινισσα}

Leaf 284v - Mark 7:28+ (image )

28η δε απεκριθη αυτω λεγουσα {κυ} αλλα και τα

κυναρια υποκατω τησ τραπεζησ εσθιουσιν

απο των ψιχων των πεδων